Ἐν ἀρούρᾳ παγίδας γεωργὸς ἔστησε. Θηρεύσας δὲ γεράνους, τούς τὸν σπόρον φθείροντας, σὺν αὐτοῖς καὶ πελαργὸν εἰλήφει. Ὁ δὲ χωλεύων ἱκέτευεν ἀφεθῆναι λέγων· “οὐ γάρ εἰμι γέρανος· πελαργός εἰμι, εὐσεβέστατον ζῶον, ὃς τιμῶ τὸν πατέρα καὶ δουλεύω· ἴδε καὶ τὴν χροιὰν, ὡς οὐχ ὁμοία.“ Ὁ δʼ ἔφη· “οὐκ οἶδα τί λέγεις· ἐγὼ σὺν οἷς εἴληφά σε, μετʼ αὐτῶν καὶ ἀπολέσω.“ Ὅτι καλόν ἐστι φεύγειν, καὶ μὴ συγκοινωνεῖν ἀνδράσι κακοῖς, μή πως κινδύνοις σύν αὐτοῖς ἐμπέσῃς.Ὀρνιθοθήρας δίκτυα γεράνοις ἀναπετάσας, πύῥῥωθεν ἐθεώρει τὴν ἄγραν. Πελαργοῦ δὲ σύν τοῖς γεράνοις ἐπικαθίσαντος, ἐπιδραμὼν μετʼ ἐκείνων καὶ αὐτὸν συνέλαβε. Τοῦ δὲ δεομένου μὴ θῦσαι αὐτὸν καὶ λέγοντος, ὡς οὐ μόνον [αὐτὸς] ἀβλαβής ἐστι τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ὠφελιμώτατος· τοὺς γὰρ ὄφεις καὶ τὰ λοιπὰ ἑρπετὰ συλλαμβάνων ἀναιρεῖν, ὁ ὀρνιθοθήρας ἔφη· “ἀλλʼ εἰ τὰ μάλιστα οὐ φαῦλος εἶ, διὰ τοῦτο κολάσεως ἄξιος, ὅτι μετὰ πονηρῶν κεκάθικας.“ Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τὰς τῶν πονηρῶν συνουσίας φεύγειν, ἵνα μὴ καὶ αὐτοὶ ἐκείνων τῆς κακίας κοινωνεῖν δόξωμεν.Γεωργός τις σκάπτων χρυσίῳ περιέτυχε. Καθʼ ἑκάστην οὖν τὴν Γῆν, ὡς ὑπʼ αὐτῆς εὐεργετηθεὶς, ἔστεφε. Τῷ δὲ ἡ Τύχη ἐπιστᾶσά φησιν· “ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα προσανατίθης, ἅπερ ἐγώ σοι δέδωκα, πλουτίσαι σε βουλομένη; Κἰ γὰρ ὁ καιρὸς μεταβάλοι, καὶ πρὸς ἑτέρας χεῖρας τοῦτό σοι τὸ χρυσίον ἔλθοι, οἶδʼ ὅτι τηνικαῦτα ἐμὲ, τὴν Τύχην, μέμψῃ.“ Ὁ μῦθος δηλοῖ, ὅτι χρὴ τὸν εὐεργέτην ἐπιγινωσκειν καὶ τούτῳ χάριτας ἀποδιδόναι.Φυτὸν ἦν εἰς γεωργοῦ χώραν, καρπὸν μὴ φέρον, ἀλλὰ μόνον στρουθῶν καὶ τεττίγων κελαδούντων ἠν καταφυγή. Ὁ δὲ γεωργὸς ὡς ἄκαρπον ἐκτέμνειν ἤμελλε· καὶ δὴ τὸν πέλεκυν λαβών ἐπέφερε τὴν πληγήν. Οἱ δὲ τέττιγες καὶ οἱ στρουθοὶ ἱκέτευον τὴν καταφυγὴν αὐτῶν μὴ ἐκκόψαι, ἀλλʼ ἐᾶσαι, ὥστε ᾄδειν ἐν αὐτῷ, καὶ αὐτὸν τὸν γεωργὸν τέρπειν. Ὁ δὲ μηδὲν αὐτῶν φροντίσας, καὶ δευτέραν πληγὴν καὶ τρίτην ἐπέφερε. ῾Ως δὲ ἐκοίλανε τὸ δένδρον, σμῆνος μελισσῶν καὶ μέλι εὗρε. Γευσάμενος δὲ τὸν πέλεκυν ἔῤῥιψε, καὶ τὸ φῦ τὸν ἐτίμα ὡς ἱερὸν, καὶ ἐπεμελεῖτο. Ὅτι οὐ τοσοῦτον οἱ ἄνθρωποι φύσει τὸ δίκαιον ἀγαπῶσι καὶ τιμῶσιν, ὅσον τὸ κερδαλέον ἐπιδιώκουσιν.Γεωργοῦ παῖδες ἐστασίαζον· ὁ δʼ, ὡς πολλὰ παραινῶν οὐκ ἡδύνατο πεῖσαι αὐτούς λόγοις μεταβάλλεσθαι, ἔγνω δεῖν πρᾶγμα τοῦτο πρᾶξαι. Καὶ παρηῄνεσεν αὐτοῖς ῥάβδων δέσμην κομίσαι. Τῶν δὲ τὸ προσταχθὲν ποιησάντων, τὸ μὲν πρῶτον δοὺς αὐτοῖς ἀθρόας τὰς ῥάβδους ἐκέλευσε κατεάσσειν· ἐπειδὴ δὲ καὶ περιβιαζόμενοι οὐκ ἠδύναντο, ἐκ δευτέρου λύσας τὴν δέσμην ἀνὰ μίαν αὐτοῖς ῥάβδον ἐδίδου· τῶν δὲ ῥᾳδίως κατακλώντων, ἔφη· “ἀτὰρ οὖν καὶ ὑμεῖς, ὦ παῖδες, ἐὰν μὲν ὁμοφρονῆτε, ἀχείρωτοι τοῖς ἐχθροῖς ἔσεσθε· ἐὰν δὲ στασιάζητε, εὐάλωτοι.“ Ὁ λόγος δηλοῖ, ὅτι τοσοῦτον ἰσχυρότερόν ἐστιν ἡ ὁμόνοια, ὅσον εὐκαταγώνιστος ἡ στάσις.ὄνον τις ἔχων καὶ τῷ βοῒ συζεύξας ἠροτρία, πτωχῶς μὲν, ἀλλʼ ἀναγκαίως. Ἐπεὶ δὲ τὸ ἔργον ἐπληρώθη, καὶ λύειν ἔμελλεν αὐτοὺς, ἡ ὄνος διηρώτα τὸν βοῦν· “τίς ἄξει τῷ γηπόνῳ τὰ σκεύη;“ Ὁ δὲ πρὸς αὐτὴν εἶπε· “πάντως ὅσπερ εἴωθεν.“Γλαύξ, σοφὴ οὖσα, ξυνεβούλευε τοῖς ὀρνέοις, τῆς δρυὸς ἐν ἀρχῇ φυομένης, μὴ ἐᾶσαι, ἀλλʼ ἀνελεῖν πάντα τρόπον· ἔσεσθαι γὰρ φάρμακον ἀπʼ αὐτῆς ἄφυκτον, ὑφʼ οὗ ἁλώσονται, τὸν ἰξόν. Πάλιν δὲ τὸ λίνον τῶν ἀνθρώπων σπειρόντων, ἐκέλευε καὶ τοῦτο ἐκλέγειν τὸ σπέρμα· μὴ γὰρ ἐπʼ ἀγαθῷ φυήσεσθαι. Τρίτον δὲ, ἰδοῦσα τοξευτήν τινα ἄνδρα, προέλεγεν, ὅτι οὗτος ὁ ἀνὴρ φθάσει ὑμᾶς τοῖς ὑμετέροις πτεροῖς, πεζὸς ὢν αὐτὸς πτηνὰ ἐπιπέμπων βέλη. Τὰ δὲ ἠπίστει τοῖς λόγοις καὶ ἀνόητον αὐτὴν ἡγοῦντο καὶ μαίνεσθαι ἔφασκον· ὕστερον δὲ πειρώμενα ἐθαύμαζε καὶ τῷ ὄντι σοφωτάτην ἐνόμιζεν. Καὶ διὰ τοῦτο, ἐπὰν φανῇ, πρόσεισιν ὡς πρὸς ἅπόντα ἐπισταμένην· ἡ δὲ ξυμβουλεύει μὲν οὐδὲν ἔτι αὐτοῖς, ὀδύρεται δὲ μόνον.Αἴσωπος ξυνετίθει λόγον τοιοῦτον· ὡς τὰ ὄρνεα ξυνῆλθε πρὸς τὴν γλαῦκα καὶ ἐδεῖτο, τῆς μὲν ἀπὸ τῶν οἰκοδομημάτων σκέπης ἀπανίστασθαι, πρὸς δὲ τὰ δένδρα τὴν καλιὰν, ὥσπερ καὶ αὐτὰ, καὶ τούς τούτων μεταπήγνυσθαι κλῶνας, ἀφʼ ὧν καὶ ᾄδειν ἔστιν εὐσημότερον· καὶ δὴ καὶ πρὸς δρῦν ἄρτι ταυτηνὶ φυομένην, ἐπειδὰν πρὸς ὥραν ἀφίκηται, ἑτοίμως ἔχειν ἱζάνειν καὶ τῆς χλοερὰς κόμης ἀπόνασθαι. Ἀλλʼ οὖν τήν γε γλαῦκα μὴ τοῦτο τοῖς ὀρνέοις ποιεῖν παραινεῖν μηδὲ φυτοῦ βλάστῃ ἐφήδεσθαι ἰξὸν πεφυκότος φέρειν, πτηνοῖς ὄλεθρον. Τὰ δὲ μὴ τῆς ξυμβουλῆς ἀποδέχεσθαι τὴν γλαῦκα· τοὐναντίον δὲ ἔχαιρε τῇ δρυὶ φυομένῃ· ἐπειδὴ δὲ ἱκανὴ ἦν, καθίσαντα ἐπʼ αὐτὴν ᾖδεν. Γενομένου δὲ τοῦ ἰξοῦ ῥᾳδίως ἤδη ὑπὸ τῶν ἀνθρώπων ἁλισκόμενα μετενόουν καὶ τὴν γλαῦκα ἐθαύμαζον ἐπὶ τῇ ξυμβουλῇ. Καὶ νῦν ἔτι οὕτως ἔχουσιν, ὡς δεινῆς καὶ σοφῆς οὔσῃς αὐτῆς, καὶ διὰ τοῦτο ἐθέλουσι πλησιάζειν, ἡγούμενα ἀγαθόν τι ἀπολαύειν τῆς ξυνουσίας. Προσίασι δὲ μάτην ἐπὶ κακῷ. Ἡ μὲν γὰρ ἀρχαία γλαύξ τῷ ὄντι φρονίμη τε ἦν καὶ ξυμβουλεύειν ἐδύνατο· αἱ δὲ νῦν μόνον τὰ πτερὰ ἔχουσιν ἐκείνης καὶ τούς ὀφθαλμούς καὶ τὸ ῥάμφος, τὰ δὲ ἄλλα ἀφρονέστεραί εἰσι τῶν ἄλλων ὸρνέων.