ἀφροσύνης δʼ ἐστὶ τὸ κρίνειν κακῶς τὰ πράγματα, τὸ βουλεύσασθαι κακῶς, τὸ ὁμιλῆσαι κακῶς, τὸ χρήσασθαι κακῶς τοῖς παροῦσιν ἀγαθοῖς, τὸ ψευδῶς δοξάζειν περὶ τῶν εἰς τὸν βίον καλῶν καὶ ἀγαθῶν.παρακολουθεῖ δὲ τῇ ἀφροσύνῃ ἀπειρία, ἀμαθία, ἀκρασία, ἐπαριστερότης, ἀμνημοσύνη. ὀργιλότητος δʼ ἐστὶν εἴδη τρία, ἀκροχολία πικρία βαρυθυμία. ἔστι δὲ τοῦ ὀργίλου μὴ δύνασθαι φέρειν μήτε τὰς μικρὰς ὀλιγωρήσεις μήτε ἐλαττώσεις, εἶναι δὲ κολαστικὸν καὶ τιμωρητικὸν καὶ εὐκίνητον πρὸς ὀργὴν καὶ ὑπὸ ἔργου καὶ ὑπὸ λόγου τοῦ τυχόντος. ἀκολουθεῖ δὲ τῇ ὀργιλότητι τὸ παροξυντικὸν τοῦ ἤθους καὶ εὐμετάβολον, καὶ ἡ πικρολογία, καὶ τὸ ἐπὶ μικροῖς λυπεῖσθαι, καὶ τὸ ταῦτα πάσχειν ταχέως καὶ παρὰ βραχὺν καιρόν. δειλίας δʼ ἐστὶ τὸ ὑπὸ τῶν τυχόντων φόβων εὐκίνητον εἶναι, καὶ μάλιστα τῶν περὶ θάνατον καὶ τὰς σωματικὰς πηρώσεις, καὶ τὸ ὑπολαμβάνειν κρεῖττον εἶναι ὁπωσοῦν σωθῆναι ἢ τελευτῆσαι καλῶς. ἀκολουθεῖ δὲ τῇ δειλίᾳ μαλακία, ἀνανδρία, ἀπονία, φιλοψυχία. ὕπεστι δέ τις εὐλάβεια καὶ τὸ ἀφιλόνεικον τοῦ ἤθους. ἀκολασίας δʼ ἐστὶ τὸ αἱρεῖσθαι τὰς ἀπολαύσεις τῶν ἡδονῶν τῶν βλαβερῶν καὶ αἰσχρῶν, καὶ τὸ ὑπολαμβάνειν εὐδαιμονεῖν μάλιστα τοὺς ἐν ταῖς τοιαύταις ἡδοναῖς ὄντας, καὶ τὸ φιλογέλοιον εἶναι καὶ τὸ φιλοσκώπτην καὶ φιλευτράπελον, καὶ τὸ ῥᾳδιουργὸν εἶναι ἐν τοῖς λόγοις καὶ ἐν τοῖς ἔργοις. ἀκολουθεῖ δὲ τῇ ἀκολασίᾳ ἀταξία, ἀναίδεια, ἀκοσμία, τρυφή, ῥᾳθυμία, ἀμέλεια, ὀλιγωρία, ἔκλυσις. ἀκρασίας δʼ ἐστὶ τὸ κωλύοντος τοῦ λογισμοῦ τὰς ἀπολαύσεις τῶν ἡδονῶν αἱρεῖσθαι, καὶ τὸ ὑπολαμβάνοντα κρεῖττον εἶναι μὴ μετασχεῖν μὲν αὐτῶν, μετέχειν δὲ μηδὲν ἧττον, καὶ τὸ οἴεσθαι μὲν δεῖν πράττειν καὶ τὰ καλὰ καὶ τὰ συμφέροντα, ἀφίστασθαι δὲ αὐτῶν διὰ τὰς ἡδονάς. ἀκολουθεῖ δὲ τῇ ἀκρασίᾳ μαλακία καὶ μεταμέλεια καὶ τὰ πλεῖστα ταὐτὰ ἃ καὶ τῇ ἀκολασίᾳ. ἀδικίας δʼ ἐστὶν εἴδη τρία, ἀσέβεια πλεονεξία ὕβρις.ἀσέβεια μὲν ἡ περὶ θεοὺς πλημμέλεια καὶ περὶ δαίμονας ἢ καὶ περὶ τοὺς κατοιχομένους, καὶ περὶ γονεῖς καὶ περὶ πατρίδα· πλεονεξία δὲ περὶ τὰ συμβόλαια, παρὰ τὴν ἀξίαν αἱρουμένη τὸ διάφορον· ὕβρις δέ, καθʼ ἣν τὰς ἡδονὰς αὑτοῖς παρασκευάζουσιν, εἰς ὄνειδος ἀγαγόντες ἑτέρους, ὅθεν Εὔηνος περὶ αὐτῆς λέγει ἥτις κερδαίνουσʼ οὐδὲν ὅμως ἀδικεῖ. ἔστι δὲ τῆς ἀδικίας τὸ παραβαίνειν τὰ πάτρια ἔθη καὶ τὰ νόμιμα, καὶ τὸ ἀπειθεῖν τοῖς νόμοις καὶ τοῖς ἄρχουσι, τὸ ψεύδεσθαι, τὸ ἐπιορκεῖν, τὸ παραβαίνειν τὰς ὁμολογίας καὶ τὰς πίστεις. ἀκολουθεῖ δὲ τῇ ἀδικίᾳ συκοφαντία, ἀλαζονεία, φιλανθρωπία προσποίητος, κακοήθεια, πανουργία. ἀνελευθερίας δʼ ἐστὶν εἴδη τρία, αἰσχροκερδία φειδωλία κιμβεία. αἰσχροκερδία μέν, καθʼ ἣν κερδαίνειν ζητοῦσι πανταχόθεν, καὶ τὸ κέρδος τῆς αἰσχύνης περὶ πλείονος ποιοῦνται· φειδωλία δʼ ἐστὶ καθʼ ἣν ἀδάπανοι γίνονται τῶν χρημάτων εἰς τὸ δέον· κιμβεία δʼ ἐστὶ καθʼ ἣν δαπανῶσι μέν, κατὰ μικρὸν δὲ καὶ κακῶς, καὶ πλέον βλάπτονται τῷ μὴ κατὰ καιρὸν ποιεῖσθαι τὸ διάφορον. ἔστι δὲ τῆς ἀνελευθερίας τὸ περὶ πλείστου ποιεῖσθαι χρήματα, καὶ τὸ μηδὲν ὄνειδος ἡγεῖσθαι τῶν ποιούντων τὸ κέρδος, βίος θητικὸς καὶ δουλοπρεπὴς καὶ ῥυπαρός, φιλοτιμίας καὶ ἐλευθερίας ἀλλότριος. ἀκολουθεῖ δὲ τῇ ἀνελευθεριότητι μικρολογία, βαρυθυμία καὶ μικροψυχία, ταπεινότης, ἀμετρία, ἀγένεια, μισανθρωπία. μικροψυχίας δʼ ἐστὶ τὸ μήτε τιμὴν μήτε ἀτιμίαν μήτε εὐτυχίαν μήτε ἀτυχίαν δύνασθαι φέρειν, ἀλλὰ τιμώμενον μὲν χαυνοῦσθαι, μικρὰ δὲ εὐτυχήσαντα ὑπεξαίρεσθαι, ἀτιμίαν δὲ μηδὲ τὴν ἐλαχίστην ἐνεγκεῖν δύνασθαι, ἀπότευγμα δʼ ἄτην καὶ ἀτυχίαν κρίνειν μεγάλην, ὀδύρεσθαι δʼ ἐπὶ πᾶσι καὶ δυσφορεῖν. ἔτι δὲ τοιοῦτός ἐστιν ὁ μικρόψυχος οἷος πάντα τὰ ὀλιγωρήματα καλεῖν ὕβριν καὶ ἀτιμίαν, καὶ τὰ διʼ ἄγνοιαν ἢ λήθην γιγνόμενα. ἀκολουθεῖ δὲ τῇ μικροψυχίᾳ μικρολογία, μεμψιμοιρία, δυσελπιστία, ταπεινότης.καθόλου δὲ τῆς μὲν ἀρετῆς ἐστὶ τὸ ποιεῖν σπουδαίαν τὴν διάθεσιν περὶ τὴν ψυχήν, ἠρεμαίαις καὶ τεταγμέναις κινήσεσι χρωμένην, συμφωνοῦσαν κατὰ πάντα τὰ μέρη· διὸ καὶ δοκεῖ παράδειγμα πολιτείας ἀγαθῆς εἶναι ψυχῆς σπουδαία διάθεσις. ἔστι δὲ ἀρετῆς καὶ τὸ εὐεργετεῖν τοὺς ἀξίους, καὶ τὸ φιλεῖν τοὺς ἀγαθούς, καὶ τὸ μήτε κολαστικὸν εἶναι μήτε τιμωρητικόν, ἀλλὰ ἵλεων καὶ εὐμενικὸν καὶ συγγνωμονικόν. ἀκολουθεῖ δὲ τῇ ἀρετῇ χρηστότης, ἐπιείκεια, εὐγνωμοσύνη, ἐλπὶς ἀγαθή. ἔτι δὲ καὶ τὰ τοιαῦτα οἷον φίλοικον εἶναι καὶ φιλόφιλον, φιλέταιρον, φιλόξενον, φιλάνθρωπον καὶ φιλόκαλον· ἃ δὴ πάντα τῶν ἐπαινουμένων ἐστίν. τῆς δὲ κακίας ἐστὶ τὰ ἐναντία.