Ζεὺς ἄνθρωπον ποιήσας ὀλιγοχρόνιον αὐτὸν ἐποίησεν· ὁ δὲ τῇ ἑαυτοῦ συνέσει χρώμενος, ὅτε ἐνίστατο ὁ χειμων, οἶκον ἑαυτῷ κατεσκεύαζε, καὶ ἐνταῦθα διέτριβε. Καὶ δή ποτε σφοδροῦ κρύους γενομένου, καὶ τοῦ Διὸς ὕοντος, ἵππος ἀντέχειν μὴ δυνάμενος ἧκε δρομαῖος πρὸς τὸν ἄνθρωπον, καὶ τούτου ἐδεήθη, ὅπως σκέπῃ αὐτόν. Ὁ δʼ οὐκ ἄλλως ἔφη τοῦτο ποιήσειν, εἰ μὴ τῶν οἰκείων ἐτῶν μέρος αὐτῷ δῷ. Τοῦ δὲ ἀσμένως παραχωρήσαντος, παρεγένετο μετʼ οὐ πολὺ καὶ βοῦς, οὐδʼ αὐτὸς δυνάμενος ὑπομένειν τὸν χειμῶνα. Ὁμοίως δὲ τοῦ ἀνθρώπου μὴ πρότερον ὑποδέξεσθαι φάσκοντος, ἐὰν μὴ τῶν ἰδίων ἐτῶν ἀριθμόν τινα παράσχῃ, καὶ αὐτὸς μέρος δοὺς ὑπεδέχθη. Τὸ δὲ τελευταῖον κύων ψύχει διαφθειρόμενος ἧκε, καὶ τοῦ ἰδίου χρόνου μέρος ἀπονείμας σκέπης ἔτυχε. Οὕτω τε συνέβη τοὺς ἀνθρώπους, ὅταν μὲν ἐν τῷ τοῦ Διὸς χρόνῳ γένωνται, ἀκεραίους τε καὶ ἀγαθοὺς εἶναι· ὅταν δὲ εἰς τὰ τοῦ ἵππου ἔτη γένωνται, ἀλαζόνας τε καὶ ὑψαύχενας εἶναι· ἀφικνουμένους δὲ εἰς τὰ τοῦ βοὸς ἔτη ἀρχικοὺς ὑπάρχειν· τοὺς δὲ τὸν τοῦ κυνὸς χρόνον ἀνύοντας ὀργίλους καὶ ὑλακτικοὺς γίνεσθαι. Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς πρεσβύτην θυμώδη καὶ δύστροπον.Γέρων ἵππος ἐπράθη πρὸς τὸ ἀλήθειν. Ζευχθεὶς δὲ ἐν τῷ μυλῶνι, στενάζων εἶπεν· „ἐξ οἵων δρόμων εἰς οἵους καμπτῆρας ἦλθον.“ Ὅτι μὴ λίαν ἐπαιρέσθω τις πρὸς τὸ τῆς ἀκμῆς ἢ τῆς δόξης δυνατόν· πολλοῖς γὰρ τὸ γῆρας ἐν κόποις ἀνηλώθη.Ἵππον ἐλύπει τὸ γῆρας, καὶ μυλῶνα ἀντὶ μάχης ἐλάμβανεν. Ὡς δὲ ἀλήθειν ἀντὶ τοῦ πολεμεῖν ἡναγκάζετο, τὴν παροῦσαν ἐδάκρυε τύχην, τῆς δὲ πρώτης ἐμέμνητο „ἐμοὶ“ λέγων, „ὦ μυλωρὲ, στρατεύεσθαι μὲν ὑπῆρχε πρότερον, κόσμος δὲ παντὶ περιέκειτο τῷ σώματι, καὶ θεραπεύων παρηλοκούθει τις ἂνθρωπος· νῦν δὲ οὐκ οἱδ’ ὅτι παθών ἀντιλαμβάνω τὸν μυλῶνα τῆς μάχης. Καὶ ὁ μυλωρὸς πρὸς αὐτὸν “ἐπίσχες“ ἔφη „τὰ παλαιὰ θρυλλῶν· ἡ τύχη γὰρ θνητοῖς τὴν ἐφʼ ἑκάτερα φέρειν οἶδε μεταβολήν.“Στησίχορος, ἑλομένων στρατηγὸν αὐτοκράτορα τῶν Ἱμεραίων Φάλαριν, καὶ μελλόντων φυλακὴν διδόναι τοῦ σώματος, τἆλλα διαλεχθεὶς εἶπεν αὐτοῖς λόγον· ὡς ἵππος κατεῖχε λειμῶνα μόνος· ἐλθόντος δʼ ἐλάφου καὶ διαφθείροντος τὴν νομὴν, βουλόμενος τιμωρήσασθαι τὸν ἔλαφον, ἠρώτα ἄνθρωπον, εἰ δύναιτʼ ἂν μετʼ αὐτοῦ κολάσαι τὸν ἔλαφον. Ὁ δʼ ἔφησεν· „ἐὰν λάβῃ χαλινὸν, καὶ αὐτὸς ἀναβῇ ἐπʼ αὐτὸν ἔχων ἀκόντια.“ Συνομολογήσαντος δὲ καὶ ἀναβάντος, ἀντὶ τοῦ τιμωρήσασθαι αὐτὸς ἐδούλευσεν τῷ ἀνθρώπῳ. „Οὕτω δὲ καὶ ὑμεῖς “ ἔφη „ὁρᾶτε, μὴ βουλόμενοι τοὺς πολεμίους τιμωρήσασθαι, ταὐτὸ πάθητε τῷ ἵππῳ· τὸν μὲν γὰρ χαλινὸν ἔχετε ἤδη, ἑλόμενοι στρατηγὸν αὐτοκράτορα· ἐὰν δὲ φυλακὴν δῶτε, καὶ ἀναβῆναι ἐάσητε, δουλεύσετε [ἤδη] Φαλάριδι.“Γέλων ὁ Σκελιώτης τυραννίδι ἐπιθέσθαι διανοούμενυς Ἱμεραίων ἐθεράπευε τὸν δῆμον, καὶ κατὰ τῶν δυνατῶν ὑπερεμάχει· καὶ αὐτὸν ἠγάπα τὸ πλῆθος, καὶ φυλακὴν τοῦ σώματος αἰτοῦντι ὡρμᾶτο διδόναι. Στησίχορος δʼ ὁ Ἱμεραῖος ποιητὴς ὑποτοπήσας ἐπιχειρεῖν αὐτὸν τυραννίδι, στὰς αἶνον ἔλεξεν εἰς τὸ πλῆθος, εἰκόνα τοῦ μέλλοντος πάθους. „Ἵππος “ φησὶ “νεμόμενος ἐφοίτα πιούμενος ἐπὶ κρήνην, ἔλαφος δὲ τὸ πεδίον διαθέουσα τήν τε πόαν κατέστειβε καὶ τὸ νᾶμα ἐτάραττε. Καὶ ὁ ἵππος ποθῶν τὴν ἀδικοῦσαν τιμωρῆσαι, τάχει δὲ ποδῶν λειπόμενος, ἄνδρα κυνηγέτην βοηθὸν ἐκάλει· ὁ δὲ, εἰ χαλινὸν δέξοιτο καὶ ἀναβάτην, ῥᾷστα ἀμύνειν αὐτῷ ὑπισχνεῖτο. Καὶ ἐγίνετο οὕτως. Καὶ ἡ μὲν ἔλαφος ἀκοντίοις ἔκειτο βληθεῖσα, ὁ δʼ ἵππος ᾔσθετο δεδουλωμένος τῷ κυνηγέτῃ.“ „Τοῦτ’“ ἔφη „δέδοικα καὶ αὐτὸς, ὦ Ἱμεραῖοι, μὴ νῦν δῆμος ὄντες τῶν ἐχθρῶν μὲν διὰ Γέλωνος περιγένησθε, αὐτοὶ δʼ ὕστερον Γέλωνι δουλεύσητε· φιλεῖν γὰρ ἅπασαν δύναμιν τῷ λαβόντι ἐπὶ τὸν δόντα εἶναι, ὅταν, ὥσπερ δοῦναι αὐτὴν, μηκέτι ἐκ τοῦ ὁμοίου κομίσασθαι ἔχῃ.“Κριθὴν τὴν τοῦ ἵππου ἱπποκόμος κλέπτων καὶ πωλῶν, τὸν ἵππον ἔτριβε καὶ ἐκτένιζε πάσας ἡμέρας. Ἔφη δὲ ὁ ἵππος· „εἰ θέλεις ἀληθῶς καλὸν εἶναί με, τὴν κριθὴν τὴν τρέφουσαν μὴ πώλει.“ Ὅτι οἱ πλεονέκται τοῖς πιθανοῖς λόγοις καὶ ταῖς κολακείαις τοὺς πένητας δελεάζονται, καὶ ἀποστεροῦσιν αὐτοὺς καὶ τῆς ἀναγκαίας χρείας.Ἄνθρωπός τις εἶχεν ἵππον καὶ ὄνον. Ὁδευόντων δὲ, ἐν τῇ ὁδῷ εἶπεν ὁ ὄνος τῷ ἵππῳ· „ἆρον ἐκτοῦ ἐμοῦ βάρους, εἰ θέλεις εἶναί με σῶν·“ Ὁ δὲ οὐκ ἐπείσθη· ὁ δὲ ὄνος, πεσὼν ἐκ τοῦ κόπου, ἐτελεύτησε. Τοῦ δὲ δεσπότου πάντα ἐπιθέντος αὐτῷ, καὶ αὐτὴν τὴν τοῦ ὄνου δορὰν, θρηνῶν ὁ ἵππος ἐβόα· „οἴμοι τῷ παναθλίῳ, τί μοι συνέβη τῷ ταλαιπώρῳ; μὴ θελήσας γὰρ μικρὸν βάρος λαβεῖν, ἰδοὺ ἅπαντα βαστάζω, καὶ τὸ δέρμα.“ Ὁ μῦθος δηλοῖ, ὅτι τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες ἀμφότεροι σωθήσονται ἐν βίῳ.Ὀνηλάτης, ἐπιθεὶς ὄνῳ καὶ ἡμιόνῳ γόμους, ἤλαυνεν. Ὁ δὲ ὄνος, μέχρι μὲν λεῖος τόπος ἦν, ἀντεῖχε πρὸς τὸ βάρος· ὡς δὲ ἐγένοντο κατά τινα κρημνὸν, μὴ δυνάμενος ὑποφέρειν, παρεκάλει τὴν ἡμίονον, μέρος τι τοῦ γόμου αὐτοῦ προσδέξασθαι, ἵνα τὸ λοιπὸν αὐτὸς διακομίσηται. Τῆς δὲ παρʼ οὐδὲν θεμένης αὐτοῦ τοὺς λόγους, ὁ μὲν κατακρημνισθεὶς διερῥάγη· ὁ δὲ ὀνηλάτης, ἀπορῶν ὅ,τι ποιήσει, οὐ μόνον τὸν γόμον τοῦ ὄνου τῇ ἡμιόνῳ προσέθηκεν, ἀλλὰ καὶ αὐτὸν τὸν ὄνον ἐκδείρας ἐπέθηκεν αὐτῇ. δὲ οὐ μετρίως καταπονηθεῖσα ἔφη πρὸς ἑαυτήν· “δίκαια πέπονθα· εἰ γὰρ παρακαλοῦντι τῷ ὄνῳ μικρὰ κουφίσαι ἐπείσθην, οὐκ ἂν νῦν μετὰ τῶν αὐτοῦ φορτίων καὶ αὐτὸν ἔφερον.“ Οὕτω καὶ τῶν δανειστῶν ἔνιοι διὰ φιλαργυρίαν, ἵνα μικρὰ τοῖς χρεώσταις μὴ παράσχωσι, πολλάκις καὶ αὐτὸ τὸ κεφάλαιον ἀπολλύουσι.