Κόραξ κρέας ἁρπάσας ἐπί τινος δένδρου ἐκάθισεν· ἀλώπηξ δὲ θεασαμένη αὐτὸν καὶ βουλομένη τοῦ κρέως περιγενέσθαι, στᾶσα ἐπῄνει αὐτὸν ὡς εὐμεγέθη τε καὶ καλὸν, λέγουσα καὶ, ὡς πρέπει αὐτῷ μάλιστα τῶν ὀρνέων βασιλεύειν, καὶ τοῦτο πάντως ἄν γένοιτο, εἰ φωνὴν εἶχεν. Ὁ δὲ παραστῆσαι αὐτῇ βουλόμενος, ὅτι καὶ φωνὴν ἔχει, βαλὼν τὸ κρέας μεγάλως ἐκεκράγει· ἐκείνη δὲ προσδραμοῦσα καὶ τὸ κρέας ἁρπάσασα ἔφη· „ὦ κόραξ, ἔχεις τὰ πάντα· νοῦν μόνον κτῆσαι.“ Πρὸς ἄνδρα ἀνόητον ὁ λόγος εὔκαιρος.Τῷ κόρακι τὸ θήραμα τυρὸς ἦν, καὶ ἐν μετεώρῳ φέρων ἐκάθητο. Ἰδοῦσα δὲ ἀλώπηξ ἀπάτῃ περιενόστει τὸν κόρακα· „τί ταῦτα ;“ λέγουσα· „μετριότητι μὲν, ὦ κόραξ, διενήνοχας σώματος, χροιὰν δὲ φέρεις τῇ τῶν ὀρνίθων ἡγεμονίᾳ προσήκουσαν· εἰ δὲ καὶ φωνὴ παρῆν, ἅπασαν ἄν εἶχες τὴν τῶν ὀρνίθων ἀρχήν.“ Ταῦτα δὲ εἶπε πρὸς ἀπάτην. Ὁ δὲ ὑπαχθεὶς, τὸν τυρὸν ἐκβαλὼν, ἀνέκραγε μέγιστον, φωνῆς ἐπίδειξιν τὴν ἀφαίρεσιν ποιῶν τοῦ θηράματος. δὲ λαβοῦσα „φωνὴ μὲν, ὦ κόραξ,“ εἶπεν „προσῆν, ὁ δὲ νοῦς ἐπιλέλοιπεν.“ Ἐχθροῖς πειθαρχῶν ὑποστήσῃ τὴν βλάβην.Κόραξ ὑπὸ παγίδος κρατηθεὶς, ηὔξατο τῷ Ἀπόλλωνι, λιβανωτὸν ἐπιθύσειν ὑπισχνῶν. Σωθεὶς δʼ ἐκ τοῦ κινδύνου, τῆς ὑποσχέσεως ἐπελάθετο. Πάλιν δὲ ὑφʼ ἑτέρας κρατηθεὶς παγίδος, ἀφεὶς τὸν Ἀπόλλωνα, τῷ Ἑρμῇ ὑπέσχετο θῦσαι. Ὁ δὲ πρὸς αὐτὸν ἔφη· „ὦ κάκιστε, πῶς σοι πιστεύσω, ὃς τὸν πρότερον δεσπότην ἤρνησας καὶ ἠδίκησας;“ Ὅτι οἱ πρὸς τοὺς εὐεργετοῦντας ἀγνώμονες γενόμενοι, ἐν περιστάσει ἐμπεσόντες, οὐχ ἕξουσι βοήθειαν.Ἑωρακὼς τὸν κύκνον ὁ κόραξ ἐζήλου τοῦ χρώματος. Οἰηθεὶς δὲ εἶναι τοιοῦτον οἷς ἀπελούετο, τοὺς βωμοὺς ἐκλιπὼν, ὅθεν ἐτρέφετο, λίμναις καὶ ποταμοῖς ἐνδιέτριβε. Καὶ τὸ μὲν σῶμα φαιδρύνων οὐκ ἤμειβε, τροφῆς δὲ ἀπορῶν διεφθείρετο. Φύσιν οὐκ οἶδε μεταβάλλειν ἡ δίαιτα.Κόραξ τροφῆς ἀπορῶν ὡς ἐθεάσατο ὄφιν ἔν τινι εὐηλίῳ τόπῳ κοιμώμενον, τοῦτον καταπτὰς ἥρπασε. Τοῦ δὲ ἐπιστραφέντος καὶ δακόντος αὐτὸν, ἀποθνήσκειν μέλλων ἔφη· „ἀλλʼ ἔγωγε δείλαιος, ὅτι τοιοῦτον ἕρμαιον εὗρον, ἐξ οὐ καὶ ἀπόλλυμαι.“ Οὗτος ὁ λόγος λεχθείη ἂν πρὸς ἄνδρα, ὅς διὰ θησαυροῦ εὕρεσιν καὶ περὶ σωτηρίας ἐκινδύνευσε.Ἰκτῖνος ὄφιν ἄνω πετάσας φέρει. Ὁ δὲ ἐπιστραφεὶς, καὶ δακὼν τοῦτον [αὖθις] εὐθὺς ἔκτεινεν. Ὁ δʼ ὄφις ἀνεβόα· „ἵνα τί ἄρα οὕτως αὐτὸς ἐμάνης, ὥστε τοὺς μηδὲν ὅλως ἠδικηκότας βλάπτειν ἐβούλου καὶ θάνατον προσάγειν ; ὅμως πέπονθας ὅ ἐβούλου μοι πρᾶξαι.“ Ὅτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεῖς ἀδικῶν, ἰσχυροτέροις ἐμπεσών ποτε, καὶ μὴ ἐλπίζων, ἐκτίσει ἃ πρότερον πεποίηκε κακά.Κόραξ νοσῶν ἔφη τῇ μητρί· „εὔχου τοῖς θεοῖς καὶ μὴ θρήνει.“ δʼ ὑπολαβοῦσα ἔφη· „τίς σε, τέκνον, τῶν θεῶν ἐλεήσει ; τίνος γὰρ κρέας ὑπὸ σοῦγε οὐκ ἐκλάπη;“ Ὁ μῦθος δηλοῖ, ὅτι οἱ πολλούς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν.Κορυδαλλὸς, εἰς πάγην ἁλοὺς, θρηνῶν ἔλεγεν· „οἴμοι τῷ ταλαιπώρῳ καὶ δυστήνῳ πτηνῷ· οὐ χρυσὸν ἐνοσφισάμην τινὸς, οὐκ ἂργυρον, οὐκ ἄλλο τι τῶν τιμίων· κόκκος δὲ σίτου μικρὸς τὸν θάνατόν μοι προὐξένησεν.“ Ὁ μῦθος πρὸς τοὺς διὰ κέρδος εὐτελὲς μέγαν ὑφισταμένους κίνδυνον.Κορυδαλὸς ἦν τις ἐν χλόῃ νεοσσεύων, ὁ τῷ χαραδριῷ πρὸς τὸν ὄρθρον ἀντᾴδων, ὃς παῖδας εἶχε ληίου κόμῃ θρέψας λοφῶντας ἤδη καὶ πτεροῖσιν ἀκμαίους. ὁ δὲ τῆς ἀρούρης δεσπότης ἐποπτεύων, ὡς ξηρὸν εἶδε τὸ θέρος, εἶπε· „νῦν ὥρη πάντας λαβεῖν μοι τοὺς φίλους, ἵνʼ ἀμήσω.“ καί τις κορυδαλοῦ τῶν λοφηφόρων παίδων ἤκουσεν αὐτοῦ τῷ τε πατρὶ μηνύει, σκοπεῖν κελεύων ποῦ σφέας μεταστήσει. ὁ δʼ εἶπεν· „οὔπω καιρός ἐστι νῦν φεύγειν ὃς γὰρ φίλοις πέποιθεν οὐκ ἄγαν σπεύδει.“ ὡς δʼ αὖθις ἐλθών ἡλίου δʼ ὑπʼ ἀκτίνων ἤδη ῥέοντα τὸν στάχυν θεωρήσας, μισθὸν μὲν ἀμητῆρσιν αὔριον πέμψειν, μισθὸν δὲ πᾶσι δραγματηφόροις δώσειν εἶπεν, κορυδαλὸς παισὶ νηπίοις οὕτως· „νῦν ἔστιν ὥρη, παῖδες, ἀλλαχοῦ φεύγειν, ὅτʼ αὐτὸς αὑτῷ κοὐ φίλοισι πιστεύει.“ Ὁ μῦθος διδάσκει ἡμᾶς ἐμπιμελεῖσθαι τῶν οἰκείων, ὅση δύναμις, καὶ μὴ καταφρονεῖν, θαῤῥοῦντας ταῖς τῶν φίλων συνδρομαῖς.Ἀμαθὴς γὰρ ἔφυς κοὐ πολυπράγμων, οὐδʼ Αἴσωπον πεπάτηκας, ὃς ἐφασκε λέγων κορυδὸν πάντων πρώτην ὄρνιθα γενέσθαι, προτέραν τῆς γῆς, κἄπειτα νόσῳ τὸν πατέρʼ αὐτῆς ἀποθνήσκειν· γῆν δʼ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον· τὴν δʼ ἀποροῦσαν ὑπʼ ἀμηχανίας τὸν πατέρʼ αὐτῆς ἐν τῇ κεφαλῇ κατορύξαι.Κορώνη, φθονήσασα κόρακι ἐπὶ τῷ διὰ οἰωνῶν μαντεύεσθαι ἀνθρώποις καὶ τὸ μέλλον προφαίνειν καὶ διὰ τοῦτο ὑπʼ αὐτῶν μαρτυρεῖσθαι, ἠβουλήθη τῶν αὐτῶν ἐφικέσθαι. Καὶ δὴ θεασαμένη τινὰς ὁδοιπόρους παριόντας, ἧκεν ἐπί τι δένδρον καὶ στᾶσα μεγάλως ἐκεκράγει· τῶν δὲ πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ καταπλαγέντων, εἷς τις ὑποτυχὼν ἔφη· “ἀλλʼ ἀπίωμεν, ὦ φίλοι· κορώνη γάρ ἐστιν, ἥτις κεκραγυῖα οἰωνὸν οὐκ ἔχει.“ Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι καὶ γέλωτα ὀφλισκάνουσι.