Κοιλία καὶ πόδες περὶ δυνάμεως ἤριζον. Παρʼ ἕκαστα δὲ τῶν ποδῶν λεγόντων, ὅτι προέχουσι τῇ ἰσχύϊ τοσοῦτον, ὥστε καὶ αὐτὴν τὴν γαστέρα βαστάζειν, ἐκείνη ἀπεκρίνατο· „ὦ οὗτοι, ἐὰν μὴ ἐγὼ τροφὴν προσλάβωμαι, οὐδʼ ὑμεῖς βαστάζειν δυνήσεσθε.“ Οὕτω καὶ ἐπὶ τῶν στρατευμάτων ἀδύνατοί εἰσιν οἱ στρατιῶται, ἄν μὴ οἱ στρατηγοὶ ἄριστα φρονῶσι.Τῷ κόκκυγί φησιν Αἴσωπος ἐρωτῶντιτοὺς λεπτοὺς ὄρνιθας, ὅ,τι φευγοιεν αὐτὸν, εἰπεῖν ἐκείνους, ὡς ἔσται ποτὲ ἱέραξ.Κολοιὸς λιμώττων ἐπί τινος συκῆς ἐκάθισεν· εὑρὼν δὲ τοὺς ὀλύνθους μηδέπω πεπείρους, προσέμενεν ἕως σῦκα γένωνται. Ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἐγχρονίζοντα καὶ τὴν αἰτίαν παρʼ αὐτοῦ μαθοῦσα, ἔφη· „ἀλλὰ πεπλάνησαι, ὦ οὗτος, ἐλπίδι προσέχων, ἥτις βουκολεῖν μὲν οἶδε, τρέφειν δὲ οὐδαμῶς.“ [Πρὸς ἄνδρα φιλόνεικον ὁ λόγος εὔκαιρος.]Κάλλους ἦν ἀγὼν, καὶ παρὰ τῷ Διὶ κριθησόμενοι πάντες οἱ ὄρνεις ἐφοίτων, Ἑρμοῦ τὴν κυρίαν ὁρίζοντος. Ποταμούς τε καὶ λίμνας ἅπαντες κατελάμβανον, τὰ μὲν φαῦλα τῶν πτερῶν ἀποβάλλοντες, τὰ δὲ κρείττω φαιδρύνοντες. Κολοιὸς δὲ, οὐδὲν εὐπρεπὲς ἔχων ἀπὸ τῆς φύσεως, ἃ τῶν ἄλλων ἐξέπιπτε, ταῦτα οἰκεῖον συνέθηκε κόσμον. Γλαὺξ δὲ μόνη ἐπιγνοῦσα, τὸ ἑαυτῆς ἀφῃρεῖτο τὸν κολοιὸν, καὶ τὰ ἄλλα πράττειν ἀνέπειθεν. Ἀφαιρεθεὶς δὲ τὰ παρὰ πάντων ὁ κολοιὸς γυμνὸς εἰς τὴν Διὸς ἀφίκετο κρίσιν. Κόσμος ἐπείσακτος αἰσχύνη τοῖς ἔχουσι.Ζεὺς, βουλόμενος βασιλέα καταστῆσαι ὀρνέων, προθεσμίαν αὐτοῖς ἔταξεν, ἐν ᾗ παραγενήσονται πάντες πρὸς αὐτὸν, ὅπως τὸν ὡραιότερον πάντων καταστήσῃ ἐπʼ αὐτούς βασιλέα. Τὰ δὲ παραγενόμενα ἐπί τινα ποταμὸν ἀπενίζοντο. Κολοιὸς δὲ. συνιῶν ἑαυτῷ περικειμένην δυσμορφίαν, ἀπελθὼνκαὶτὰ ἀποπίπτοντα τῶν ὀρνέων πτερὰ συλλεξάμενος, ἑαυτῷ περιέθηκέ τε καὶ προσεκόλλησε. Συνέβη οὖν ἐκ τούτου εὐειδέστερον πάντων γενέσθαι. Ἐπέστη οὖν ἡ ἡμέρα τῆς προθεσμίας, καὶ ἦλθον πάντα τὰ ὄρνεα πρὸς τὸν Δία. Τοῦ δὲ Διὸς μέλλοντος χειροτονῆσαι αὐτοῖς τὸν κολοιὸν βασιλέα διὰ τὴν εὐπρέπειαν, ἀγανακτήσαντα τὰ ὄρνεα ἕκαστον τὸ οἰκεῖον πτερὸν ἀφείλετο ἐξ αὐτοῦ· καὶ ὁ κολοιὸς ἦν πάλιν κολοιός. Ὁ μῦθος δηλοῖ, ὅτι καὶ οἱ χρεωφειλέται καὶ ἐπικτήτους προσκτώμενοι πλούτους, μέχρις ἄν κατέχωσι τὰ ἀλλότρια, δοκοῦσιν εἶναί τινες· ἐπειδὰν δὲ αὐτὰ ἀπαιτηθῶσιν, ὁποῖοι ἦσαν πρότερον γινώσκονται.Κολοιὸς, τῷ μεγέθει τῶν ἄλλων κολοιῶν διαφέρων, ὑπερφρονήσας τοὺς ὁμοφύλους παρεγένετο πρὸς τοὺς κόρακας, καὶ τούτοις ἠξίου συνδιαιτᾶσθαι. Οἱ δὲ ἀγνοοῦντες αὐτοῦ τό τε εἶδος καὶ τὴν φωνὴν παίοντες αὐτὸν ἐξέβαλον. Καὶ ὅς ἀπελαθεὶς ὑπʼ αὐτῶν ἧκε πάλιν εἰς τοὺς κολοιούς· οἱ δὲ ἀγανακτοῦντες ἐπὶ τῇ ὕβρει οὐ προσεδέξαντο αὐτόν· οὕτω τε συνέβη αὐτῷ τῆς μετʼ ἀμφοτέρων διαίτης στερηθῆναι. Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τὰς πατρίδας ἀπολιμπάνοντες καὶ τὴν ἀλλοδαπὴν προκρίνοντες οὔτε ἐν ἐκείνοις εὐδοκιμοῦσι, καὶ ὑπὸ τῶν ἰδίων πολιτῶν ἀποστρέφονται.Κολοιὸς ἔν τινι περιστερεῶνι περιστερὰς ἰδὼν καλῶς τρεφομένας, λευκάνας ἑαυτὸν ἦλθεν, ὡς καὶ αὐτὸς τῆς αὐτῆς διαίτης μεταληψόμενος. Αἱ δὲ, μέχρι μὲν ἡσύχαζεν, οἰόμεναι περιστερὰν αὐτὸν εἶναι, προσίεντο· ἐπεὶ δέ ποτε ἐκλαθόμενος ἐφθέγξατο, τηνικαῦτα τὴν αὐτοῦ γνοῦσαι φύσιν, ἐξήλασαν παίουσαι. Καὶ ὃς ἀποτυχὼν τῆς ἐνταῦθα τροφῆς, ἐπανῆκε πρὸς τοὺς κολοιοὺς πάλιν. Κἀκεῖνοι διὰ τὸ χρῶμα αὐτὸν οὐκ ἐπιγνόντες, τῆς μεθʼ αὐτῶν διαίτης ἀπεῖρξαν, ὥστε δυοῖν ἐπιθυμήσαντα μηδετέρας τυχεῖν. Ὁ μῦθος δηλοῖ, ὅτι δεῖ καὶ ἡμᾶς τοῖς ἑαυτῶν ἀρκεῖσθαι, λογιζομένους, ὅτι ἡ πλεονεξία πρὸς τῷ μηδὲν ὠφελεῖν ἀφαιρεῖται καὶ τὰ προσόντα πολλάκις.Κολοιόν τις συλλαβὼν καὶ δήσας τον αὐτοῦ πόδα λίνῳ, τοῖς αὑτοῦ παισὶν ἔδωκεν. Ὁ δὲ οὐχ ὑπομείνας τὴν μετʼ ἀνθρώπων δίαιταν, ὡς πρὸς ὀλίγον ἀδείας ἔτυχε, φυγὼν ἧκεν εἰς τὴν ἑαυτοῦ καλιάν. Περιειληθέντος δὲ τοῦ δεσμοῦ τοῖς κλάδοις, ἀναπτῆναι μὴ δυνάμενος, ἐπειδὴ ἀποθνήσκειν ἔμελλεν, ἔφη πρὸς ἑαυτόν· „ἀλλʼ ἔγωγε δείλαιος, ὅστις τὴν μετὰ τῶν ἀνθρώπων δουλείαν μὴ ὑπομείνας ἔλαθον ἐμαυτὸν καὶ σωτηρίας στερήσας.“ Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν ἐπʼ ἐκείνους τῶν ἀνθρώπων, οἵτινες μετρίων ἑαυτούς κινδύνων ῥύσασθαι βουλόμενοι ἔλαθον εἰς μείζονα δεινὰ πεσόντες.Ἀνήρ τις ἀποδημήσας, εἶτα δὲ πάλιν πρὸς τὴν ἑαυτοῦ γῆν ἐπανελθὼν, ἄλλα τε πολλὰ ἐν διαφόροις ἠνδραγαθηκέναι χώραις ἐκόμπαζε, καὶ δὴ κἀν τῇ Ῥόδῳ πεπηδηκέναι πήδημα, οἷον οὐδεὶς τῶν ἐπʼ αὐτοῦ δυνατὸς ἂν εἴη πηδῆσαι. Πρὸς ταῦτα δὲ καὶ μάρτυρας τοὺς ἐκεῖ παρόντας ἔλεγεν ἔχειν. Τῶν δὲ παρόντων τις ὑπολαβὼν ἔφη· „ὦ οὗτος, εἰ ἀληθὲς τοῦτʼ ἔστιν, οὐδὲν δεῖ σοι μαρτύρων· ἰδοὺ ἡ Ῥόδος, ἰδοῦ καὶ τὸ πήδημα.“ Ὁ μῦθος δηλοῖ, ὅτι, ἐὰν μὴ πρόχειρος ἡ τοῦ πράγματος ἀπόδειξις ᾖ, πᾶς λόγος περιττός ἐστιν.Ἀνὴρ πένταθλος ἐπʼ ἀνανδρίᾳ ἑκάστοτε ὑπὸ τῶν πολιτῶν ὀνειδιζόμενος, ἀποδημήσας ποτὲ καὶ μετὰ χρόνον ἐπανελθὼν, ἀλαζονευόμενος ἔλεγεν, ὡς πολλὰ μὲν) καὶ ἐν ἄλλαις πόλεσιν ἀνδραγαθήσας ἐν τῇ Ῥόδῳ τοιοῦτον ἥλατο πήδημα, ὡς μηδένα τῶν Ὀλυμπιονικῶν ἐφικέσθαι· καὶ τούτου μάρτυρας ἔφη παρέξεσθαι τοὺς παρατετυχηκότας ἄνδρας, ἄν ἄρα ποτὲ ἐπιδημήσωσι. Τῶν δὲ παρόντων τις ὑποτυχὼν ἔφη πρὸς αὐτόν· “ἀλλʼ ὦ φίλε, εἰ τοῦτο ἀληθές ἐστιν, οὐδὲν δεῖ σοι μαρτύρων· αὕτη γὰρ Ῥόδος καὶ πήδημα. Ὁ λόγος δηλοῖ, ὅτι, ὧν πρόχειρος ἡ διʼ ἔργων πεῖρα, περὶ τούτων πᾶς λόγος περιττός ἐστι.