Ἔχις φοιτῶν ἐπί τινα κρήνην, ἔπινεν· ἡ δὲ ἐνταῦθα οἰκοῦσα ὕδρα ἐκώλυεν αὐτὸν, ἀγανακτοῦσα εἴγε μὴ ἀρκεῖται τῇ ἰδίᾳ νομῇ, ἀλλὰ καὶ ἐπὶ τὴν ἑαυτῆς δίαιταν ἀφικνεῖται. Ἀεὶ δὲ τῆς φιλονεικίας αὐξανομένης, συνἐθεντο ὅπως εἰς μάχην ἀλλήλοις καταστῶσι, καὶ τοῦ νικῶντος ἥ τε τῆς γῆς καὶ τοῦ ὕδατος νομὴ γένηται. Ταξαμένων δʼ αὐτῶν τὴν προθεσμίαν, οἱ βάτραχοι διὰ μῖσος τῆς ὕδρας παραγενόμενοι πρὸς τὸν ἔχιν παραθαδῥύνουσιν αὐτὸν, ἐπαγγελλόμενοι καὶ αὐτοὶ συμμαχήσειν αὐτῷ. Ἐνσταθείσης δὲ τῆς μάχης ὁ μὲν ἔχις πρὸς τὴν ὕδραν ἐπολέμει, οἱ δὲ βάτραχοι, μηδὲν περαιτέρω δυνάμενοι δρᾶν, μεγάλα ἐκεκράγεισαν. Καὶ ὁ ἔχις νικήσας ᾐτιάσατο αὐτούς, ὅτι συμμαχήσειν αὐτῷ ὑποσχόμενοι παρὰ τὴν μάχην οὐ μόνον οὐκ ἐβοήθουν, ἀλλὰ καὶ ᾖδον. Οἱ δὲ ἔφασαν πρὸς αὐτόν· “ἀλλʼ εὖ ἴσθι, ὦ οὗτος, ὅτι ἡ ἡμετέρα συμμαχία οὐ διὰ χειρῶν, ἀλλὰ διὰ μόνης φωνῆς καθέστηκεν.“ Ὁ λόγος δηλοῖ, ὅτι, ἔνθα χειρῶν χρεία ἐστὶν, ἡ δία λόγων βοήθεια οὐδὲν λυσιτελεῖ.Ζεὺς πλάσας ἀνθρώπους τὰς μὲν ἄλλας διαθέσεις εὐθὺς αὐτοῖς ἐνέθηκε, μόνης δὲ αἰσχύνης ἐπελάθετο. Διόπερ ἀμηχανῶν, πόθεν αὐτὴν εἰσαγάγῃ, ἐκέλευσεν αὐτὴν διὰ τοῦ ἀρχοῦ εἰσελθεῖν. Ἡ δὲ τὸ μὲν πρῶτον ἀντέλεγε καὶ ἠναξιοπάθει· ἐπεὶ δὲ σφόδρα αὐτῇ ἐνέκειτο, ἔφη· “ἀλλʼ ἔγωγε ἐπὶ τοιαύταις ὁμολογίαις εἴσειμι, ὡς, ἂν ἕτερόν μοι ἐπεισέλθῃ, εὐθέως ἐξελεύσομαι.“ Απὸ τούτου συνέβη πάντας τοὺς πόρνους ἀναισχύντους εἶναι. Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα πόρνον.Ζεὺς ἀγασάμενος ἀλώπεκος τὸ συνετὸν τῶν φρενῶν καὶ τὸ ποικίλον, τὸ βασίλειον αὐτῇ τῶν ἀλόγων ζώων ἐνεχείρισε. Βουλόμενος δὲ γνῶναι, εἰ τὴν τύχην μεταλλάξασα μετεβάλετο καὶ τὴν ἕξιν, φερομένης ἐν φορείῳ, κάνθαρον παρὰ τὴν ὄψιν ἀφῆκεν. Ἡ δὲ ἀντισχεῖν μὴ δυναμένη, ἐπειδὴ περιίπτατο, τοῦ φορείου ἀναπηδήσασα ἀκόσμως συλλαβεῖν αὐτὸν ἐπειρᾶτο. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατʼ αὐτῆς πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν τάξιν ἀποκατέστησεν. Ὁ λόγος δηλοῖ, ὅτι οἱ φαῦλοι τῶν ἀνθρώπων, κἂν τὰ προσχήματα λαμπρότερα ἀναλάβωσι, τὴν γοῦν φύσιν οὐ μετατίθενται.Ζεὺς πλάσας ἀνθρώπους ἐκέλευσεν Ἑρμῇ νοῦν αιτοῖς ἐγχέαι· κἀκεῖνος μέτρον ἴσον ποιήσας ἑκάστῳ ἐνέχεε. Συνέβη οὖν τοὺς μὲν μικροφυεῖς πληρωθέντας τοῦ μέτρου φρονίμους γενέσθαι, τοὺς δὲ μακρούς, ἅτε μὴ ἐφικομένου τοῦ ποτοῦ μηδὲ εἰς πᾶν τὸ σῶμα, ἀλλὰ μέχρι γονάτων, ἀφρονεστέρους γενέσθαι. Πρὸς ἄνδρα εὐμεγέθη τῷ σώματι, κατὰ ψυχὴν δὲ ἀλόγιστον ὁ λόγος εὔκαιρος.Ζεὺς καὶ Ἀπόλλων περὶ τοξικῆς ἤριζον· τοῦ δὲ Ἀπόλλωνος ἐκτείναντος τὸ τόξον καὶ τὸ βέλος ἀφέντος, Ζεὺς τοσοῦτον διέβη, ὅσον Ἀπόλλων ἐτόξευσεν. Οὕτως οἱ τοῖσι κρείττοσιν ἀνθαμιλλώμενοι γέλωτος ἄξιοί εἰσιν.Ὁ Ζεὺς τὰς τῶν ἀνθρώπων ἁμαρτίας ἐν ὀστράκοις τὸν Ἑρμῆν ὥρισε γράφειν, καὶ εἰς κιβωτὸν ἀποτιθέναι πλησίον αὐτοῦ, ὅπως ἑκάστου τὰς δίκας ἀναπράσσῃ. Συγκεχυμένων δὲ τῶν ὀστράκων ἐπʼ ἀλλήλοις, τὸ μὲν βράδιον, τὸ δὲ τάχιον ἐμπίπτει εἰς τὰς τοῦ Διὸς χεῖρας, εἴποτε καλῶς κρίνοι. Τῶν οὖν πονηρῶν οὐ προσῆκε θαυμάζειν, ἂν θᾶσσον ἀδικῶν τις, ὀψὲ κακῶς πράσσῃ.Τοῦ Διὸς γάμους ποιοῦντος, πάντα τὰ ζῶα ἀνήνεγκαν δῶρα, ἕκαστον κατὰ τὴν οἰκείαν δύναμιν· ὄφις δὲ ἕρπων, ῥόδον λαβὼν ἐν τῷ στόματι, ἀνέβη. Ἰδὼν δὲ αὐτὸν ὁ Ζεὺς ἔφη· “τῶν ἄλλων πάντων τὰ δῶρα λαμβάνω, ἀπὸ δὲ τοῦ σοῦ στόματος λαμβάνω οὐδʼ ὅλως.“ Ὁ μῦθος δηλοῖ, ὅτι τῶν πονηρῶν αἱ χάριτες φοβεραί εἰσιν.Τοῦ Διὸς γαμοῦντος πάντα τὰ ζῶα ἀνήνεγκαν δῶρα· ὄφις δὲ ἕρπων ῥόδον ἀναλαβὼν τῷ στόματι ἀνέβη. Ἰδὼν δὲ αὐτὸν ὁ Ζεὺς ἔφη· “τῶν ἄλλων ἀπάντων καὶ ἐκ ποδῶν δῶρα δέχομαι, ἀπὸ δὲ τοῦ σοῦ στόματος οὐ λαμβάνω.“ Ὁ λόγος δηλοῖ, ὅτι πάντων τῶν πονηρῶν αἰ χάριτες φοβεραί.Ζεὺς, γάμους τελῶν, συγκαλεσάμενος τὰ ζῶα πάντα εἱστία. Μόνης δὲ χελώνης ὑστερησάσης, διαπορῶν τὴν αἰτίαν τῇ ὑστεραίᾳ ἐπυνθάνετο αὐτῆς· “διὰ τί μόνη ἐπὶ τὸ δεῖπνον οὐκ ἦλθες;“ Τῆς δὲ εἰπούσης “φίλος οἶκος ἄριστος οἶκος,“ ἀγανακτήσας κατʼ αὐτῆς παρεσκεύασεν αὐτὴν τὸν οἶκον αὐτὸν βαστάζουσαν περιφέρειν.“ Οὕτω πολλοὶ τῶν ἀνθρώπων αἱροῦνται λιτῶς οἰκεῖν ἢ παρʼ ἄλλοις πολυτελῶς διαιτᾶσθαι.Ζεὺς καὶ Προμηθεὺς καὶ Ἀθηνᾶ κατασκευάσαντες, ὁ μὲν ταῦρον, ὁ Προμηθεὺς ἄνθρωπον, ἡ δὲ οἶκον, Μῶμον κριτὴν εἵλοντο. Ὁ δὲ, φθονήσας τοῖς δημιουργήμασιν, ἀχθόμενος ἔλεγε· τὸν μὲν Δία ἡμαρτηκέναι, τοῦ ταύρου τοὺς ὀφθαλμοὺς ἐπὶ τοῖς κέρασι μὴ θέντα, ἵνα βλέπῃ ποῦ τύπτει· τὸν δὲ Προμηθέα, διότι ἀνθρώπου τὰς φρένας οὐκ ἔξωθεν ἀπεκρέμασεν, ἵνα μὴ λανθάνωσιν οἱ πονηροὶ, φανεροῦντες, εἴ τι ἕκαστος κατὰ νοῦν ἔχει. Τρίτον δὲ ἔλεγεν, ὡς ἔδει τὴν Ἀθηνᾶν τῷ οἱκῳ τροχοὺς ὑποθεῖναι, ἵνα, ἐὰν πονηρῷ τις παροικισθῇ γείτονι, ῥᾳδίως μεταβαίνῃ. Καὶ ὁ Ζεὺς, ἀγανακτήσας κατʼ αὐτοῦ ἐπὶ τῇ βασκανίᾳ, τοῦ Ὀλύμπου αὐτὸν ἐξέβαλεν. Ὁ λόγος δηλοῖ, ὅτι οὐδὲν οὕτως ἐστὶν ἐνάρετον, ὃ μὴ πάντως περί τι ψόγον ἐπιδέχεται.Ζεὺς καὶ Ποσειδῶν καὶ Ἀθηνᾶ ἔριν ἐποιήσαντο, τίς κάλλιόν τι ποιήσει. Καὶ ὁ μὲν Ζεὺς ἄνθρωπον εὐπρεπέστατον ἐποίησεν, ὁ δὲ Ποσειδῶν ταῦρον, ἡ δὲ Ἀθηνᾶ οἶκον ἀνθρώποις· κριτὴς δʼ ἦν ἐπὶ τούτοις Μῶμος. Καὶ πρῶτον μὲν ἔψεγε τὴν θέσιν τῶν κεράτων τοῦ ταύρου, κάτωθεν τῶν ὀμμάτων λέγων ὀφείλειν κεῖσθαι, ὡς ἂν βλέπῃ, ποῦ τύπτει· τοῦ δέ γε τὰς φρένας [ἀνθρώπου] καὶ τὰς βουλὰς φανερὰς εἶναι, ὡς ἄν διαγινώσκηται, τί βουλεύεται ἕκαστος· τῆς δὲ οἰκίας, ὅτι μὴ τροχοὺς σιδηροῦς αὐτῇ ἐποίησεν, ἵνα καὶ τοῖς δεσπόταις συνεξεδήμει καὶ γείτονα πονηρὸν ἐξέφευγεν.