δεῖ δὲ μεταφέρειν, καθάπερ εἴρηται πρότερον, ἀπὸ οἰκείων καὶ μὴ φανερῶν, οἷον καὶ ἐν φιλοσοφίᾳ τὸ ὅμοιον καὶ ἐν πολὺ διέχουσι θεωρεῖν εὐστόχου, ὥσπερ Ἀρχύτας ἔφη ταὐτὸν εἶναι διαιτητὴν καὶ βωμόν· ἐπʼ ἄμφω γὰρ τὸν ἀδικούμενον καταφεύγειν. ἢ εἴ τις φαίη ἄγκυραν καὶ κρεμάθραν τὸ αὐτὸ εἶναι· ἄμφω γὰρ ταὐτό τι, ἀλλὰ διαφέρει τῷ ἄνωθεν καὶ κάτωθεν. καὶ τὸ ἀνωμαλίσθαι τὰς πόλεις ἐν πολὺ διέχουσιν ταὐτό, ἐν ἐπιφανείᾳ καὶ δυνάμεσι τὸ ἴσον.ἔστιν δὲ καὶ τὰ ἀστεῖα τὰ πλεῖστα διὰ μεταφορᾶς καὶ ἐκ τοῦ προσεξαπατᾶν· μᾶλλον γὰρ γίγνεται δῆλον ὅ τι ἔμαθε παρὰ τὸ ἐναντίως ἔχειν, καὶ ἔοικεν λέγειν ἡ ψυχὴ ὡς ἀληθῶς, ἐγὼ δὲ ἥμαρτον. καὶ τῶν ἀποφθεγμάτων δὲ τὰ ἀστεῖά ἐστιν ἐκ τοῦ μὴ ὅ φησι λέγειν, οἷον τὸ Στησιχόρου, ὅτι οἱ τέττιγες ἑαυτοῖς χαμόθεν ᾄσονται. καὶ τὰ εὖ ᾐνιγμένα διὰ τὸ αὐτὸ ἡδέα (μάθησις γάρ ἐστι καὶ μεταφορἄ, καὶ (ὃ λέγει Θεόδωρος) τὸ καινὰ λέγειν. γίγνεται δὲ ὅταν παράδοξον ᾖ, καὶ μή, ὡς ἐκεῖνος λέγει, πρὸς τὴν ἔμπροσθεν δόξαν, ἀλλʼ ὥσπερ ἐν τοῖς γελοίοις τὰ παραπεποιημένα (ὅπερ δύναται καὶ τὰ παρὰ γράμμα σκώμματα· ἐξαπατᾷ γάρ), καὶ ἐν τοῖς μέτροις· οὐ γὰρ ὥσπερ ὁ ἀκούων ὑπέλαβεν· ἔστειχε δʼ ἔχων ὑπὸ ποσσὶ χίμεθλα· ὁ δʼ ᾤετο πέδιλα ἐρεῖν. τούτου δʼ ἅμα λεγομένου δεῖ δῆλον εἶναι. τὰ δὲ παρὰ γράμμα ποιεῖ οὐχ ὃ λέγει λέγειν, ἀλλʼ ὃ μεταστρέφει ὄνομα, οἷον τὸ Θεοδώρου εἰς Νίκωνα τὸν κιθαρῳδὸν θράξει σε, προσποιεῖται γὰρ λέγειν τὸ Θρᾷξ εἶ σύ καὶ ἐξαπατᾷ· ἄλλο γὰρ λέγει. διὸ μαθόντι ἡδύ, ἐπεὶ εἰ μὴ ὑπολαμβάνει Θρᾷκα εἶναι, οὐ δόξει ἀστεῖον εἶναι.καὶ τὸ βούλει αὐτὸν πέρσαι. δεῖ δὲ ἀμφότερα προσηκόντως λεχθῆναι. οὕτω δὲ καὶ τὰ ἀστεῖα, οἷον τὸ φάναι Ἀθηναίοις τὴν τῆς θαλάττης ἀρχὴν μὴ ἀρχὴν εἶναι τῶν κακῶν· ὄνασθαι γάρ. ἢ ὥσπερ Ἰσοκράτης τὴν ἀρχὴν τῇ πόλει ἀρχὴν εἶναι τῶν κακῶν. ἀμφοτέρως γὰρ ὃ οὐκ ἂν ᾠήθη τις ἐρεῖν, τοῦτʼ εἴρηται, καὶ ἐγνώσθη ὅτι ἀληθές· τό τε γὰρ τὴν ἀρχὴν φάναι ἀρχὴν εἶναι οὐθὲν σοφόν, ἀλλʼ οὐχ οὕτω λέγει ἀλλʼ ἄλλως, καὶ ἀρχὴν οὐχ ὃ εἶπεν ἀπόφησιν, ἀλλʼ ἄλλως.ἐν ἅπασι δὲ τούτοις, ἐὰν προσηκόντως τὸ ὄνομα ἐνέγκῃ ὁμωνυμίᾳ ἢ μεταφορᾷ, τότε τὸ εὖ. οἷον Ἀνάσχετος οὐκ ἀνασχετός ὁμωνυμίᾳ ἀπέφησε, ἀλλὰ προσηκόντως, εἰ ἀηδής. καὶ οὐκ ἂν γένοιο μᾶλλον ἤ σε δεῖ ξένος· ξένος γὰρ οὐ μᾶλλον ἤ σε δεῖ τὸ αὐτὸ καὶ οὐ δεῖ τὸν ξένον ξένον ἀεὶ εἶναι· ἀλλότριον γὰρ καὶ τοῦτο. τὸ αὐτὸ καὶ τὸ Ἀναξανδρίδου τὸ ἐπαινούμενον, καλόν γʼ ἀποθανεῖν πρὶν θανάτου δρᾶν ἄξιον· ταὐτὸ γάρ ἐστι τῷ εἰπεῖν ἄξιόν γʼ ἀποθανεῖν μὴ ὄντα ἄξιον ἀποθανεῖν, ἢ ἄξιόν γʼ ἀποθανεῖν μὴ θανάτου ἄξιον ὄντα, ἢ μὴ ποιοῦντα θανάτου ἄξια.τὸ μὲν οὖν εἶδος τὸ αὐτὸ τῆς λέξεως τούτων· ἀλλʼ ὅσῳ ἂν ἐν ἐλάττονι καὶ ἀντικειμένως λεχθῇ, τοσούτῳ εὐδοκιμεῖ μᾶλλον. τὸ δʼ αἴτιον ὅτι ἡ μάθησις διὰ μὲν τὸ ἀντικεῖσθαι μᾶλλον, διὰ δὲ τὸ ἐν ὀλίγῳ θᾶττον γίνεται.δεῖ δʼ ἀεὶ προσεῖναι ἢ τὸ πρὸς ὃν λέγεται ἢ ὀρθῶς λέγεσθαι, εἰ τὸ λεγόμενον ἀληθὲς καὶ μὴ ἐπιπόλαιον ἔσται· ἔστιν γὰρ ταῦτα χωρὶς ἔχειν, οἷον ἀποθνῄσκειν δεῖ μηθὲν ἁμαρτάνοντα ἀλλʼ οὐκ ἀστεῖον, τὴν ἀξίαν δεῖ γαμεῖν τὸν ἄξιον, ἀλλʼ οὐκ ἀστεῖον, ἀλλʼ ἢ ἐὰν ἅμα ἄμφω ἔχῃ· ἄξιόν γʼ ἀποθανεῖν μὴ ἄξιον ὄντα τοῦ ἀποθανεῖν. ὅσῳ δʼ ἂν πλείω ἔχῃ, τοσούτῳ ἀστειότερον φαίνεται, οἷον εἰ καὶ τὰ ὀνόματα μεταφορὰ εἴη καὶ μεταφορὰ τοιαδὶ καὶ ἀντίθεσις καὶ παρίσωσις, καὶ ἔχοι ἐνέργειαν.εἰσὶν δὲ καὶ αἱ εἰκόνες, ὥσπερ εἴρηται καὶ ἐν τοῖς ἄνω, αἱ εὐδοκιμοῦσαι τρόπον τινὰ μεταφοραί· ἀεὶ γὰρ ἐκ δυοῖν λέγονται, ὥσπερ ἡ ἀνάλογον μεταφορά, οἷον ἡ ἀσπίς, φαμέν, ἐστι φιάλη Ἄρεως, καὶ τὸ τόξον φόρμιγξ ἄχορδος. οὕτω μὲν οὖν λέγουσιν οὐχ ἁπλοῦν, τὸ δʼ εἰπεῖν τὸ τόξον φόρμιγγα ἢ τὴν ἀσπίδα φιάλην ἁπλοῦν.καὶ εἰκάζουσιν δὲ οὕτως, οἷον πιθήκῳ αὐλητήν, λύχνῳ ψακαζομένῳ εἰς μύωπα· ἄμφω γὰρ συνάγεται.τὸ δὲ εὖ ἐστὶν ὅταν μεταφορὰ ᾖ· ἔστιν γὰρ εἰκάσαι τὴν ἀσπίδα φιάλῃ Ἄρεως καὶ τὸ ἐρείπιον ῥάκει οἰκίας, καὶ τὸ τὸν Νικήρατον φάναι Φιλοκτήτην εἶναι δεδηγμένον ὑπὸ Πράτυος, ὥσπερ εἴκασεν Θρασύμαχος ἰδὼν τὸν Νικήρατον ἡττημένον ὑπὸ Πράτυος ῥαψῳδοῦντα, κομῶντα δὲ καὶ αὐχμηρὸν ἔτι. ἐν οἷς μάλιστά τʼ ἐκπίπτουσιν οἱ ποιηταὶ ἐὰν μὴ εὖ, καὶ ἐὰν εὖ, εὐδοκιμοῦσιν· λέγω δʼ ὅταν ἀποδιδῶσιν· ὥσπερ σέλινον οὖλα τὰ σκέλη φορεῖ. ὥσπερ Φιλάμμων ζυγομαχῶν τῷ κωρύκῳ. καὶ τὰ τοιαῦτα πάντʼ εἰκόνες εἰσίν. αἱ δʼ εἰκόνες ὅτι μεταφοραί, εἴρηται πολλάκις.καὶ αἱ παροιμίαι δὲ μεταφοραὶ ἀπʼ εἴδους ἐπʼ εἶδος εἰσίν· οἷον ἄν τις ὡς ἀγαθὸν πεισόμενος αὐτὸς ἐπαγάγηται, εἶτα βλαβῇ, ὡς ὁ Καρπάθιός, φασιν, τὸν λαγώ· ἄμφω γὰρ τὸ εἰρημένον πεπόνθασιν. ὅθεν μὲν οὖν τὰ ἀστεῖα λέγεται καὶ διότι, σχεδὸν εἴρηται τὸ αἴτιον·εἰσὶν δὲ καὶ αἱ εὐδοκιμοῦσαι ὑπερβολαὶ μεταφοραί, οἷον εἰς ὑπωπιασμένον ᾠήθητε δʼ ἂν αὐτὸν εἶναι συκαμίνων κάλαθον· ἐρυθρὸν γάρ τι τὸ ὑπώπιον, ἀλλὰ τοῦτο πολὺ σφόδρα. τὸ δὲ ὥσπερ τὸ καὶ τὸ ὑπερβολὴ τῇ λέξει διαφέρουσα. ὥσπερ Φιλάμμων ζυγομαχῶν τῷ κωρύκῳ, ᾠήθης δʼ ἂν αὐτὸν Φιλάμμωνα εἶναι μαχόμενον τῷ κωρύκῳ. ὥσπερ σέλινον οὖλα τὰ σκέλη φορεῖν, ᾠήθης δʼ ἂν οὐ σκέλη ἀλλὰ σέλινα ἔχειν, οὕτως οὖλα.