τιμῶμαι δὲ μάλιστα πάντων καὶ παρὰ θεοῖς καὶ παρʼ ἀνθρώποις οἷς προσήκει, ἀγαπητὴ μὲν συνεργὸς τεχνίταις, πιστὴ δὲ φύλαξ σἴκων δεσπόταις, εὐμενὴς δὲ παραστάτις οἰκέταις, ἀγαθὴ δὲ συλλήπτρια τῶν ἐν εἰρήνῃ πόνων, βεβαία δὲ τῶν ἐν πολέμῳ σύμμαχος ἔργων, ἀρίστη δὲ φιλίας κοινωνός. Ἔστι δὲ τοῖς μὲν ἐμοῖς φίλοις ἡδεῖα μὲν καὶ ἀπράγμων σίτων καὶ ποτῶν ἀπόλαυσις· ἀνέχονται γὰρ, ἕως ἂν ἐπιθυμήσωσιν αὐτῶν· ὕπνος δʼ αὐτοῖς πάρεστιν ἡδίων ἢ τοῖς ἀμόχθοις, καὶ οὔτε ἀπολείποντες αὐτὸν ἄχθονται οὔτε διὰ τοῦτον μεθιᾶσι τὰ δέοντα πράττειν. Καὶ οἱ μὲν νέοι τοῖς τῶν πρεσβυτέρων ἐπαίνοις χαίρουσιν, οἱ δὲ γεραίτεροι ταῖς τῶν νέων τιμαῖς ἀγάλλονται, καὶ ἡδέως μὲν τῶν παλαιῶν πράξεων μέμνηνται, εὖ δὲ τὰς παρούσας ἥδονται πράττοντες, διʼ ἐμὲ φίλοι μὲν θεοῖς ὄντες, ἀγαπητοὶ δὲ φίλοις, τίμιοι δὲ πατρίσιν. Ὅταν δʼ ἔλθῃ τὸ πεπρωμένον τέλος, οὐ μετὰ λήθης ἄτιμοι κεῖνται, ἀλλὰ μετὰ μνήμης τὸν ἀεὶ χρόνον ὑμνούμενοι θάλλουσι. Τοιαῦτά σοι, ὦ παῖ τοκέων ἀγαθῶν Ἡράκλεις, ἔξεστι διαπονησαμένῳ τὴν μακαριστοτάτην εὐδαιμονίαν κεκτῆσθαι.“ Οὕτω πως διώκει Πρόδικος τὴν ὑπʼ Ἀρετῆς Ἡρακλέους παίδευσιν· ἐκόσμησε μέντοι τὰς γνώμας ἔτι μεγαλειοτέροις ῥήμασιν ἢ ἐγὼ νῦν. Ὑμῖν δʼ οὖν ἄξιον, ὦ νέοι, τούτων ἐνθυμουμένοις πειρᾶσθαί τι καὶ τῶν εἰς τὸν μέλλοντα χρόνον τοῦ βίου φροντίζειν.Διὰ στενῆς ὁδοῦ ὥδευεν Ἡρακλῆς. Ἰδὼν δʼ ἐπὶ γῆς μήλῳ ὅμοιόν τι, ἐπειρᾶτο συντρῖψαι. Ὡς δὲ εἶδε διπλοῦν γενόμενον, ἔτι μᾶλλον ἐπέθετο, καὶ τῷ ῥοπάλῳ ἔπαιεν. Τὸ δὲ φυσηθὲν εἰς μέγεθος τὴν ὁδὸν ἐπέφραξεν. Ὁ δὲ ῥίψας τὸ ῥόπαλον ἵστατο θαυμάζων. Ἀθηνᾶ δὲ, αὐτῷ ἐπιφανεῖσα, εἶπε· “πέπαυσο, ἀδελφέ· τοῦτʼ ἔστι φιλονεικία καὶ ἔρις· ἄν τις αὐτὸ καταλείπῃ ἀμάχητον, μένει οἷον ἦν πρῶτον, ἐν δὲ ταῖς μάχαις οὕτως οἰδεῖται.“ Ὅτι αἱ μάχαι καὶ ἔριδες αἰτίαι μεγάλης βλάβης ὑπάρχουσιν.Ἡρακλῆς ἰσοθεωθεὶς καὶ παρὰ Διὶ ἑστιώμενος ἕνα ἕκαστον τῶν θεῶν μετὰ πολλῆς φιλοφροσύνης ἠσπάζετο. Καὶ δὴ τελευταίου εἰσιόντος τοῦ Πλούτου, κατὰ τοῦ ἐδάφους κύψας ἀπεστρέψατο αὐτόν. Ὁ δὲ Ζεὺς θαυμάσας τὸ γεγονὸς, ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν, δι᾿ ἣν πάντας ἀσμένως προσαγορεύσας μόνον τὸν Πλοῦτον ὑποβλέπεται. Ὁ δὲ εἶπεν· “ἀλλʼ ἔγωγε διὰ τοῦτο αὐτὸν ὑποβλέπομαι, ὅτι παρʼ ὅν καιρὸν ἐν ἀνθρώποις ἢμην, ἑώρων αὐτὸν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς πονηροῖς συνόντα.“ Ὁ λόγος λεχθείη ἂν ἐπʼ ἀνδρὸς πλουσίου μὲν τὴν τύχην, πονηροῦ δὲ τὸν τρόπον.Ἥρωά τις ἐπὶ τῆς οἰκίας ἔχων τούτῳ πολυτελῶς ἔθυεν· ἀεὶ δʼ αὐτοῦ ἐξαναλισκομένου καὶ πολλὰ εἰς θυσίας δαπανῶντος ὁ ἥρως ἐπιστὰς αὐτῷ νύκτωρ ἔφη· “ἀλλʼ ὦ οὗτος, πέπαυσο διατρίβων τὴν οὐσίαν· ἐὰν γὰρ πάντα ἀναλώσῃς καὶ πένης γένῃ, ἐμὲ αἰτιάσῃ.“ Οὕτως πολλοὶ διὰ τὴν ἑαυτῶν ἀβουλίαν δυστυχοῦντες τὴν αἰτίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρουσιν.Θεοὶ πάντες ἔγημαν ἣν ἕκαστος εἰλήχει κλήρῳ. Πόλεμος παρῆν ἐσχάτῳ κλήρῳ· Ὕβριν δὲ μόνην κατέλαβε, καὶ ταύτης περισσῶς ἐρασθεὶς ἔγημεν. Ἐπακολουθεῖ δὲ αὐτῇ πανταχοῦ βαδιζούσῃ.Ἀνήρ τις θηρευτὴς, λαγωὸν κατασχὼν καὶ τοῦτον ἐπιφερόμενος, τῆς ὁδοιπορίας εἴχετο, καί τινι προσυπαντηθεὶς ἐφίππῳ ἀνδρὶ, ἐζητεῖτο παρʼ αὐτοῦ τὸν λαγωὸν, προσχήματι ἀπεμπολήσεως. Λαβὼν τοίνυν ὁ ἱππεὺς τὸν λαγωὸν ἀπὸ τοῦ θηρευτοῦ, εὐθὺς δρομαῖος ᾤχετο· ὁ δὲ θηρευτὴς κατόπιν αὐτοῦ τρέχων, φθάσαι αὐτὸν δῆθεν ἐδόκει. Τοῦ δὲ ἱππέως ἐκ πολλοῦ τοῦ διαστήματος μακρὰν ἐκείνου ἀπέχοντος, ὁ θηρευτὴς καὶ ἄκων φωνεῖ πρὸς αὐτὸν καί φησιν· “ ἄπιθι λοιπόν· ἐγὼ γὰρ ἤδη τὸν λαγωὸν ἐδωρησάμην σοι.“ Ὁ μῦθος δηλοῖ, ὡς πολλοὶ ἀκουσίως τὰ ἰδια ἀφαιρούμενοι, προσποιοῦνται δῆθεν ἑκοντὶ ταῦτα δεδωκέναι.Ἀνὴρ θηρευτὴς παρερχόμενον κύνα ἰδών, διηνεκῶς αὐτῷ ψωμούς προσεπέῥριπτε. Λέγει οὖν πρὸς τὸν ἄνδρα ὁ κύων· “ἄνθρωπε, ἄπιθι ἐξ ἐμοῦ· ἡ γὰρ πολλή σου εὔνοια μᾶλλόν με τὰ μέγιστα θροεῖ.“ Ὁ μῦθος δηλοῖ, ὡς οἱ πολλὰ δῶρά τισι παρεχόμενοι δῆλοί εἰσι τὴν ἀλήθειαν ἀνατρέποντες.Ἀνήρ τις θηρευτὴς, λύκον θεασάμενος προσβάλλοντα τῇ ποίμνῃ, καὶ πλεῖστα τῶν προβάτων, ὡς δυωατὸν, διασπαράττοντα, τοῦτον εὐμηχάνως θηρεύει, καὶ τοὺς κύνας αὐτῷ ἐπαφίησι, φθεγξάμενος πρὸς αὐτόν· “ὦ δειλότατον θηρίον, ποῦ σου ἡ προσβαλοῦσα ἰσχὺς, ὅτι τοῖς κυσὶν ὅλως ἀντιστῆναι οὐκ ἠδυνήθης; Ὁ μῦθος δηλοῖ, ὡς τῶν ἀνθρώπων ἕκαστος ἐν τῇ ἰδίᾳ τέχνῃ καθέστηκε δόκιμος.Ἔχων τις δύο θυγατέρας τὴν μὲν κηπωρῷ ἐξέδωκε πρὸς γάμον, τὴν δὲ ἑτέραν κεραμεῖ. Χρόνου δὲ προελθόντος ἧκε πρὸς τὴν τοῦ κηπωροῦ, καὶ ταύτην ἠρώτα, πῶς ἔχοι καὶ ἐν τίνι αὐτοῖς εἴη τὰ πράγματα. Τῆς δὲ εἰπούσης, πάντα μὲν αὐτοῖς παρεῖναι, ἓν δὲ τοῦτο εὔχεσθαι τοῖς θεοῖς, ὅπως χειμών γένηται καὶ ὄμβρος, ἵνα τὰ λάχανα ἀρδευθῇ· μετ’ οὐ πολὺ παρεγένετο καὶ πρὸς τὴν τοῦ κεραμέως, καὶ ὡσαύτως ἐπυνθάνετο, πῶς ἔχοι. Τῆς δὲ νὰ μὲν ἄλλα μὴ ἐνδεῖσθαι εἰπούσης, τοῦτο δὲ μόνον εὔχεσθαι, ὅπως αἰθρία τε λαμπρὰ ἐπιμείνῃ καὶ λαμπρὸς ἥλιος, ἵνα ξηρανθῇ ὁ κέραμος, εἶπε πρὸς αὐτήν· “ἐὰν σὺ μὲν εὐδίαν ἐπιζητῇς, ἡ δὲ ἀδελφή σου χειμῶνα, ποτέρᾳ ὑμῶν συνεύξωμαι;“ Οὕτως οἱ ἐν ταὐτῷ τοῖς ἀνομοίοις πράγμασιν ἐπιχειροῦντες εἰκότως περὶ τὰ ἑκάτερα πταίουσιν.