Ἵππον τὸν ἑαυτοῦ στρατιώτης, ἕως μὲν καιρὸς τοῦ πολέμου ἦν, ἐκρίθιζεν, ἔχων συνεργὸν ἐν ταῖς ἀνάγκαις· ὅτε δὲ ὁ πόλεμος κατεπαύσατο, εἰς δουλείας τινὰς καὶ φόρτους βαρεῖς ὁ ἵππος ὑπούργει, ἀχύρῳ μόνῳ τρεφόμενος. Ὡς δὲ πάλιν πόλεμος ἠκούσθη καὶ ἡ σάλπιγξ ἐφώνει, τὸν ἵππον χαλινώσας ὁ δεσπότης, καὶ αὐτὸς καθοπλισθεὶς, ἐπέβη. Ὁ δὲ συνεχῶς κατέπιπτε μηδὲν ἰσχύων· ἔφη δὲ τῷ δεσπότῃ· „ἄπελθε μετὰ τῶν πεζῶν ὁπλιτῶν ἄρτι· σὺ γὰρ ἀφʼ ἵππου εἰς ὄνον με μετεποίησας· καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον θέλεις ἔχειν;“Δρῦν ἄνεμος ἐκριζώσας ἐν ποταμῷ ἔῤῥιψεν. Ἡ δὲ φερομένη τοὺς καλάμους ἐρωτᾷ· „πῶς ὑμεῖς, ἀσθενεῖς ὄντες καὶ λεπτοὶ, ὑπὸ τῶν βιαίων ἀνέμων οὐκ ἐκριζοῦσθε;“ Οἱ δὲ εἶπον· „ὑμεῖς τοῖς ἀνέμοις μάχεσθε καὶ ἀνθίστασθε, καὶ διὰ τοῦτο ἐκριζοῦσθε· ἡμεῖς δὲ, παντὶ ἀνέμῳ ὑποπίπτοντες, ἀβλαβεῖς διαμένομεν.“ Ὅτι οὐ δεῖ ἀνθίστασθαι τοῖς κρατοῦσιν, ἀλλʼ ὑποτάττεσθαι καὶ ὑπακούειν.Διὰ καρτερίαν καὶ ἡσυχίαν καὶ ἰσχύν κάλαμος καὶ ἐλαία ἤριζον. Τοῦ δὲ καλάμου ὀνειδιζομένου ὑπὸ τῆς ἐλαίας, ὡς ἀδύνατός ἐστι καὶ ῥᾳδίως ὑποκλίνεται πᾶσι τοῖς ἀνέμοις, ὁ κάλαμος οὐδὲν ἐφθέγξατο. Καὶ μικρὸν ὑπομείνας, ἐπειδὴ ἀνέμου ἰσχυροῦ γενομένου ὁ μὲν κάλαμος σεισθεὶς καὶ ὑποκλιθεὶς τοῖς ἀνέμοις, ῥᾳδίως διεσώθη, ἡ δὲ ἐλαία ῥιζωθεῖσα, ἐπειδὴ ἀντέτεινε τοῖς ἀνέμοις, τῇ βίᾳ κατεκλάσθη, ἤλεγξεν αὐτὴν, ὅτι ματαίως [καὶ μάτην] ἐπαίρεται ἐπὶ τῇ οἰκείᾳ δυνάμει. Ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ οἱ πρὸς τὸν καιρὸν καὶ τοὺς κρείττονας αὑτῶν μὴ ἀνθιστάμενοι κρείττονές εἰσι τῶν πρὸς μείζονας φιλονεικούντων. [Ἤ, ὅτι οὐ δεῖ τοῖς κρείττοσιν ἀντιπίπτειν.]Τὰ δένδρα ποτὲ κατεασσόμενα ὑπὸ τῶν ἀνέμων, ὡς ἑώρων τοὺς καλάμους ἀσινεῖς διαμένοντας, ἐπυνθάνοντο αὐτῶν, πῶς καὶ τίνι τρόπῳ αὐτὰ μὲν, ἰσχυρὰ καὶ ἐμβριθῆ ὄντα, οὕτως κατακλᾶται, οἱ δὲ, λεπτοὶ καὶ ἀσθενεῖς ὄντες, οὐδὲν πάσχουσι. Κἀκεῖνοι ἔφασαν· „ὅτι ἡμεῖς συνειδότες ἑαυτοῖς ἀσθένειαν εἴκομεν τῇ τῶν ἀνέμων προσβολῇ, καὶ οὕτως τὰς ὁρμὰς ἐκκλίνομεν· ὑμεῖς δὲ, πεποιθότες τῇ ἰδίᾳ δυνάμει, ἀντιστῆναι πειρᾶσθε, καὶ διὰ τοῦτο κατεάσσεσθε.“ Ὁ λόγος δηλοῖ, ὅτι πρὸς τὰ χαλεπὰ τῶν πραγμάτων τὸ εἴκειν τοῦ ἀντιτάσσεσθαι ἀσφαλέστερόν ἐστι.Ὅτε πρῶτον κάμηλος ὤφθη, οἱ ἄνθρωποι φοβηθέντες καὶ τὸ μέγεθος καταπλαγέντες ἔφευγον. Ὡς δὲ χρόνου προϊόντος συνεῖδον αὐτῆς τὸ πρᾷον, ἐθάῤῥησαν μέχρι τοῦ προσελθεῖν. Αἰσθόμενοι δὲ κατὰ μικρὸν τὸ ζῶον ὡς χολὴν οὐκ ἔχει, εἰς τοσοῦτον καταφρονήσεως ἦλθον, ὥστε καὶ χαλινοὺς αὐτῇ περιθέντες παισὶν ἐλαύνειν δεδώκασιν. Ὁ λόγος δηλοῖ, ὅτι τὰ φοβερὰ τῶν πραγμάτων ἡ συνήθεια μεγάλως καταπραΰνει.Κάμηλος ποταμὸν διέβαινεν ὀξὺ ῥέοντα. Ἀφοδεύσασα δὲ, καὶ τὴν κόπρον εὐθὺς ἔμπροσθεν αὑτῆς ἰδοῦσα διὰ τὸ ὀξὺ τοῦ ῥεύματος, εἶπε· „τί τοῦτο; τὰ ἐξόπισθέν μου ἔμπροσθέν μου ὁρῶ διερχόμενα.“ Τῇ πόλει, ἧς ἔσχατοι καὶ ἄφρονες κρατοῦσιν ἀντὶ τῶν πρώτων καὶ φρονίμων, ἁρμόζει ὁ μῦθος.Κάμηλος ἀναγκαζομένη ὑπὸ τοῦ ἰδίου δεσπότου ὀρχεῖσθαι, εἶπεν· „ἀλλʼ οὐ μόνον ὀρχουμένη εἰμὶ ἄσχημος, ἀλλὰ καὶ περιπατοῦσα.“ Ὁλόγος ἁρμόδιος πρὸς ἄνδρα, ἐν παντὶ ἔργῳ ἀπρέπειαν ἔχοντα.Τῶν ἀλόγων ζώων βουλευομένων βασιλέα ἑλέσθαι, κάμηλος καὶ ἐλέφας καταστάντες ἐφιλονείκουν, καὶ διὰ τὸ μέγεθος τοῦ σώματος καὶ διὰ τὴν ἰσχὺν ἐλπίζοντες πάντων προκρίνεσθαι. Πίθηκος δὲ ἀμφοτέρους ἀνεπιτηδείους εἶναι ἔφη, τὴν μὲν κάμηλον, διότι χολὴν οὐκ ἔχει κατὰ τῶν ἀδικούντων, τὸν δὲ ἐλέφαντα, ὅτι δέος ἐστὶ, μὴ χοιρίδιον, ὅ δέδοικεν, ἡμῖν ἐπιτιθῆται. Ὁ λόγος δηλοῖ, ὅτι πολλοὶ καὶ τῶν μεγίστων πραγμάτων διὰ μικρὰν αἰτίαν κωλύονται.Κάμηλος, θεασαμένη ταῦρον ἐπὶ τοῖς κέρασιν ἀγαλλόμενον, φθονήσασα αὐτῷ ἠβουλήθη καὶ αὐτὴ τῶν ἴσων ἐφικέσθαι. Διὸ καὶ παραγενομένη πρὸς τὸν Δία τούτου ἐδέετο, ὅπως αὐτῇκέρατα προσνείμῃ· καὶ ὁ Ζεὺς ἀγανακτήσας κατʼ αὐτῆς, εἴγε μὴ ἀρκοῖτο τῷ μεγέθει τοῦ σώματος καὶ τῇ ἰσχύι, ἀλλὰ καὶ περισσοτέρων ἐπιθυμοῖ, οὐ μόνον αὐτῇ κέρατα οὐ προσέθηκεν, ἀλλὰ καὶ μέρος τι τῶν ὤτων ἀφείλετο. Οὕτω πολλοὶ διὰ πλεονεξίαν τοῖς ἄλλοις ἐποφθαλμίζοντες λανθάνουσι καὶ τῶν ἰδίων στερούμενοι.Ἔν τινι νησιδίῳ ταῦρος ἐνέμετο· τῇ δὲ τούτου κόπρῳ κάνθαροι ἐτρέφοντο δύο. Καὶ δὴ τοῦ χειμῶνος ἐνισταμένου ὁ εἷς ἔλεγε πρὸς τὸν ἕτερον, ὡς ἄρα βούλοιτο δὴ εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκείνῳ μόνῳ ἡ τροφὴ ἱκανὴ ὑπάρχῃ, καὶ ὡς ἂν ἐκεῖσε ἐλθών τὸν χειμῶνα διαγένηται. Ἔλεγε δὲ ὅτι, ἐὰν πολλὴν εὕρῃ τὴν νομὴν, καὶ αὐτῷ οἴσει. Παραγενόμενος δὲ εἰς τὴν χέρσον, καὶ καταλαβὼν πολλὴν μὲν κόπρον, ὑγρὰν δὲ, μένων ἐνταῦθα ἐτρέφετο. Τοῦ δὲ χειμῶνος διελθόντος πάλιν εἰς τὴν νῆσον διέπτη· ὁ δὲ ἕτερος θεασάμενος αὐτὸν λιπαρὸν καὶ εὐεκτοῦντα, ᾐτιάσατο αὐτὸν, διότι προϋποσχόμενος οὐδὲν ἐκόμισεν. Ὁ δὲ εἶπε· „μὴ ἐμὲ μέμφου, τὴν δὲ φύσιν τοῦ τόπου· ἐκεῖθεν γὰρ τρέφεσθαι μὲν οἷόν τε, φέρεσθαι δὲ οὐδέν.“ Ὁ λόγος ἁρμόσειεν ἄν πρὸς ἐκείνους, οἵ τὰς φιλίας μέχρις ἑστιάσεως μόνον παρέχονται, περαιτέρω δὲ οὐδὲν τοὺς φίλους ὠφελοῦσιν.