Κορώνη, Ἀθηνᾷ θύουσα, κύνα ἐπὶ ἑστίασιν ἐκάλει. Ὁ δὲ πρὸς αὐτὴν ἔφη· „τί μάτην τὰς θυσίας ἀναλίσκεις; ἡ γὰρ θεὸς οὕτω σε μισεῖ, ὡς κὰκ τῶν συντρόφων σοι οἰωνῶν τὴν πίστιν περιελεῖν.“ Καὶ ἡ κορώνη πρὸς αὐτόν· „διὰ τοῦτο μᾶλλον αὐτῇ θύω, ἵνα διαλλαγῇ μοι.“ Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ διὰ κέρδος τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν.Γεωργοῦ παῖς ὤπτα κοχλίας. Ἀκούσας δὲ αὐτῶν τρυζόντων, ἔφη· „ὦ κάκιστα ζῶα, τῶν οἰκιῶν ὑμῶ ἐμπιπραμένων, αὐτοὶ ἄδετε;“ Ὁ μῦθος δηλοῖ, ὅτι πᾶν τὸ παρὰ καιρὸν δρώμενον ἐπονείδιστον.Ἀνὴρ εὐπορῶν χῆνά τε ἅμα καὶ κύκνον ἔτρεφεν, οὐκ ἐπὶ τοῖς αὐτοῖς μέντοι· τὸν μὲν γὰρ ᾠδῆς, τὸν δὲ τραπέζης ἕνεκεν. Ἐπεὶ δὲ ἔδει τὸν χῆνα παθεῖν ἐφʼ οἷς ἐτρέφετο, νὺξ μὲν ἦν, καὶ διαγινώσκειν ὁ καιρὸς οὐκ ἀφῆκεν ἑκάτερον. Ὁ δὲ κύκνος, ἀντὶ τοῦ χηνὸς ἀπαχθεὶς, ᾄδει τι μέλος θανάτου προοίμιον· καὶ τῇ μὲν ᾠδῇ μηνύει τὴν φύσιν, τὴν δὲ τελευτὴν διαφεύγει τῷ μέλει. Ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις ἡ μουσικὴ τελευτῆς ἀναβολὴν ἀπεργάζεται.Τοὺς κύκνους φασὶ παρὰ τὸν θάνατον ᾄδειν. Καὶ δή τις περιτυχὼν κύκνῳ πωλουμένῳ, καὶ ἀκούσας, ὅτι εὐμελέστατον ζῶον, ἠγόρασε. Καὶ ἔχων ποτὲ σύνδειπνον, προσελθὼν παρεκάλει αὐτὸν ᾆσαι παρὰ τὸν πότον. Τοῦ δὲ τότε μὲν ἡσυχάσαντος, ὕστερον δέ ποτε, ὡς ἐνόησεν, ὅτι ἀποθνήσκειν ἔμελλε, θρηνοῦντος αὑτὸν, ὁ δεσπότης ἀκούσας ἔφη· „ἀλλʼ εἰ σὺ οὐκ ἄλλως ᾄδεις, ἐὰν μὴ ἀποθνήσκῃς, ἐγὼ μάταιος ἤμην τότε, ὅτε σε παρεκάλουν, ἀλλʼ οὐκ ἔθυον.“ Οὕτω τινὲς τῶν ἀνθρώπων, ἃ μὴ βούλονται ἑκουσίως ποιεῖν, ἄκοντες ταῦτα ἐπιτελοῦσιν.Ἔχων τις δύο κύνας, τὸν μὲν θηρεύειν ἐδίδαξε, τὸν δὲ οἰκουρὸν ἐποίησε. Καὶ δὴ, εἴ ποτε ὁ θηρευτικὸς ἐξιὼν πρὸς ἄγραν συνελάμβανέ τι, ἐκ τούτου μέρος καὶ τῷ ἑτέρῳ παρέβαλλεν. Ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ, καὶ τὸν ἕτερον ὀνειδίζοντος, εἴγε αὐτὸς μὲν ἐξιὼν διόλου μοχθεῖ, ὁ δὲ οὐδὲν ποιῶν τοῖς ἑαυτοῦ πόνοις ἐντρυφᾷ, ἐκεῖνος ἔφη πρὸς αὐτόν· „ἀλλὰ μὴ ἐμὲ μέμφου, τὸν δεσπότην δὲ, ὅς οὐ πονεῖν με ἐδίδαξεν, ἀλλʼ ἀλλοτρίους πόνους ἐσθίειν.“ Οὕτω καὶ τῶν παίδων οἱ ῥᾴθυμοι οὐ μεμπτέοι εἰσὶν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἀγάγωσιν.Κύνες λιμώττουσαι, ὡς ἐθεάσαντο ἔν τινι ποταμῷ βύρσας βρεχομένας, μὴ δυνάμεναι αὐτῶν ἐφικέσθαι, συνέθεντο ἀλλήλαις, ὅπως τὸ ὕδωρ ἐκπίωσιν, εἶθʼ οὕτως ἐπὶ τὰς βύρσας παραγένωνται. Συνέβη δʼ αὐτὰς πινούσας διαῤῥαγῆναι πρὶν ἢ τῶν βυρσῶν ἐφικέσθαι. Οὕτως ἔνιοι τῶν ἀνθρώπων διʼ ἐλπίδα κέρδους ἐπισφαλεῖς μόχθους ὑφιστάμενοι φθάνουσι πρότερον καταναλισκόμενοι ἤ ὧν βούλονται περιγενόμενοι.Λέοντος δορὰν κύνες εὑρόντες, διεσπάραττον ταύτην. Τούτοις δὲ ἀλώπηξ ἰδοῦσα ἔφη· „εἰ οὗτος ὁ λέων τοῖς ζῶσι συνῆν, εἴδετε ἂν τοὺς αὐτοῦ ὄνυχας ἰσχυροτέρους τῶν ὑμετέρων ὀδόντων.“ Ὁ μῦθος δηλοῖ τοὺς τῶν ἐνδόξων καταφρονοῦντας, ὅταν τῆς δόξης ἐκπίπτωσιν.Ἤιει κυνηγὸς ἐξ ὄρους κυνηγήσας, ᾔει δὲ γριπεὺς κύρτον ἰχθύων πλήσας. καί πως συνηβόλησαν οἱ δύʼ ἀλλήλοις· χὡ μὲν κυνηγὸς ἰχθύων ἁλιπλώων, θήραν δʼ ὁ γριπεὺς ᾑρέτιζεν ἀγρείην, ἃ τʼ εἶχον ἀντέδωκαν· εἶτα τὴν θήρην ἤμειβον αἰεί, δεῖπνα δʼ εἶχον ἡδίω, ἕως τις αὐτοῖς εἶπεν· „ἀλλὰ καὶ τούτων τὸ χρηστὸν ἐξολεῖτε τῇ συνηθείᾳ, πάλιν δʼ ἕκαστος ἃ πρὶν εἶχε ζητήσει.“ Ὅτι πᾶς δυσάρεστος, τοῦ παρόντος ἡδέος μικρόν τι ἀπολαύσας, εὐθὺς τὴν ἐπιθυμίαν ἐφʼ ἕτερον τρέπει.Δηχθείς τις ὑπὸ κυνὸς τὸν ἰασόμενον περιῄει ζητῶν. Ἐντυχὼν δέ τις αὐτῷ καὶ γνοὺς ὅ ζητεῖ, „ὦ οὗτος“ εἶπεν, „εἰ σώζεσθαι βούλει, λαβὼν ἄρτον, καὶ τούτῳ τὸ αἷμα τῆς πληγῆς ἐκμάξας, τῷ δακόντι κυνὶ φαγεῖν ἐπίδος.“ Κἀκεῖνος γελάσας ἔφη· „ἀλλʼ εἰ τοῦτο ποιήσω, δεήσει με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δηχθῆναι.“ μῦθος δηλοῖ, ὅτι καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ εὐεργετούμενοι μᾶλλον ἀδικεῖν παροξύνονται.Κύων, ἐν τῷ χειμῶνι συστρεφόμενος καὶ συσπειρώμενος διὰ τὸ ῥιγοῦν, οἰκίαν ποιεῖν διενοεῖτο. Θέρους δʼ οὖ πάλιν ἐκτεταμένος καθεύδων, ἐφαίνετο μέγας ἑαυτῷ, καὶ οὔτε ἀναγκαῖον ἡγεῖτο οὔτε μικρὸν ἔργον, οἰκίαν περιβάλλεσθαι τοιαύτην.Ὠά τις κύων καταπίνειν εἰθισμένος, ἰδών τινα κόχλον, χάνος τὸ στόμα αὑτοῦ, μεγίστῃ συνολκῇ καταπέπωκε τοῦτον, οἰηθεὶς ὠὸν εἶναι. Βαρούμενος δὲ τὰ σπλάγχνα καὶ ὀδυνόμενος, ἔλεγε· „δίκαια ἔγωγε πέπονθα, εἴγε πάντα τὰ περιφερῆ ὠὰ πεπίστευκα.“ Διδάσκει ἡμᾶς ὁ λόγος, ὅτι οἱ ἀδικάστως πρᾶγμα προσιόντες λανθάνουσιν ἑαυτοὺς περιπείροντες ἀτόποις.Λάθρᾳ κύων ἔδακνε. Τούτῳ δὲ ὁ δεσπότης κώδωνα ἐκρέμασεν, ὥστε πρόδηλον εἶναι τοῖς πᾶσιν. Οὗτος δὲ, τὸν κώδωνα σείων, ἐν τῇ ἀγορᾷ ἠλαζονεύετο. Γραῦς δὲ εἶπεν αὐτῷ κύων· „τί φαντάζῃ; οὐ διʼ ἀρετὴν τοῦτον φορεῖς, ἀλλὰ διʼ ἔλεγχον τῆς κεκρυμμένης σου κακίας.“ Ὅτι οἱ τῶν ἀλαζονευομένων κενόδοξοι τρόποι πρόδηλοί εἰσι δηλοῦντες τὴν ἀφανῆ κακίαν.Κυὼν καὶ ἀλεκτρυὼν, ἑταιρείαν ποιησάμενοι, ὥδευον. Ἑσπέρας δὲ καταλαβούσης, ὁ μὲν ἀλεκτρυὼν ἐπὶ δένδρου ἐκάθευδεν ἀναβὰς, ὁ δὲ κυὼν πρὸς τῇ ῥίζῃ τοῦ δένδρου, κοίλωμα ἔχοντος. Τοῦ δὲ ἀλεκτρυόνος κατὰ τὸ εἰωθὸς νύκτωρ φωνήσαντος, ἀλώπηξ ἀκούσασα πρὸς αὐτὸν ἔδραμε, καὶ στᾶσα κάτωθεν πρὸς ἑαυτὴν κατελθεῖν ἠξίου· ἐπιθυμεῖν γὰρ ἀγαθὴν οὕτω φωνὴν ζῶον ἔχον ἀσπάσασθαι. Τοῦ δὲ εἰπόντος, τὸν θυρωρὸν πρότερον διυπνίσαι, ὑπὸ τὴν ῥίζαν καθεύδοντα, ὡς ἐκείνου ἀνοίξαντος κατελθεῖν, κἀκείνης ζητούσης αὐτὸν φωνῆσαι, ὁ κύων αἴφνης πηδήσας αὐτὴν διεσπάραξεν. Ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων τοὺς ἐχθροὺς ἐπελθόντας πρὸς ἰσχυροτέρους πέμπουσι παραλογιζόμενοι.