Γυνὴ πρεσβῦτις τοὺς ὀφθαλμούς νοσοῦσα ἰατρὸν ἐπὶ μισθῷ παρεκάλεσεν· ὁ δὲ εἰσιὼν, ὁπότε αὐτὴν ἔχριε, διετέλει ἐκείνης συμμυούσης καθʼ ἕν ἕκαστον τῶν σκευῶν ὑφαιρούμενος. Ἐπεὶ δὲ πάντα ἐκφορήσας κὰκείνην ἐθεράπευσεν, ἀπῄτει τὸν συνταχθέντα μισθόν. Μὴ βουλομένης δʼαὐτῆς ἐπιδοῦναι, ἤγαγεν αὐτὴν ἐπὶ τοὺς ἄρχοντας. Ἠ δʼ ἔλεγε, τὸν μὲν μισθὸν ὑπισχνεῖσθαι, ἐὰν θεραπεύσῃ αὐτῆς τὰς ὁράσεις· νῦν δὲ χεῖρον διατεθῆναιναι· “τότε μὲν γὰρ ἔβλεπον“ ἔφη “πάντα τὰ ἐπὶ τῆς οἰκίας μου σκεύη, νῦν δὲ οὐδὲν ἰδεῖν δύναμαι.“ Οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθʼ ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.Γυνὴ πρεσβῦτις τοὺς ὀφθαλμούς νοσοῦσα, ἰατρόν τινα ἐπὶ μισθῷ ἰατρεῦσαι αὑτὴν παρεκάλει, στοιχήσασα ἐνώπιον μαρτύρων, ὅτι ἐὰν θεραπεύσῃ αὐτῆς τοὺς ὀφθαλμοὺς, πολὺν λήψεται παρʼ αὐτῆς τὸν μισθόν· ἐὰν δὲ μὴ θεραπευθῇ, ἐπιμείνῃ δὲ ἡ ἀῤῥωστία, μηδὲν αὐτῷ παράσχῃ. Καὶ οὕτω γενομένου, ὅσον ὅσον ὁ ἰατρὸς ἐπετίθει τοῖς ὀφθαλμοῖς αὐτῆς τὴν ἰατρείαν, κατʼ ὀλίγον ὀλίγον τὰ προσόντα αὐτῇ ἔκλεπτε. Μετʼ οὐ πολύ δὲ θεραπεύσας αὐτὴν, ἐζήτει τὸν στοιχηθέντα μισθόν. Ἀναβλέψασα τοίνυν ἡ γραῦς, ὡς οὐδὲν τῶν προσόντων αὐτῇ ἐθεάσατο ἐν τῇ οἰκίᾳ αὐτῆς, οὐδὲν ἐδίδου αὐτῷ. Ὡς οὖν ἐπέμενεν ὁ ἰατρὸς ἐκβιάζων αὐτὴν, ἐκείνη δὲ ἀνεβάλλετο, ἀπήγαγεν αὐτὴν πρὸς τοὺς ἄρχοντας. Στᾶσα οὖν ἐνώπιον αὐτῶν ἔφη· “ὁ ἄνθρωπος οὗτος, καθὼς λέγει, ἀλήθειαν λέγει· ἐπηγγειλάμην γὰρ δοῦναι αὐτῷ τὸν μισθὸν, ἐὰν καλῶς ἀναβλέψω· ἐὰν δὲ ἐπιμείνω τῇ ἀῤῥωστίᾳ, ἵνα μηδὲν παρέξω αὐτῷ. Νῦν οὖν φάσκει, ὅτι ἐθεραπεύθην· ἐγὼ δὲ τοὐναντίον λέγω παθεῖν με· ὅτε γὰρ τοὺς ὀφθαλμούς ἐνόσουν, τότε καὶ σκεύη διάφορα καὶ χρήματα ἔβλεπον ἐν τῇ οἰκίᾳ μου· νυνὶ δὲ, ὅτε αὐτὸς φάσκει βλέπειν με, οὐδὲν δύναμαι ἄρτι θεάσασθαι. Ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθʼ ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.Γυνή τις ἄνδρα μέθυσον εἶχε· τοῦ δὲ πάθους αὐτὸν ἀπαλλάξαι θέλουσα, τοιόνδε τι σοφίζεται. Κεκαρωμένον γὰρ αὐτὸν ὑπὸ τῆς μέθης παρατηρήσασα καὶ νεκροῦ δίκην ἀναισθητοῦντα, ἐπʼ ὤμων ἄρασα, ἐπὶ τὸ πολυάνδριον ἀπενεγκοῦσα κατέθετο καὶ ἀπῆλθεν. Ἡνίκα δʼ αὐτὸν ἤδη ἀνανήφειν ἐστοχάσατο, προσελθοῦσα τὴν θύραν ἔκοπτε τοῦ πολυανδρίου. Ἐκείνου δὲ φήσαντος “τίς ὁ τὴν θύραν κόπτων;“ ἡ γυνὴ ἀπεκρίνατο· “ὁ τοῖς νεκροῖς τὰ σιτία κομίζων ἐγὼ πάρειμι·“ Κἀκεῖνος· “μή μοι φαγεῖν, ἀλλὰ πιεῖν, ὦ βέλτιστε, μᾶλλον προσένεγκε· λυπεῖς γάρ με βρώσεως, ἀλλὰ μὴ πόσεως μνημονεύων.“ Ἡ δὲ τὸ στῆθος πατάξασα “οἴμοι τῇ δυστήνῳ “ φησίν· “οὐδὲν γὰρ οὐδὲ σοφισαμένη ὤνησα· σὺ γὰρ, ἄνερ, οὐ μόνον οὐκ ἐπαιδεύθης, ἀλλὰ καὶ χείρων σαυτοῦ γέγονας, εἰς ἕξιν σοι καταστάντος τοῦ πάθους.“ Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ταῖς κακαῖς πράξεσιν ἐγχρονίζειν. Ἔστι γὰρ ὅτε καὶ μὴ θέλοντι τῷ ἀνθρώπῳ τὸ ἔθος ἐπιτίθεται.Γυνή τις, προσφάτως τὸν ἑαυτῆς ἄνδρα θάψασα, καθʼ ἡμέραν ἀπιοῦσα πρὸς τὸ μνημεῖον ἐθρήνει. Ἀροτριῶν δέ τις οὐ πόῤῥω τοῦ μνήματος εἰς ἐπιθυμίαν ἧκε τῆς γυναικὸς, καὶ καταλιπών τοὺς βόας ἦλθε καὶ αὐτὸς πρὸς τὸ μνῆμα, καὶ καθίσας συνεθρήνει τῇ γυναικί. Τῆς δὲ πυθομένης, τί δήποτε καὶ αὐτὸς οὕτως ὀδύρεται; “ὅτι κἀγὼ “ φησὶν “εὐπρεπῆ γυναῖκα κατώρυξα, καὶ, ἐπειδὰν κλαύσω, τῆς λύπης κουφίζομαι.“ Ἡ δὲ “κἀμοὶ τοῦτʼ αὐτὸ προσγίνεται.“ Κἀκεῖνος· “εἰ τοίνυν τοῖς αὐτοῖς περιπεπτώκαμεν πάθεσι, τί δήποτε ἀλλήλοις μὴ σύνέσμεν; ἐγώ τε γὰρ φιλήσω σε ὡς ἐκείνην, κἀμὲ σὺ πάλιν ὡς τὸν σαυτῆς ἄνδρα.“ Ταῦτα ἔπεισε τὴν γυναῖκα, καὶ δὴ συνῆλθον. Ἐν τούτῳ δὲ κλέπτης ἐλθών καὶ τοὺς βόας λύσας ἀπήλασεν. Ὁ δὲ ἐπανελθών καὶ τοὺς βόας μὴ εὑρηκὡς, κόπτεσθαί τε καὶ οἰμώζειν ἰσχυρῶς ἐνεστήσατο. Ἐλθοῦσα δὲ καὶ ἡ γυνὴ καὶ ὀλοφυρόμενον εὑροῦσα, φησί “πάλιν κλαίεις ;“ κἀκεῖνος “νῦν·“ εἶπεν “ἐπʼ ἀληθείας κλαίω.“Γυνὴ χήρα φιλεργὸς, θεραπαινίδας ἔχουσα, ταύτας εἰώθει νυκτὸς ἐγείρειν ἐπὶ τὰ ἔργα πρὸς τὰς τῶν ἀλεκτρυόνων ᾠδάς. Αἱ δὲ, συνεχῶς τῷ πόνῳ ταλαιπωρούμειναι, ἔγνωσαν δεῖν τὸν ἐπὶ τῆς οἰκίας ἀποκτεῖναι ἀλεκτρυόνα, ὡς ἐκείνου νύκτωρ ἐξανιστάντος τὴν δέσποιναν. Συνέβη δʼ αὐταῖς τοῦτο διαπραξαμέναις χαλεπωτέροις περιπεσεῖν τοῖς δεινοῖς. Ἡ γὰρ δεσπότις, ἀγνοοῦσα τὴν τῶν ἀλεκτρυόνων ὥραν, ἐννυχωτερον ταύτας ἀνίστη. Ὁ μῦθος δηλοῖ, ὅτι πολλοῖς ἀνθρώποις τὰ βουλεύματα κακῶν αἴτια γίνεται.Γυνή τις χήρα ὄρνιν εἶχε καθʼ ἑκάστην ἡμέραν ὠὸν αὐτῇ τίκτουσαν. Νομίσασα δὲ, ὡς, εἰ πλείους τῇ ὄρνιθι κριθὰς παραβάλοι, δὶς τέξεται τῆς ἡμέρας, τοῦτο πεποίηκεν. Ἡ δʼ ὄρνις, κιμελὴς γενομένη, οὐδʼ ἅπαξ τῆς ἡμέρας τεκεῖν ἡδύνατο. Ὁ μῦθος δηλοῖ, ὅτι οἱ διὰ πλεονεξίαν τῶν πλειόνων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀποβάλλουσι.Γυνὴ μάγος ἐπῳδὰς θείων μηνιμάτων ἐπαγγελλομένη διετέλει πολλὰ ποιοῦσα, κἀκ τούτου οὐ μικρὸν βίον πορίζουσα. Ἐπὶ τούτῳ γραψάμενοί τινες αὐτὴν ὡς καινοτομοῦσαν περὶ τὰ θεῖα εἰς δίκην ὑπήγαγον, καὶ κατηγορήσαντες κατεδίκασαν αὐτὴν ἐπὶ θανάτῳ. Θεασάμενος δέ τις αὐτὴν ἐκ τῶν δικαστηρίων, ἔφη αὐτῇ· “ἡ τὰς δαιμόνων ὀργὰς τρέπειν ἐπαγγελλομένη πῶς οὐδὲ ἀνθρώπους πεῖσαι ἠδυνήθης;“ Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς γυναῖκα πλάνον, ἥτις τὰ μείζονα κατεπαγγελλομένη τοῖς μετρίοις ἀδύνατος ἀπελέγχεται.