Λέων ποτʼ ἀνδρῶν βίον ἄριστον ἐζήλου, καὶ δὴ κατʼ εὐρὺν φωλεὸν διατρίβων, ὅσων ἀρίστην ὀριτρόφων φυὴν ἔγνω, φιλοφρονεῖσθαι γνησίως ἐπειρᾶτο. πολὺς δʼ ὑπὸ σπήλυγγι θαμινὰ παντοίων θηρῶν ὅμιλος ἡμέρως συνηυλίσθη· ὁ δʼ εἱστία τε κἀφίλει νόμῳ ξείνων, λίην τιθεὶς ἅπασι δαῖτα θυμήρη. φίλην δὲ κερδὼ καὶ σύνοικον εἰλήφει, μεθʼ ἧς τὰ πολλὰ μειλίχως συνεζήτει. γέρων δέ τις πίθηκος ἦν ὁ δαιτρεύων κρεῶν τε συσσίτοισι διανέμων μοίρας· ὃς, εἴ τις ἦλθεν οὐχὶ τῆς συνηθείης, ταὐτὸν παρετίθει δεσπότῃ τε κἀκείνῳ, ὅπερ εἷλεν ὁ λέων νεοδρόμῳ λαβὼν θήρῃ· κερδὼ δʼ ἑώλων ἔφερεν οὐκ ἴσην μοῖραν. καὶ δὴ ποτʼ αὐτὴν προσποιητὰ σιγῶσαν δείπνου τε χεῖρα καὶ βορῆς ἀποσχοῦσαν, λέων τίνʼ εἶχεν αἰτίην διηρώτα· „κερδοῖ σοφὴ, λάλησον ὥσπερ εἰώθεις· φαιδρῷ προσώπῳ δαιτός, ὦ φίλη, ψαῦσον.“ ἡ δʼ εἶπεν· „ὦ φέριστε θηρίων γέννης, πολλῇ μερίμνῃ καρδίην διαξαίνω· οὐ γὰρ τὰ νῦν παρόντα μοῦνον ἀλγύνει, τὰ δʼ ἔπειτα·“ φησὶ „προσκοπουμένη κλαίω καθʼ ἡμέραν γὰρ εἴ τις ἄλλος, εἶτʼ ἄλλος ξένος πελάζοι, τοῦτο δʼ εἰς ἔθος βαίνοι, τάχʼ οὐδʼ ἑώλων γεύσομαι κρεῶν μούνη.„ Ὁ λέων δὲ τερφθεὶς ἵλεως τε μειδήσας εἶπεν· „πιθήκῳ ταῦτα μηδʼ ἐμοὶ μέμφου.“ Ὅτι μᾶλλον ἀλγύνειν καὶ λυπεῖν οἶδεν ἀνθρώπους οὐ τὰ παρόντα μόνον, καθʼ ὅσον ἤδη ἡ τῶν μελλόντων προσδοκία.Λέοντι προσπτὰς αἰετῶν τις ἐζήτει κοινωνὸς εἶναι· χ λέων „τί κωλύει;“ πρὸς αὐτὸν εἶπεν· „ἀλλʼ ἐνέχυρον ἦ δώσεις τὠκύπτερόν σου μὴ μεθεῖναι τὴν πίστιν; πῶς γὰρ φίλῳ σοι μὴ μένοντι πιστεύσω;“ Ὁ μῦθος ἐκδιδάσκει, μὴ τάχιστα πᾶσι πιστεύειν, καὶ μάλιστα τοῖς μήπω φίλοις.Λέων γηράσας καὶ μὴ δυνάμενος διʼ ἀλκῆς ἑαυτῷ τροφὴν πορίζειν, ἔγνω δεῖν διʼ ἐπινοίας τοῦτο πρᾶξαι. Καὶ δὴ παραγενόμενος εἴς τι σπήλαιον, καὶ ἐνταῦθα κατακλιθεὶς προσεποιεῖτο τὸν νοσοῦντα· καὶ οὕτω τὰ παραγενόμενα πρὸς αὐτὸν εἰς ἐπίσκεψιν ζῶα συλλαμβάνων κατήσθιε. Πολλῶν δὲ θηρίων καταναλωθέντων, ἀλώπηξ τὸ τέχνασμα αὐτοῦ συνεῖσα παρεγένετο, καὶ στᾶσα ἄπωθεν τοῦ σπηλαίου ἐπυνθάνετο αὐτοῦ, πῶς ἔχοι· τοῦ δὲ εἰπόντος „κακῶς“ καὶ τὴν αἰτίαν ἐρο μένου, διʼ ἣν οὐκ εἴσεισιν, ἔφη· „ἀλλʼ ἔγωγε εἰσῆλ θον ἄν, εἰ μὴ ἑώρων πολλῶν εἰσιόντων ἴχνη, ἐξιόντος δὲ οὐδενός.“ Οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμηρίων προορώμενοι τοὺς κινδύνὸυς ἐκφεύγουσι.Λέων καὶ ἄρκτος, ὁμοῦ νεβρῷ περιτυχόντες, περὶ τούτου ἐμάχοντο. Δεινῶς οὖν ὑπʼ ἀλλήλων διατεθέντες, ὡς ἐκ τῆς πολλῆς μάχης καὶ σκοτοδινιᾶσαι, ἀπαυδήσαντες ἔκειντο. Ἀλώπηξ δὲ κύκλῳ περιιοῦσα, πεπτωκότας αὐτοὺς ἰδοῦσα καὶ τὸν νεβρὸν ἐν τῷ μέσῳ κείμενον, τοῦτον, διὰ μέσου ἀμφοῖν διαδραμοῦσα [καὶ] ἁρπάσασα, φεύγουσα ᾤχετο. Οἱ δὲ βλέποντες μὲν αὐτὴν, μὴ δυνάμενοι δὲ ἀναστῆναι, “δείλαιοι ἡμεῖς,“ εἶπον „ὅτι διʼ ἀλώπεκα ἐμοχθοῦμεν.“ Ὁ μῦθος δηλοῖ, ὅτι ἄλλων κοπιώντων ἄλλοι κερδαίνουσιν.Λέων καὶ ἄρκτος βρῶμά τι εὑρόντες ἐν ἕλει, περὶ τούτου ἐμάχοντο. Δεινῶς οὖν ὑπʼ ἀλλήλων κατακοπέντες ἐσκοτίσθησαν ἐκ τῆς πολλῆς μάχης, καὶ ἔκειντο ἡμιθανεῖς. Ἀλώπηξ δὲ περιϊοῦσα καὶ θεασαμένη πεπτωκότας, ἰδοῦσα καὶ τὸ βρῶμα κείμενον ἐν μέσῳ, ἄρασα τοῦτο δρομαῖος ᾤχετο. Οἱ δὲ ἰδόντες αὐτὴν καὶ μὴ δυνάμενοι ἀναστῆναι, εἶπον· „ἄθλιοι ὄντως ἡμεῖς, ὅτι διʼ ἀλώπεκα ἐμαχόμεθα.“ Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ κοπιῶντες καὶ μοχθοῦντες ἑτέροις κέρδος προσκτῶνται.Λέων, ἀκούσας ποτὲ βατράχου μέγα βοῶντος, ἐπεστράφη πρὸς τὴν φωνὴν, οἰόμενος μέγα τι ζῶον εἶναι. Προσμείνας δὲ μικρὸν, ὡς εἶδεν αὐτὸν προελθόντα τῆς λίμνης, προσελθὼν αὐτὸν κατεπάτησεν. Ὁ λόγος δηλοῖ, ὅτι οὐ δεῖ πρὸ τῆς ὄψεως διʼ ἀκοῆς μόνης ταράττεσθαι.Λέων ἀκούσας βατράχου κεκραγότος, ἐπεστράφη πρὸς τὴν φωνὴν, οἰόμενος μέγα τι ζῶον εἶναι· προσμείνας δὲ μικρὸν χρόνον, ὡς ἐθεάσατο αὐτὸν ἀπὸ τῆς λίμνης ἐξελθόντα, προσελθὼν κατεπάτησεν, εἰπών· „μηδένα ἀκοὴ ταραττέτω πρὸ τῆς θέας.“ Ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα γλωσσώδη, οὐδὲν πλέον τοῦ λαλεῖν δυνάμενον.Λέων ἐρασθεὶς θυγατρός τινος γεωργοῦ ταύτην ἐμνηστεύσατο· ὁ δὲ μὴ ἐκδοῦναι θηρίῳ τὴν θυγατέρα ὑπομένων, μηδὲ ἀρνεῖσθαι διὰ τὸν φόβον δυνάμενος, τοιοῦτόν τι ἐπενόησεν. Ἐπειδὴ συνεχῶς ὁ λέων αὐτῷ ἐπέκειτο, ἔλεγεν, ὡς νυμφίον αὐτὸν τῆς θυγατρὸς δοκιμάζει· μὴ ἄλλως δὲ αὐτῷ δύνασθαι ἐκδοῦναι, ἐὰν μὴ τοὺς ὀδόντας ἐξέληται καὶ τοὺς ὄνυχας ἐκτέμῃ· τούτους γὰρ δεδοικέναι τὴν κόρην ἔφη. Τοῦ δὲ ῥᾳδίως διὰ τὸν ἔρωτα ἑκάτερον ὑπομείναντος, ὁ γεωργὸς καταφρονήσας αὐτοῦ, ὡς παρεγένετο πρὸς αὐτὸν, ῥοπάλοις παίων αὐτὸν ἐξήλασεν. Οὕτως οἱ ῥᾳδίως τοῖς ἐχθροῖς πιστεύοντες, ὅταν τῶν ἰδίων πλεονεκτημάτων ἑαυτοὺς ἀπογυμνώσωσιν, εὐάλωτοι τούτοις γίνονται, πρότερον φοβεροὶ καθεστηκότες.Ἐρασθέντα φασὶ λέοντα παρθένου διαλεχθῆναι τῷ πατρὶ τῆς κόρης ὑπὲρ τοῦ γάμου· τὸν δὲ πατέρα λέγειν, ὡς ἕτοιμος μέν ἐστιν αὐτῷ δοῦναι, δεδοικέναι δὲ τοὺς ὄνυχας καὶ τοὺς ὀδόντας, μή ποτε γήμας καὶ παροξυνθεὶς διά τινα αἰτίαν προσενέγκηται τῇ παρθένῳ θηριωδῶς. Τοῦ δὲ λέοντος ἐξελόντος τούς τε ὄνυχας καὶ τοὺς ὀδόντας, τὸν πατέρα θεωρήσαντα πάντα διʼ ὧν ἦν φοβερὸς ἀποβεβληκότα, τύπτοντα τῷ ξύλῳ ῥᾳδίως ἀποκτεῖναι.