Ζεὺς πλάσας ἄνδρα καὶ γυναῖκα ἐκέλευσεν Ἑρμῇ ἀγαγεῖν αὐτούς ἐπὶ τὴν γῆν, καὶ δεῖξαι ὅθεν ὀρύξαντες πλεῖον ποιήσουσι. Τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος, ἡ γῆ τὸ μὲν πρῶτον ἐκώλυεν· ὡς δὲ ὁ Ἑρμῆς ἠνάγκαζε λέγων, τὸν Δία προστεταχέναι· “ἀλλʼ ὀρυσσέτωσαν,“ ἔφη, “ ὅσην βούλονται· στένοντες γὰρ αὐτὴν καὶ κλαίοντες ἀποδώσουσιν.“ Πρὸς τοὺς ῥᾳδίως δανειζομένους καὶ μετὰ λύπης ἀποδιδόντας ὁ λόγος εὔκαιρος.Ἐν ὁδῷ τις Ἑρμῆς τετράγωνος εἰστήκει, λίθων δʼ ὑπʼ αὐτῷ σωρὸς ἦν. κύων τούτῳ εἶπε προσελθών· “χαῖρε πρῶτον, Ἑρμεία· ἔπειτʼ ἀλεῖψαι βούλομαί σε, μηδ’ οὕτω θεὸν παρελθεῖν, καὶ θεὸν παλαιστρίτην.“ ὁ δʼ εἶπεν· “ἄν μὴ τοῦτό μούπιλιχμήσῃς τοὔλαιον ἐλθών, μηδέ μοι προσουρήσῃς, χάριν εἴσομαί σοι· καὶ πλέον με μὴ τίμα.“ Ὅτι τοῖς κακοῖς ἀρκεῖ τέως, οὐκ ἄλλως πως δυναμένοις δρᾶσαι τὰ βελτίω, κἂν τῶν συνήθων αὐτῶν αἰτιῶν ἀργῆσαι.Ἑρμῆς βουλόμενος τὴν Τειρεσίου μαντικὴν πειρᾶσαι, εἰ ἀληθής ἐστι, κλέψας αὐτοῦ τοὺς βόας ἐξ ἀγροῦ, ἧκε πρὸς αὐτὸν εἰς ἄστυ, ὁμοιωθεὶς ἀνθρώπῳ, καὶ ἐπεξενώθη παρʼ αὐτῷ. Παραγγελθείσης δὲ τῷ Τειρεσίᾳ τῆς τοῦ ζεύγους ἀπωλείας, παραλαβών τὸν Ἑρμῆν ἧκεν εἰς τὸ προάστειον, οἰωνόν τινα περὶ τῆς κλοπῆς σκεψόμενος, καὶ τούτῳ παρῄνει λέγειν ὅ τι ἂν θεάσηται ὄρνεον. Καὶ ὁ Ἑρμῆς τὸ μὲν πρῶτον θεασάμενος ἀετὸν, ἐξ ἀριστερῶν ἐπὶ δεξιὰ παριπτάμενον, ἀπήγγειλε αὐτῷ. Τοῦ δὲ εἰπόντος, μὴ πρὸς αὐτοὺς τοῦτον εἶναι, ἐκ δευτέρου ἰδὼν κορώνην, ἐπί τινος δένδρου καθημένην, καὶ ποτὲ μὲν ἄνω βλέπουσαν, ποτὲ δὲ εἰς γῆν κύπτουσαν, ἐδήλωσεν αὐτῷ. Ὁ δὲ ὑποτυχών ἔφη· “ἀλλʼ αὕτη ἡ κορώνη διόμνυται τόν τε οὐρανὸν καὶ τὴν γῆν, ὅτι, ἐὰν σὺ θέλῃς, τοὺς ἐμαυτοῦ βόας ἀπολήψομαι.“ Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην.Ἑρμῆς ποτε ψεύσματα καὶ πανουργίας θεὶς εἰς ἅμαξαν, εἰς πᾶσαν γῆν ἀπῄει. Ὡς δὲ Ἀράβων κατήντησε τὴν χώραν, συντρίβει (συντριβῆναι λέγουσι?) τὴν ἅμαξαν κενὴν φορτίων· οἱ δὲ εἰς ἄλλους τόπους οὐκ εἴασαν ὁδεῦσαι. [οὐδὲ τὰ κοινὰ τοῖς ἀνθρώποις ἐπιτελεῖν δυνάμενοι.]Ὅτε τοὺς ἀνθρώπους ὁ Ζεὺς ἐγέννησεν, τά μεν ἄλλα πάντα εἶχον, ὡς νῦν κεκόσμηνται, Ἔρως δὲ οὔπω ταῖς ψυχαῖς τῶν ἀνθρώπων ἐγκατῳκίζετο, ἀλλʼ ἔχων ἔτι τὸ πτερὸν ὁ θεὸς οὗτος μετάρσιον, οὐρανῷ τε ἐνωμίλει καὶ εἰς θεοὺς μόνους ἐτόξευεν. Δείσας δὲ μὴ αὐτῷ ἀφοανισθῇ τῶν ποιημάτων τὸ κάλλιστον, Ἔρωτα πέμπει τοῦ τῶν ἀνθρώπων γένους ἐσόμενον φύλακα. Ὁ δὲ ταύτην ἐκ Διὸς τὴν ἐπιτροπὴν λαβὼν, τὸ μὲν ἀπάσαις ψυχαῖς ἐγκατοικίζεσθαι, ἢ πᾶν ἐπίσης ἦθος νεοτελές τε καὶ βέβηλον ἔχειν τέμενος, οὐκ ἐδοκίμαζεν· ἀλλὰ τὰς μὲν πολλὰς καὶ ἀγελαίους ψυχὰς ταῖς πανδήμοις Ἔρωσι, τοῖς τῶν νυμφῶν παισὶ, ποιμαίνειν ἀπένεμεν, αὐτὸς δὲ ταῖς θείαις καὶ οὐρανίαις ψυχαῖς ἐνῳκίσατο, καὶ ταύτας ἀναβακχεύων ἐπὶ μανίαν ἐρωτικὴν, μυρία ἀγαθὰ τὸ τῶν ἀνθρώπων γένος εἰργάσατο. Ὅἴαν μὲν οὖν ἴδῃς τινὰ βραδύν τε τὴν φύσιν καὶ πρὸς φιλίαν δυσκίνητον, νόησον, ὅτι τῶν Ἔρωτος ἐκείνου ξενίων οὐδαμῶς οὗτος ἠξίωται· ὅταν δὲ ὀξύν καὶ θερμὸν τὴν γνώμην, καὶ φλογὸς δίκην ἐπʼ ἐρωτικὴν φιλίαν ᾄττοντα, νόησον τοῦτο εἶναι ἐκείνου ξένιον τοῦ Ἔρωτος.Εὐνοῦχος ἦλθε πρὸς θύτην ὑπὲρ παίδων σκεψόμενος. ὁ θύτης δʼ ἁγνὸν ἧπαρ ἁπλώσας “ὅταν μὲν“ εἶπε “τοῦτʼ ἴδω, πατὴρ γίγνῃ· ὅταν δὲ τὴν σὴν ὄψιν, οὐδʼ ἀνὴρ φαίνῃ.“ Πρὸς τούς τὰς εὐχὰς ὑπὲρ τῶν οὐ δεόντων ποιουμένους ἢ καὶ ἄλλως μὴ δυναμένων γενέσθαι.Δύο ἐχθροὶ ἐν μιᾷ νηῒ ἔπλεον· βουλόμενοι δʼ ἀλλήλων πολὺ διεζεῦχθαι, ὥρμησαν ὁ μὲν ἐπὶ τὴν πρώραν, ὁ δὲ ἐπὶ τὴν πρύμναν, καὶ ἐνταῦθα ἔμενον. Χειμῶνος δὲ σφοδροῦ καταλαβόντος, καὶ τῆς νεὼς περιτρεπομένης, ὁ ἐν τῇ πρύμνῃ ἐπυνθάνετό τινος, περὶ ποῖον μέρος καταδύεται τὸ σκάφος πρῶτον κινδυνεῦον· τοῦ δὲ εἰπόντος “κατὰ τὴν πρώραν,“ ἔφη· “ἀλλʼ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατός ἐστιν, εἴγε ὁρᾶν μέλλω τὸν ἐχθρόν μου προαποπνιγόμενον.“ Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ τὴν πρὸς ἐχθροὺς δυσμένειαν αἱροῦνται καὶ αὐτοὶ τὸ δεινὸν πάσχειν, χάριν τοῦ κἀκείνους ὁρᾶν δυστυχήσαντας.Δύο τινὲς, ἀλλήλοις ἐχθραίνοντες, ἐπὶ τῆς αὐτῆς νεὼς ἔπλεον, ὧν ἅτερος μὲν ἐπὶ τῆς πρύμνης, ἅτερος δὲ ἐπὶ τῆς πρώρας ἐκάθητο. λειμῶνος δὲ ἐπιγενομένου, καὶ τῆς νεὼς μελλούσης ἤδη καταποντίζεσθαι, ὁ ἐπὶ τῆς πρύμνης τὸν κυβερνήτην ἢρετο, πότερον τῶν μερῶν τοῦ πλοίου πρότερον μέλλει καταβαπτίζεσθαι. Τοῦ δὲ “τὴν πρῴραν“ εἰπόντος, “ἀλλ’ ἔμοιγε οὐκ ἔστι λυπηρὸν“ εἶπεν “ὁ θάνατος, εἴγε ὁρᾶν μέλλω πρὸ ἐμοῦ τὸν ἐχθρὸν ἀποθνήσκοντα.“ Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων οὐδὲν τῆς ἑαυτῶν βλάβης φροντίζουσιν, ἐὰν τοὺς ἐχθροὺς μόνον ἴδωσι πρὸ αὐτῶν κακουμένους.Ἔχις ἐπὶ δέσμῃ ἀκανθῶν εἴς τινα ποταμὸν ἐφέρετο· ἀλώπηξ δὲ παριοῦσα ὡς ἐθεάσατο αὐτὸν, εἶπεν· “ἄξιος τῆς νεὼς ὁ ναύκληρος.“ Πρὸς ἄνδρα πονηρὸν μοχθηροῖς πράγμασιν ἐπιχειρήσαντα ὁ λόγος ἁρμόσειεν ἄν.Ἔχις εἰσελθών εἰς χαλκουργοῦ ἐργαστήριον παρὰ τῶν σκευῶν ἔρανον ᾔτει· λαβὼν δὲ παρʼ αὐτῶν ἧκε πρὸς τὴν ῥίνην, καὶ ταύτην παρεκάλει δοῦναί τι αὐτῷ. Ἡ δὲ ὑποτυχοῦσα εἶπεν· “ἀλλʼ εὐήθης εἶ παρʼ ἐμοῦ ἀποίσεσθαί τι οἰόμενος, ἥτις οὐ διδόναι ἀλλὰ λαμβάνειν παρὰ πάντων εἴωθα.“ Ὁ λόγος δηλοῖ, ὅτι μάταιοί εἰσιν οἱ παρὰ φιλαργύρων τι κερδαίνειν προσδοκῶντες.