Κύων θηρευτικὸς, λέοντα ἰδὼν, τοῦτον ἐδίωκεν· ὡς δὲ ἐπιστραφεὶς ἐκεῖνος ἐβρυχήσατο, φοβηθεὶς εἰς τοὐπίσω ἔφυγεν. Ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἔφη· „ὦ κακὴ κεφαλὴ, σὺ λέοντα ἐδίωκες, οὗ οὐδὲ τὸν βρυχηθμὸν ὑπέμεινας;“ Ὁ λόγος λεχθείη ἂν ἐπʼ ἀνδρῶν αὐθαδείᾳ συνόντων, oἳ κατὰ πολὺ δυνατωτέρων συκοφαντεῖν ἐπιχειροῦντες, ὅταν ἐκεῖνοι ἀντιστῶσιν, εὐθέως ἀναχαιτίζονται.Μέλλων ὁδεύειν τῆς κυνός τις ἑστώσης εἶπεν· „τί χάσκεις; πάνθʼ ἕτοιμά σοι ποίει· μετʼ ἐμοῦ γὰρ ἥξεις .“ ἡ δὲ κέρκον οὐραίης ἄρασά φησι· „πάντʼ ἔχω· σὺ δὲ βραδύνεις.“ Πρὸς ἄνδρα ἀπαρασκεύαστον, τὸν ἐν ἑτοιμασίᾳ ὄντα περὶ συνοδοιπορίας κατεπείγοντα, ὁ λόγος εὔκαιρος.Κύων τις, ἐν φάτνῃ κατακειμένη, οὔτε αὐτὴ τῶν κριθῶν ἤσθιεν, οὔτε τῷ ἵππῳ δυναμένῳ φαγεῖν ἐπέτρεπεν.Κύων λαγωὸν διώξας ἐκράτησε· καὶ ποτὲ μὲν ἔδακνε, ποτὲ δὲ σαίνων προσέχαιρε καὶ ἐφίλει. Καὶ ὁ λαγωὸς εἶπεν· „εἰ μὲν φίλος εἶ, τί δάκνεις; εἰ δὲ ἐχθρὸς, τί σαίνεις οὐράν;“Κύων θηρευτικὸς λαβών ποτε λαγωὸν, τοῦτον πῇ μὲν ἔδακνε, πῇ δʼ αὐτοῦ τὰ χείλη περιέλειχεν· ὁ δʼ ἀπαυδήσας ἔφη πρὸς αὐτόν· „ἀλλʼ, ὦ οὗτος, παῦσαί με δάκνων ἢ καταφιλῶν, ἵνα γνῶ, πότερον ἐχθρὸς ἢ φίλος μου καθέστηκας.“ Πρὸς ἄνδρα ἀμφίβολον ὁ λόγος εὔκαιρος.Κύων, καταδιώκων λύκαιναν, ἐφρυάττετο τῇ τε τῶν ποδῶν ταχυτῆτι καὶ τῇ ἰδίᾳ ἰσχύϊ, καὶ ἐδόκει φεύγειν τὸν λύκον διʼ οἰκείαν δῆθεν ἀσθένειαν. Στραφεὶς οὖν ὁ λύκος ἔφησε πρὸς τὸν κύνα· „οὐ σὲ δέδοικα, ἀλλὰ τὴν τοῦ σοῦ δεσπότου καταδρομήν.“ Ὁ μῦθος οὗτος δηλοῖ, ὅτι οὐ δεῖ τινα ἐγκαυχᾶσθαι τῇ τῶν ἑτέρων γενναιότητι.Κύων πρὸ ἐπαύλεώς τινος ἐκάθευδε. Λύκου δʼ ἐπιδραμόντος καὶ βρῶμα μέλλοντος θύσειν αὐτὸν, ἐδεῖτο μὴ νῦν αὐτὸν καταθῦσαι. „Νῦν μὲν γὰρ“ φησὶ „λεπτός εἰμι καὶ ἰσχνός· ἂν δὲ μικρὸν ἀναμείνῃς, μέλλουσιν οἱ ἐμοὶ δεσπόται ποιήσειν γάμους, κἀγὼ τηνικαῦτα πολλὰ φαγὼν πιμελέστερος ἔσομαι, καὶ σοὶ ἡδύτερον βρῶμα γενήσομαι.“ Ὁ μὲν οὖν λύκος πεισθεὶς ἀπῆλθε· μεθʼ ἡμέρας δʼ ἐπανελθὼν εὗρεν ἄνω ἐπὶ τοῦ δώματος τὸν κύνα καθεύδοντα, καὶ στὰς κάτωθεν πρὸς ἑαυτὸν ἐκάλει, ὑπομιμνήσκων αὐτὸν τῶν συνθηκῶν. Καὶ ὁ κύων· „ἀλλʼ, ὦ λύκε, εἰ τὸ ἀπὸ τοῦδε πρὸ τῆς ἐπαύλεώς με ἴδοις καθεύδοντα, μηκέτι γάμους ἀναμείνῃς.“ Ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες σωθῶσι, διὰ βίου τοῦτο φυλάττονται.Κύων εἰσπηδήσας εἰς μαγειρεῖον καὶ τοῦ μαγείρου ἀσχολουμένου καρδίαν ἁρπάσας, ἔφυγεν. Ὁ δὲ μάγειρος ἐπιστραφεὶς, ὡς εἶδεν αὐτὸν φεύγοντα, εἶπεν· „ὦ οὗτος, ἴσθι ὡς, ὅπουπερ ἄν ᾖς, φυλάξομαί σε· οὐ γὰρ ἀπʼ ἐμοῦ καρδίαν εἴληφας, ἀλλʼ ἐμοὶ καρδίαν δέδωκας.“ Ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται.Κύων κρέας ἔχουσα ποταμὸν διέβαινε· θεασαμένη δὲ τὴν ἑαυτῆς σκιὰν κατὰ τοῦ ὕδατος, ὑπέλαβεν ἑτέραν κύνα εἶναι, μεῖζον κρέας ἔχουσαν· διόπερ ἀφεῖσα τὸ ἴδιον ὥρμησεν ὡς τὸ ἐκείνης ἀφαιρησομένη. Συνέβη δʼ αὐτῇ ἀμφοτέρων στερηθῆναι, τοῦ μὲν μὴ ἐφικομένῃ, διότι μηδὲ ἦν, τοῦ δʼ, ὅτι ὑπὸ τοῦ ποταμοῦ παρεσύρη. Πρὸς ἂνδρα πλεονέκτην ὁ λόγος εὔκαιρος.Κώνωψ πρὸς λέοντα ἐλθὼν εἶπεν· „οὔτε φοβοῦμαί σε, οὔτε δυνατώτερός μου εἶ· εἰ δὲ μὴ, τίς σοί ἐστιν ἡ δύναμις; ὅτι ξύεις τοῖς ὄνυξι, καὶ δάκνεις τοῖς ὀδοῦσι; τοῦτο καὶ γυνὴ τῷ ἀνδρὶ μαχομένη ποιεῖ. Ἐγὼ , δὲ λίαν ὑπάρχω σου ἰσχυρότερος· εἰ δὲ θέλεις, ἔλθωμεν καὶ εἰς πόλεμον. Καὶ σαλπίσας ὁ κώνωψ ἐνεπήγετο, δάκνων τὰ περὶ τὰς ῥῖνας αὐτοῦ ἄτριχα πρόσωπα. Ὁ δὲ λέων τοῖς ἰδίοις ὄνυξι κατέλυεν ἑαυτὸν, ἕως οὗ ἠγανάκτησεν. Ὁ κώνωψ δὲ, νικήσας τὸν λέοντα καὶ σαλπίσας καὶ ἐπινίκιον ᾄσας, ἀπέπτατο. Ἀράχνης δὲ δεσμῷ ἐμπλακεὶς, ἐσθιόμενος ἀπωδύρετο, ὅτι μεγίστοις πολεμῶν ὑπὸ εὐτελοῦς ζώου, τῆς ἀράχνης, ἀπώλετο. Ὁ μῦθος πρὸς τοὺς καταβάλλοντας μεγάλους καὶ ὑπὸ μικρῶν καταβαλλομένους.Κώνωψ ἐπιστὰς κέρατι ταύρου, καὶ πολὺν χρόνον ἐπικαθίσας, ἐπειδὴ ἀπαλλάττεσθαι ἔμελλεν, ἐπυνθάνετο τοῦ ταύρου, εἰ ἤδη βούλεται αὐτὸν ἀπελθεῖν. Ὁ δὲ ὑποτυχὼν ἔφη· „ἀλλʼ οὔτε ὅτε ἦλθες, ἔγνων, οὔτε ἐὰν ἀπέλθῃς, γνώσομαι.“ Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ἀδύνατον, ὃς οὔτε παρὼν οὔτε ἀπὼν ἐπιβλαβὴς ἢ ὠφέλιμός ἐστι.Λαγωοί ποτε πολεμοῦντες ἀετοῖς παρεκάλουν εἰς συμμαχίαν ἀλώπεκας· αἱ δʼ ἔφασαν· „ἐβοηθήσαμεν ἄν ὑμῖν, εἰ μὴ ιᾔδειμεν, τίνες ἐστὲ, καὶ τίσι πολεμεῖτε.“ Ὁ λόγος δηλοῖ, ὅτι οἱ φιλονεικοῦντες τοῖς κρείττοσι σὺν τῷ διαμαρτεῖν καὶ καταπαίζονται.Λαγωοὶ καταγνόντες ἑαυτῶν δειλίαν ἔγνωσαν δεῖν ἑαυτοὺς κατακρημνίσαι. Παραγενομένων δὲ αὐτῶν ἐπί τινα κρημνὸν, ᾧ λίμνη ἐπέκειτο, ἐνταῦθα βάτραχοι ἀκούσαντες τῆς ποδοψοφίας ἑαυτοὺς εἰς τὰ βάθη τῆς λίμνης ἐδίδοσαν. Εἷς δέ τις τῶν λαγωῶν θεασάμενος αὐτοὺς ἔφη πρὸς τοὺς ἑτέρους· „ἀλλὰ μηκέτι ἑαυτοὺς κατακρημνίσωμεν· ἰδοὺ γὰρ εὕρηνται καὶ ἡμῶν δειλότερα ζῶα.“ Οὕτω καὶ τοῖς ἀνθρώποις αἰ τῶν ἄλλων δυστυχίαι τῶν ἰδίων δυστυχημάτων παραμύθιον γίνονται.