Γυνὴ μάγος, θείων μηνιμάτων ἀποτροπιασμοὺς ἐπαγγελλομένη, πολλὰ διετέλει ποιοῦσα, καὶ κέρδος ἐντεῦθεν ἔχουσα. Γραψάμενοι δέ τινες αὐτὴν ἀσεβείας, εἷλον, καὶ καταδικασθεῖσαν ἀπῆγον εἰς θάνατον. Ἰδὼν δέ τις ἀπαγομένην αὐτὴν, ἔφη· “ἡ τὰς τῶν θεῶν ὀργὰς ἀποτρέπειν ἐπαγγελλομένη, πῶς οὐδὲ ἀνθρώπων βουλὴν μεταπεῖσαι ἠδυνήθης;“ Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ μεγάλα ἐπαγγέλλονται, μηδὲ μικρὰ ποιῆσαι δυνάμενοι.Δάμαλις βοῦν ὁρῶσα ἐργαζόμενον, ἐταλάνιζεν αὐτὸν ἐπὶ τῷ κόπῳ. Ἐπειδὴ δὲ ἑορτὴ κατέλαβε, τὸν βοῦν ἀπολύσαντες, τὴν δάμαλιν ἐκράτησαν τοῦ σφάξαι. Ἰδῶν δὲ ὁ βοῦς ἐμειδίασε καὶ πρὸς αὐτὴν εἶπεν· “ ὦ δάμαλις, διὰ τοῦτο ἤργεις, διότι ἔμελλες ἀρτίως τυθῆναι.“ Ὁ μῦθος δηλοῖ, ὅτι τὸν ἀργοῦντα κίνδυνος μένει.Λέοντός τινος ἴχνη ἐζήτει κυνηγός· δρυοτόμον δὲ ἐρωτήσας, εἰ εἶδεν ἴχνη λέοντος, καὶ ποῦ κοιτάζει, ἔφη· “καὶ αὐτὸν τὸν λέοντα ἤδη σοι δείξω.“ Ὁ δὲ ὠχριάσας ἐκ τοῦ φόβου, καὶ τούς ὀδόντας συγκρούων εἶπεν· “ἴχνη μόνα ζητῶ, οὐχὶ αὐτὸν τὸν λέοντα.“ Ὅτι τούς θρασεῖς καὶ δειλούς ὁ λόγος ἐλέγχει, τούς τολμηροὺς ἐν τοῖς λόγοις μόνοις καὶ οὐκ ἐν τοῖς ἔργοις.Ἔν τινι ποίμνῃ δέλφαξ εἰσελθών ἐνέμετο. Καὶ δή ποτε τοῦ ποιμένος συλλαμβάνοντος αὐτὸν, ἐκεκράγει τε καὶ ἀντέτεινε· τῶν δὲ προβάτων αὐτὸν αἰτιωμένων ἐπὶ τῷ βοᾶν, καὶ λεγόντων, “ἡμᾶς μὲν συνεχῶς συλλαμβάνει, καὶ οὐ κράζομεν,· ἔφη πρὸς ταῦτα· “ἀλλʼ οὐχ ὁμοία τῇ ὑμετέρᾳ ἡ ἐμὴ σύλληψις· ὑμᾶς γὰρ ἢ διὰ. τὰ ἔρια ἀγρεύει ἢ διὰ τὸ γάλα· ἐμὲ δὲ διὰ τὸ κρέας.“ Ὁ λόγος δηλοῖ, ὅτι εἰκότως ἐκεῖνοι ἀνοιμώζουσιν, οἷς ὁ κίνδυνος οὐ περὶ χρημάτων ἐστὶν, ἀλλὰ περὶ αὐτῆς τῆς σωτηρίας.Ὄνῳ τις ἐπιθεὶς αἶγα καὶ πρόβατον καὶ δέλφακα, ἤλαυνεν εἰς ἄστυ. Τοῦ δὲ δέλφακος παρʼ ὅλην τὴν ὁδὸν κεκραγότος, ἀλώπηξ ἀκούσασα ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν, διʼ ἣν, τῶν λοιπῶν μεθʼ ἡσυχίας φερομένων, μόνος αὐτὸς βοᾷ. Ὁ δὲ ὑποτυχών ἔφη· “ἀλλʼ ἔγωγε οὐ μάτην ὀδύρομαι· εὖ γὰρ οἶδα, ὅτι τοῦ μὲν προβάτου ἔριά τε καὶ ἄρνας παρεχομένου ὁ δεσπότης ἀφέξεται· ὁμοίως δὲ καὶ τῆς αἰγὸς διὰ τοὺς τυροὺς καὶ τούς ἐρίφους· ἐμοὶ δὲ οὐκ ἔχων εἰς ἄλλο τι χρήσασθαι, πάντως με θύσει.“ Οὕτω καὶ τῶν ἀνθρώπων οὐ μεμπτέοι εἰσὶν, ὅσοι τὰς μελλούσας προορώμενοι συμφορὰς ἀποκλαίονται.Δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. Ἐπὶ πολὺ δὲ τῆς μάχης κορυφουμένης, κωβιὸς ἀνέδυ (ἔστι δὲ οὗτος μικρὸς ἰχθὺς), καὶ ἐπειρᾶτο αὐτούς διαλλάττειν. Εἷς δέ τις τῶν δελφίνων ὑπολαβών ἔφη πρὸς αὐτόν· “ἀλλʼ ἡμῖν ἀνεκτότερόν ἐστι μαχομένοις ὑπʼ ἀλλήλων διαφθαρῆναι, ἢ σοῦ διαλλακτοῦ τυχεῖν.“ Οὕτως ἔνιοι τῶν ἀνθρώπων οὐδενὸς ἄξιοι ὄντες, ὅταν ταραχῆς λάβωνται, δοκοῦσί τινες εἶναι.Δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. Ἐπὶ πολύ δὲ τῆς στάσεως αὐτῶν σφοδρυνομένης, καρὶς ἀναδῦσα ἐπειρᾶτο αὐτοὺς διαλύειν. Κἷς δέ τις τῶν δελφίνων ὑποτυχὼν ἔφη πρὸς αὐτήν· “ἀλλʼ ἡμῖν αἱρετώτερόν ἐστιν ὑπʼ ἀλλήλων διαφθαρῆναι ἢσοῦ διαλλακτοῦ τυχεῖν.“ Οὕτως ἔνιοι τῶν ἀνθρώπων, οὐδενὸς ἄξιοι ὄντες, ἂν ταραχῆς λάβωνται, δοκοῦσί τινες εἶναι.Δημάδης ὁ ῥήτωρ δημηγορῶν ποτε ἐν Ἀθήναις, ἐκείνων οὐ πάνυ αὐτῷ προσεχόντων, ἐδεήθη αὐτῶν, ὅπως ἐπιτρέψωσιν αὐτῷ Αἰσώπειον μῦθον εἰπεῖν. Τῶν δὲ προτρεψαμένων, αὐτὸς ἀρξάμενος ἔλεγε· “ Δήμητρα καὶ χελιδών καὶ ἔγχελυς τὴν αὐτὴν ἐβάδιξον ὁδόν· γενομένων δὲ αὐτῶν κατά τινα ποταμὸν, ἡ μὲν χελιδνων ἀνέπτη, ἡ δὲ ἔγχελυς κατέδυ·“ καὶ ταῦτα εἰπών ἐσιώπησεν. Ἐρομένων δʼ αὐτῶν “τί οὖν ἡ Δήμητρα ἔπαθεν ;“ ἔφη· “κεχόλωται ὑμῖν, οἵτινες τὰ τῆς πόλεως πράγματα ἐάσαντες Αἰσωπείων μύθων ἀντέχεσθε.“ Οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν, ὅσοι τῶν μὲν ἀναγκαίων ὀλιγωροῦσι, τὰ δὲ πρὸς ἡδονὴν μᾶλλον αἱροῦνται.Ναῦν ποτε μετὰ τῶν ἀνδρῶν βυθισθεῖσαν ἰδών τις, ἀδίκως ἔλεγε τούς θεούς κρίνειν· “διʼ ἕνα γὰρ ἀσεβῆ συναπώλοντο καὶ ἀναίτιοι.· Ταῦτα αὐτοῦ λέγοντος, μυρμήκων πολλῶν ὄντων ἐν τῷ τόπῳ, ἐν ᾧ ἔτυχεν ἱστάμενος, συνέβη ὑφʼ ἑνὸς δηχθῆναι τούτων. Ὁ δὲ ὑφ’ ἑνὸς δηχθεὶς συνεπάτησε τοὺς πάντας. Ἑρμῆς δʼ ἐπιστὰς αὐτῷ καὶ τῇ ῥάβδῳ παίων, εἶπεν· “εἶτα οὐκ ἀνέχῃ σὺ τούς θεούς δικαστὰς εἶναι, οἷος εἶ σὺ τῶν μυρμήκων;“ Ὁ λόγος διδάσκει ἡμᾶς, μηδὲν ψέγειν τὰς τοῦ θεοῦ περὶ τοὺς ἀνθρώπους ἀκαταλήπτους οἰκονομίας, κἂν ἄδικοι τοῖς ἀπαιδεύτοις δοκοῖεν εἶναι.Διογένης ὁ κυνικὸς ὁδοιπορῶν, ὡς ἐγένετο κατά τινα ποταμὸν πλημμυροῦντα, εἰστήκει ἀμηχανῶν. Εἷς δέ τις τῶν διαβιβάζειν εἰθισμένων θεασάμενος αὐτὸν διαποροῦντα, προσελθὼν, καὶ ἀράμενος αὐτὸν σὺν φιλοφροσύνῃ, διεπέρασεν αὐτόν. Ὁ δὲ εἱστήκει τὴν αὐτοῦ πενίαν μεμφόμενος, διʼ ἣν ἀμείψασθαι τὸν εὐεργέτην οὐ δύναται. Ἔτι δὲ αὐτοῦ ταῦτα διανοουμένου, ἐκεῖνος θεασάμενος ἕτερον ὁδοιπόρον διελθεῖν μὴ δυνάμενον, προσδραμών καὶ αὐτὸν διεπέρασε. Καὶ ὁ Διογένης προσελθών αὐτῷ εἶπεν· “ἀλλʼ ἔγωγε οὐκέτι σοι χάριν ἔχω ἐπὶ τῷ γεγονότι· ὁρῶ γὰρ, ὅτι οὐ κρίσει, ἀλλὰ νόσῳ αὐτὸ σποιεῖς.“ Ὁ λόγος δηλοῖ, ὅτι οἱ μετὰ τῶν σπουδαίων καὶ τοὺς ἀνεπιτηδείους εὐεργετοῦντες οὐκ εὐεργεσίας δόξαν, ἀλογιστίαν δὲ μᾶλλον ὀφλισκάνουσι.