Δράκων καὶ ἀετὸς συμπλακέντες ἀλλήλοις ἐμάχοντο· καὶ ὁ μὲν δράκων εἶχε τὸν ἀετὸν συλλαβών. Γεωργὸς δὲ ἰδὼν, λύσας τὴν πλοκὴν τοῦ δράκοντος, αὐτόνομον ἀφῆκε τὸν ἀετόν. Χαλεπήνας δὲ ἐπὶ τούτοις ὁ δράκων, ἰὸν ἀφῆκε τῷ τοῦ σώσαντος πόματι. Πιεῖν δὲ τοῦ γεωργοῦ πρὸς ἄγνοιαν μέλλοντος, ὁ ἀετὸς καταπτὰς τῶν τοῦ γεωργοῦ χειρῶν ἐξαιρεῖται τὴν κύλικα. Τοὺς εὖ ποιοῦντας μένουσι χάριτες.Ὁ τὸν δραπέτην ἰδὼν διὰ χρόνου καὶ διώκων, ὡς κατέφυγε φθάσας εἰς μυλῶνα, “ποῦ δʼ ἂν “ ἔφη “σὲ μᾶλλον εὑρεῖν ἐβουλήθην ἢ ἐνταῦθα;“ ξατο. Τούτων δὲ σειομένων, οἱ κυνηγοὶ ἐπιστραφέντες καὶ, ὅπερ ἦν ἀληθὲς, νομίσαντες, τῶν ζώων ὑπὸ τοῖς φύλλοις τι κρύπτεσθαι, βέλεσιν ἀνεῖλον τὴν ἔλαφον. Ἡ δὲ θνήσκουσα τοιαῦτʼ ἔλεγε· “δίκαια πέπονθα· οὐ γὰρ ἔδει τὴν σώσασάν με λυμαίνεσθαι.“ Ὁ μῦθος δηλοῖ, ὅτι οἱ ἀδικοῦντες τοὺς εὐεργέτας ὑπὸ θεοῦ κολάζονται.Ἔλαφος δίψει συσχεθεῖσα παρεγένετο ἐπί τινα πηγήν. Πίνουσα δὲ ὡς ἐθεάσατο τὴν ἑαυτῆς σκιὰν κατὰ τοῦ ὕδατος, ἐπὶ μὲν τοῖς κέρασιν ἠγάλλετο, ὁρῶσα τὸ μέγεθος καὶ τὴν ποικιλίαν, ἐπὶ δὲ τοῖς ποσὶ σφόδρα ἤχθετο ὡς λεπτοῖς οὖσι καὶ ἀσθενέσιν. Ἔτι δʼ αὐτῆς διανοουμένης, λέων ἐπιφανεὶς ἐδίωκεν αὐτὴν, κἀκείνη εἰς φυγὴν τραπεῖσα κατὰ πολὺ αὐτοῦ προεῖχε. Μέχρι μὲν οὖν ψιλὸν ἦν τὸ πεδίον, ἡ μὲν προθέουσα ἐσώζετο· ἐπεὶ δὲ ἐγένετο κατά τινα ὑλώδη τόπον, τηνικαῦτα συνέβη, τῶν κεράτων αὐτῆς ἐμπλακέντων τοῖς κλάδοις, μὴ δυναμένην τρέχειν συλληφθῆναι τῷ λέοντι. Μέλλουσα δὲ ἀναιρεῖσθαι ἔφη πρὸς ἑαυτήν· “δειλαία ἐγὼ, ἥτις, ὑφʼ ὧν μὲν ᾠόμην προδοθήσεσθαι, ἐσωζόμην ὑπὸ τούτων, οἷς δὲ καὶ σφόδρα ἐπεποίθειν, ὑπὸ τούτων ἀπόλλυμαι.“ Οὕτω πολλάκις ἐν κινδύνοις οἱ μὲν ὕποπτοι τῶν φίλων σωτῆρες ἐγένοντο, οἱ δὲ σφόδρα ἐμπιστευθέντες προδόται.Ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι σπήλαιον, ἐν ᾧ λέων ἦν, καὶ ἐνταῦθα εἰσῄει κρυβησομένη· συλληφθεῖσα δὲ ὑπὸ τοῦ λέοντος καὶ ἀναιρουμένη εἶπε “δυσδαίμων ἐγὼ, ἥτις ἀνθρώπους φεύγουσα ἐμαυτὴν θηρίῳ ἐνεχείρισα.“ Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φόβον ἐλαττόνων κινδύνων ἑαυτοὺς εἰς μείζονα κακὰ εἰσιᾶσιν.Ἔλαφον ἡ μήτηρ ἐνουθέτει, ταῦτα λέγουσα· “κέρας, ὦ παῖ, παρὰ τῆς φύσεως εἴληφας, μεγέθει δὲ διενήνοχας σώματος, καὶ οὐκ οἶδ’ ὅ, τι παθών ἀποδιδράσκεις ἐπιόντας τοὺς κύνας.“ Ταῦτα ἦν, καὶ κυνῶν δρόμος ἠκούετο πόῤῥωθεν. δὲ μένειν τῷ παιδὶ παραινέσασα αὐτὴ τῆς φυγῆς προκατήρξατο. Παραινεῖν ἕτοιμον, ἃ ποιεῖν ἀπορώτερον.Ἔλαφος νόσῳ περιπεσοῦσα, ἐπί τινος τόπου πεδινοῦ κατεκέκλιτο. Τινὰ δὲ τῶν θηρίων εἰς θέαν αὐτῆς ἐλθόντα, τὴν παρακειμένην τῇ ἐλάφῳ νομὴν κατεβοσκήθησαν· εἶτα ἐκείνη τῆς νόσου ἀπαλλαγεῖσα, τῇ ἐνδείᾳ δεινῶς κατετρύχετο, καὶ τῇ νομῇ τὸ ζῆν προσαπώλεσεν. Ὁ μῦθος δηλοῖ, ὡς οἱ περιττοὺς καὶ ἀνονήτους κτώμενοι φίλους ἀντὶ κέρδους ὑπʼ αὐτῶν ζημίαν μᾶλλον ὑφίστανται.Ζεὺς ἐν πίθῳ τὰ χρηστὰ πάντα συλλέξας ἔθηκεν αὐτὸν πωμάσας παρʼ ἀνθρώπῳ. ὁ δʼ ἀκρατὴς ἄνθρωπος εἰδέναι σπεύδων, τί ποτʼ ἦν ἐν αὐτῷ, καὶ τὸ πῶμα κινήσας, διῆκʼ ἀπελθεῖν αὐτὰ πρὸς θεῶν οἴκους, κἀκεῖ πέτεσθαι τῆς τε γῆς ἄνω φεύγειν. μόνη δʼ ἔμεινεν Ἐλπὶς, ἣν κατειλήφει τεθὲν τὸ πῶμα. τοιγὰρ Ἐλπὶς ἀνθρώποις μόνη σύνεστι, τῶν πεφευγότων ἡμιᾶς ἀγαθῶν ἕκαστον ἐγγυωμένη δώσειν.Τῇ ἑορτῇ φασι τὴν ὑστεραίαν ἐρίσαι λέγουσαν, ὡς ἐκείνη μὲν ἀσχολιῶν τε μεστὴ καὶ κοπώδης ἐστὶν, ἐν αὐτῇ δὲ πάντες ἀπολαύουσι τῶν παρεσκευασμένων σχολάζοντες· τὴν δʼ ἑορτὴν πρὸς ταῦτʼ εἰπεῖν· “ἀληθῆ λέγεις· ἀλλʼ ἐμοῦ μὴ γενομένης, σὺ οὐκ ἂν ἦσθα.“Ἔριφος ὑστερήσας ἀπὸ ποίμνης ὑπὸ λύκου κατεδιώκετο· ἐπιστραφεὶς δὲ ὁ ἔριφος λέγει τῷ λύκῳ· “πέπεισμαι, λύκε, ὅτι σὸν βρῶμά εἰμι· ἀλλʼ ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλησον, ὅπως ὀρχήσωμαι.“ Αὐλοῦντος δὲ τοῦ λύκου καὶ τοῦ ἐρίφου ὀρχουμένου, οἱ κύνες ἀκούσαντες καὶ ἐξελθόντες τὸν λύκον ἐδίωκον· ὁ δὲ ἐπιστραφεὶς λέγει τῷ ἐρίφῳ· “ταῦτα ἐμοὶ καλῶς γίνεται· ἔδει γάρμε, μακελλάριον ὄντα, αὐλητὴν μὴ μιμεῖσθαι.“ Οὕτως οἱ παρὰ γνώμην τοῦ καιροῦ τι πράττοντες καὶ ὧν ἐν χερσὶν ἔχουσιν ὑστεροῦνται.Ἔριφος ἐπί τινος δώματος ἑστὼς, ἐπειδὴ λύκον παριόντα εἶδεν, ἐλοιδόρει καὶ ἔσκωπτεν αὐτόν· ὁ δὲ λύκος ἔφη· “ὦ οὗτος, οὐ σύ με λοιδορεῖς, ἀλλʼ ὁ τόπος. Ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ καιρὸς δίδωσι τὸ θράσος κατὰ τῶν ἀμεινόνων.Ζεὺς Ἑρμῆν προσέταξε πᾶσι τοῖς τεχνίταις ψεύδους φάρμακον ἐγχεῖν. Ὁ δὲ, τοῦτο τρίψας καὶ μέτρον ποιήσας ἴσον, ἑκάστῳ ἐνέχεεν. Ἐπεὶ δὲ, μόνου τοῦ σκυτέως ὑπολειφθέντος, πολύ κατελέλειπτο φάρμακον, ὅλην λαβὼν τὴν θυείαν ἐνέχεεν αὐτῷ. Κἀκ τούτου συνέβη, τοὺς τεχνίτας ἅπαντας ψεύδεσθαι, μάλιστα δὲ πάντων τοὺς σκυτέας. Ὁ μῦθος πρὸς ψευδολόγους τεχνίτας.Ἑρμῆς γνῶναι βουλόμενος, ἐν τίνι τιμῇ παρʼ ἀνθρώποις ἐστὶν, ἧκεν ἀφομοιωθεὶς ἀνθρώπῳ εἰς ἀγαλματοποιυῦ ἐργαστήριον· καὶ θεασάμενος Διὸς ἄγαλμα ἐπύθετο, πόσου· τοῦ δὲ εἰπόντος “δραχμῆς,“ γελάσας ἠρώτα τῆς Ἥρας πόσου ἐστίν· εἰπόντος δὲ ἔτι μείζονος, θεασάμενος καὶ ἑαυτοῦ ἄγαλμα ὑπέλαβεν, ὅτι αὐτὸν, ἐπειδὴ καὶ ἄγγελός ἐστι καὶ ἐπικερδὴς, περὶ πολλοῦ οί ἄνθρωποι ποιοῦνται. Διὸ προσεπυνθάνετο ὁ Ἑρμῆς, καὶ ὁ ἀγαλματογλύφος ἔφη· “ἀλλʼ ἐὰν τούτους ἀγοράσῃς, τοῦτόν σοι προσθήκην δώσω.“ Πρὸς ἄνδρα κενόδοξον, ἐν οὐδεμιᾷ μοίρᾳ παρὰ τοῖς ἄλλοις ὄντα, ὁ λόγος ἁρμόζει.