ἄλλος ἐκ τῶν πρὸς ἄλληλα· εἰ γὰρ θατέρῳ ὑπάρχει τὸ καλῶς ἢ δικαίως ποιῆσαι, θατέρῳ τὸ πεπονθέναι, καὶ εἰ τὸ κελεῦσαι, καὶ τὸ πεποιηκέναι, οἷον ὡς ὁ τελώνης Διομέδων περὶ τῶν τελῶν, εἰ γὰρ μηδʼ ὑμῖν αἰσχρὸν τὸ πωλεῖν, οὐδʼ ἡμῖν τὸ ὠνεῖσθαι. καὶ εἰ τῷ πεπονθότι τὸ καλῶς ἢ δικαίως ὑπάρχει, καὶ τῷ ποιήσαντι. ἔστι δʼ ἐν τούτῳ παραλογίσασθαι· εἰ γὰρ δικαίως ἔπαθέν τι, δικαίως πέπονθεν, ἀλλʼ ἴσως οὐχ ὑπὸ σοῦ· διὸ δεῖ σκοπεῖν χωρὶς εἰ ἄξιος ὁ παθὼν παθεῖν καὶ ὁ ποιήσας ποιῆσαι, εἶτα χρῆσθαι ὁποτέρως ἁρμόττει· ἐνίοτε γὰρ διαφωνεῖ τὸ τοιοῦτον καὶ οὐδὲν κωλύει, ὥσπερ ἐν τῷ Ἀλκμαίωνι τῷ Θεοδέκτου μητέρα δὲ τὴν σὴν οὔ τις ἐστύγει βροτῶν; φησὶ δὲ ἀποκρινόμενος ἀλλὰ διαλαβόντα χρὴ σκοπεῖν· ἐρομένης δὲ τῆς Ἀλφεσιβοίας πῶς, ὑπολαβών φησιν τὴν μὲν θανεῖν ἔκριναν, ἐμὲ δὲ μὴ κτανεῖν. καὶ ἡ περὶ Δημοσθένους δίκη καὶ τῶν ἀποκτεινάντων Νικάνορα· ἐπεὶ γὰρ δικαίως ἐκρίθησαν ἀποκτεῖναι, δικαίως ἔδοξεν ἀποθανεῖν. καὶ περὶ τοῦ Θήβησιν ἀποθανόντος, περὶ οὗ κελεύει κρίνεσθαι εἰ δίκαιος ἦν ἀποθανεῖν, ὡς οὐκ ἄδικον ὂν τὸ ἀποκτεῖναι τὸν δικαίως ἀποθανόντα.ἄλλος ἐκ τοῦ μᾶλλον καὶ ἧττον, οἷον εἰ μηδʼ οἱ θεοὶ πάντα ἴσασιν, σχολῇ οἵ γε ἄνθρωποι· τοῦτο γάρ ἐστιν εἰ ᾧ μᾶλλον ἂν ὑπάρχοι μὴ ὑπάρχει, δῆλον ὅτι οὐδʼ ᾧ ἧττον. τὸ δʼ ὅτι τοὺς πλησίον τύπτει ὅς γε καὶ τὸν πατέρα ἐκ τοῦ εἰ τὸ ἧττον ὑπάρχον ὑπάρχει, καὶ τὸ μᾶλλον ὑπάρχει· τοὺς γὰρ πατέρας ἧττον τύπτουσιν ἢ τοὺς πλησίον· ἢ δὴ οὕτως γε ἢ εἰ ᾧ μᾶλλον ὑπάρχει μὴ ὑπάρχει, ἢ εἰ ᾧ ἧττον ὑπάρχει ὑπάρχει, ὁπότερον δεῖ δεῖξαι, εἴθʼ ὅτι ὑπάρχει εἴθʼ ὅτι οὔ.ἔτι εἰ μήτε μᾶλλον μήτε ἧττον, ὅθεν εἴρηται καὶ σὸς μὲν οἰκτρὸς παῖδας ἀπολέσας πατήρ· Οἰνεὺς δʼ ἄρʼ οὐχὶ τὸν Ἑλλάδος κλεινὸν ἀπολέσας γόνον; καὶ ὅτι, εἰ μηδὲ Θησεὺς ἠδίκησεν, οὐδʼ Ἀλέξανδρος, καὶ εἰ μηδʼ οἱ Τυνδαρίδαι, οὐδʼ Ἀλέξανδρος, καὶ εἰ Πάτροκλον Ἕκτωρ, καὶ Ἀχιλλέα Ἀλέξανδρος. καὶ εἰ μηδʼ ἄλλοι τεχνῖται φαῦλοι, οὐδʼ οἱ φιλόσοφοι. καὶ εἰ μηδʼ οἱ στρατηγοὶ φαῦλοι ὅτι θανατοῦνται πολλάκις, οὐδʼ οἱ σοφισταί. καὶ ὅτι εἰ δεῖ τὸν ἰδιώτην τῆς ὑμετέρας δόξης ἐπιμελεῖσθαι, καὶ ὑμᾶς τῆς τῶν Ἑλλήνων.ἄλλος ἐκ τοῦ τὸν χρόνον σκοπεῖν, οἷον ὡς Ἰφικράτης ἐν τῇ πρὸς Ἁρμόδιον, ὅτι εἰ πρὶν ποιῆσαι ἠξίουν τῆς εἰκόνος τυχεῖν ἐὰν ποιήσω, ἔδοτε ἄν· ποιήσαντι δʼ ἆρʼ οὐ δώσετε; μὴ τοίνυν μέλλοντες μὲν ὑπισχνεῖσθε, παθόντες δʼ ἀφαιρεῖσθε. καὶ πάλιν πρὸς τὸ Θηβαίους διιέναι Φίλιππον εἰς τὴν Ἀττικήν, ὅτι εἰ πρὶν βοηθῆσαι εἰς Φωκεῖς ἠξίου, ὑπέσχοντο ἄν· ἄτοπον οὖν εἰ διότι προεῖτο καὶ ἐπίστευσεν μὴ διήσουσιν.ἄλλος ἐκ τῶν εἰρημένων καθʼ αὑτοῦ πρὸς τὸν εἰπόντα, οἷον ἐν τῷ Τεύκρῳ. διαφέρει δὲ ὁ τρόπος ᾧ ἐχρήσατο Ἰφικράτης πρὸς Ἀριστοφῶντα, ἐπερόμενος εἰ προδοίη ἂν τὰς ναῦς ἐπὶ χρήμασιν· οὐ φάσκοντος δέ, εἶτα εἶπεν σὺ μὲν ὢν Ἀριστοφῶν οὐκ ἂν προδοίης, ἐγὼ δʼ ὢν Ἰφικράτης; δεῖ δὲ ὑπάρχειν μᾶλλον ἂν δοκοῦντα ἀδικῆσαι ἐκεῖνον· εἰ δὲ μή, γελοῖον ἂν φανείη, οἷον εἰ πρὸς Ἀριστείδην κατηγοροῦντα τοῦτό τις ἂν εἴπειεν ἄλλος πρὸς ἀπιστίαν τοῦ κατηγόρου· ὅλως γὰρ βούλεται ὁ κατηγορῶν βελτίων εἶναι τοῦ φεύγοντος· τοῦτʼ οὖν ἐξελέγχειν δεῖ. καθόλου δὲ ἄτοπός ἐστιν, ὅταν τις ἐπιτιμᾷ ἄλλοις ἃ αὐτὸς ποιεῖ ἢ ποιήσειεν ἂν, ἢ προτρέπῃ ποιεῖν ἃ αὐτὸς μὴ ποιεῖ μηδὲ ποιήσειεν ἄν.ἄλλος ἐξ ὁρισμοῦ, οἷον τί τὸ δαιμόνιόν ἐστιν· ἆρα θεὸς ἢ θεοῦ ἔργον; καίτοι ὅστις οἴεται θεοῦ ἔργον εἶναι, τοῦτον ἀνάγκη οἴεσθαι καὶ θεοὺς εἶναι. καὶ ὡς Ἰφικράτης, ὅτι γενναιότατος ὁ βέλτιστος· καὶ γὰρ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι οὐδὲν πρότερον ὑπῆρχεν γενναῖον πρὶν γενναῖόν τι πρᾶξαι. καὶ ὅτι συγγενέστερος αὐτός· τὰ γοῦν ἔργα συγγενέστερά ἐστι τὰ ἐμὰ τοῖς Ἁρμοδίου καὶ Ἀριστογείτονος ἢ τὰ σά. καὶ ὡς ἐν τῷ Ἀλεξάνδρῳ ὅτι πάντες ἂν ὁμολογήσειαν τοὺς μὴ κοσμίους οὐχ ἑνὸς σώματος ἀγαπᾶν ἀπόλαυσιν. καὶ διʼ ὃ Σωκράτης οὐκ ἔφη βαδίζειν ὡς Ἀρχέλαον· ὕβριν γὰρ ἔφη εἶναι τὸ μὴ δύνασθαι ἀμύνασθαι ὁμοίως καὶ εὖ παθόντας ὥσπερ καὶ κακῶς. πάντες γὰρ οὗτοι ὁρισάμενοι καὶ λαβόντες τὸ τί ἐστι συλλογίζονται περὶ ὧν λέγουσιν.ἄλλος ἐκ τοῦ ποσαχῶς, οἷον ἐν τοῖς Τοπικοῖς περὶ τοῦ ὀρθῶς.ἄλλος ἐκ διαιρέσεως, οἷον εἰ πάντες τριῶν ἕνεκεν ἀδικοῦσιν (ἢ τοῦδε γὰρ ἕνεκα ἢ τοῦδε ἢ τοῦδε), καὶ διὰ μὲν τὰ δύο ἀδύνατον, διὰ δὲ τὸ τρίτον οὐδʼ αὐτοί φασιν.ἄλλος ἐξ ἐπαγωγῆς, οἷον ἐκ τῆς Πεπαρηθίας, ὅτι περὶ τῶν τέκνων αἱ γυναῖκες πανταχοῦ διορίζουσι τἀληθές· τοῦτο μὲν γὰρ Ἀθήνησι Μαντίᾳ τῷ ῥήτορι ἀμφισβητοῦντι πρὸς τὸν υἱὸν ἀπέφηνεν ἡ μήτηρ, τοῦτο δὲ Θήβησιν Ἰσμηνίου καὶ Στίλβωνος ἀμφισβητούντων ἡ Δωδωνὶς ἀπέδειξεν Ἰσμηνίου τὸν υἱόν, καὶ διὰ τοῦτο Θετταλίσκον Ἰσμηνίου ἐνόμιζον. καὶ πάλιν ἐκ τοῦ Νόμου τοῦ Θεοδέκτου, εἰ τοῖς κακῶς ἐπιμεληθεῖσι τῶν ἀλλοτρίων ἵππων οὐ παραδιδόασι τοὺς οἰκείους, οὐδὲ τοῖς ἀνατρέψασι τὰς ἀλλοτρίας ναῦς τὰς οἰκείας, οὐκοῦν εἰ ὁμοίως ἐφʼ ἁπάντων, καὶ τοῖς κακῶς φυλάξασι τὴν ἀλλοτρίαν οὐ χρηστέον ἐστὶν εἰς τὴν οἰκείαν σωτηρίαν. καὶ ὡς Ἀλκιδάμας, ὅτι πάντες τοὺς σοφοὺς τιμῶσιν· Πάριοι γοῦν Ἀρχίλοχον καίπερ βλάσφημον ὄντα τετιμήκασι, καὶ Χῖοι Ὅμηρον οὐκ ὄντα πολίτην, καὶ Μυτιληναῖοι Σαπφῶ καίπερ γυναῖκα οὖσαν, καὶ Λακεδαιμόνιοι Χίλωνα καὶ τῶν γερόντων ἐποίησαν ἥκιστα φιλόλογοι ὄντες, καὶ Ἰταλιῶται Πυθαγόραν, καὶ Λαμψακηνοὶ Ἀναξαγόραν ξένον ὄντα ἔθαψαν καὶ τιμῶσι ἔτι καὶ νῦν, καὶ Ἀθηναῖοι τοῖς Σόλωνος νόμοις χρησάμενοι εὐδαιμόνησαν καὶ Λακεδαιμόνιοι τοῖς Λυκούργου, καὶ Θήβησιν ἅμα οἱ προστάται φιλόσοφοι ἐγένοντο καὶ εὐδαιμόνησεν ἡ πόλις.