ὡς διὰ ταῦτα ὀργιζόμενος. προσήκειν δὲ οἴονται πολυωρεῖσθαι ὑπὸ τῶν ἡττόνων κατὰ γένος, κατὰ δύναμιν, κατʼ ἀρετήν, καὶ ὅλως ἐν ᾧ ἂν αὐτὸς ὑπερέχῃ πολύ, οἷον ἐν χρήμασιν ὁ πλούσιος πένητος καὶ ἐν τῷ λέγειν ῥητορικὸς ἀδυνάτου εἰπεῖν καὶ ἄρχων ἀρχομένου καὶ ἄρχειν ἄξιος οἰόμενος τοῦ ἄρχεσθαι ἀξίου· διὸ εἴρηται θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων καὶ ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον· ἀγανακτοῦσι γὰρ διὰ τὴν ὑπεροχήν.ἔτι ὑφʼ ὧν τις οἴεται εὖ πάσχειν δεῖν· οὗτοι δʼ εἰσὶν οὓς εὖ πεποίηκεν ἢ ποιεῖ, αὐτὸς ἢ διʼ αὐτόν τις ἢ τῶν αὐτοῦ τις, ἢ βούλεται ἢ ἐβουλήθη.φανερὸν οὖν ἐκ τούτων ἤδη πῶς τε ἔχοντες ὀργίζονται αὐτοὶ καὶ τίσιν καὶ διὰ ποῖα. αὐτοὶ μὲν γάρ, ὅταν λυπῶνται· ἐφίεται γάρ τινος ὁ λυπούμενος· ἐάν τε οὖν κατʼ εὐθυωρίαν ὁτιοῦν ἀντικρούσῃ τις, οἷον τῷ διψῶντι πρὸς τὸ πιεῖν, ἐάν τε μή, ὁμοίως ταὐτὸ φαίνεται ποιεῖν· καὶ ἐάν τε ἀντιπράττῃ τις ἐάν τε μὴ συμπράττῃ ἐάν τε ἄλλο τι ἐνοχλῇ οὕτως ἔχοντα, πᾶσιν ὀργίζεται·διὸ κάμνοντες, πενόμενοι, πολεμοῦντες, ἐρῶντες, διψῶντες, ὅλως ἐπιθυμοῦντες καὶ μὴ κατορθοῦντες ὀργίλοι εἰσὶ καὶ εὐπαρόρμητοι, μάλιστα μὲν πρὸς τοὺς τοῦ παρόντος ὀλιγωροῦντας, οἷον κάμνων μὲν τοῖς πρὸς τὴν νόσον, πενόμενος δὲ τοῖς πρὸς τὴν πενίαν, πολεμῶν δὲ τοῖς πρὸς τὸν πόλεμον, ἐρῶν δὲ τοῖς πρὸς τὸν ἔρωτα, ὁμοίως δὲ καὶ τοῖς ἄλλοις εἰ δὲ μή, κἂν ὁτιοῦν ἄλλο ὀλιγωρῇ τις· προοδοποιεῖται γὰρ ἕκαστος πρὸς τὴν ἑκάστου ὀργὴν ὑπὸ τοῦ ὑπάρχοντος πάθους· ἔτι δʼ ἐὰν τἀναντία τύχῃ προσδεχόμενος·λυπεῖ γὰρ μᾶλλον τὸ πολὺ παρὰ δόξαν, ὥσπερ καὶ τέρπει τὸ πολὺ παρὰ δόξαν, ἐὰν γένηται ὃ βούλεται· διὸ καὶ ὧραι καὶ χρόνοι καὶ διαθέσεις καὶ ἡλικίαι ἐκ τούτων φανεραί, ποῖαι εὐκίνητοι πρὸς ὀργὴν καὶ ποῦ καὶ πότε, καὶ ὅτε μᾶλλον ἐν τούτοις εἰσί, μᾶλλον καὶ εὐκίνητοι.αὐτοὶ μὲν οὖν οὕτως ἔχοντες εὐκίνητοι πρὸς ὀργήν, ὀργίζονται δὲ τοῖς τε καταγελῶσι καὶ χλευάζουσιν καὶ σκώπτουσιν (ὑβρίζουσι γάρ), καὶ τοῖς τὰ τοιαῦτα βλάπτουσιν ὅσα ὕβρεως σημεῖα· ἀνάγκη δὲ τοιαῦτα εἶναι ἃ μήτε ἀντί τινος μήτʼ ὠφέλιμα τοῖς ποιοῦσιν· ἤδη γὰρ δοκεῖ διʼ ὕβριν.καὶ τοῖς κακῶς λέγουσι καὶ καταφρονοῦσι περὶ ὧν αὐτοὶ μάλιστα σπουδάζουσιν, οἷον οἱ ἐπὶ φιλοσοφίᾳ φιλοτιμούμενοι ἐάν τις εἰς τὴν φιλοσοφίαν, οἱ δʼ ἐπὶ τῇ ἰδέᾳ ἐάν τις εἰς τὴν ἰδέαν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων·ταῦτα δὲ πολλῷ μᾶλλον, ἐὰν ὑποπτεύσωσι μὴ ὑπάρχειν αὑτοῖς, ἢ ὅλως ἢ μὴ ἰσχυρῶς, ἢ μὴ δοκεῖν· ἐπειδὰν γὰρ σφόδρα οἴωνται ὑπερέχειν ἐν τούτοις ἐν οἷς σκώπτονται, οὐ φροντίζουσιν.καὶ τοῖς φίλοις μᾶλλον ἢ τοῖς μὴ φίλοις· οἴονται γὰρ προσήκειν μᾶλλον πάσχειν εὖ ὑπʼ αὐτῶν ἢ μή.καὶ τοῖς εἰθισμένοις τιμᾶν ἢ φροντίζειν, ἐὰν πάλιν μὴ οὕτως ὁμιλῶσιν· καὶ γὰρ ὑπὸ τούτων οἴονται καταφρονεῖσθαι· ταὐτὰ γὰρ ἂν ποιεῖν.καὶ τοῖς μὴ ἀντιποιοῦσιν εὖ μηδὲ τὴν ἴσην ἀνταποδιδοῦσιν. καὶ τοῖς τἀναντία ποιοῦσιν αὐτοῖς, ἐὰν ἥττους ὦσιν. καταφρονεῖν γὰρ πάντες οἱ τοιοῦτοι φαίνονται, καὶ οἱ μὲν ὡς ἡττόνων οἱ δʼ ὡς παρὰ ἡττόνων.καὶ τοῖς ἐν μηδενὶ λόγῳ οὖσιν, ἄν τι ὀλιγωρῶσι, μᾶλλον· ὑπόκειται γὰρ ἡ ὀργὴ τῆς ὀλιγωρίας πρὸς τοὺς μὴ προσήκοντας, προσήκει δὲ τοῖς ἥττοσι μὴ ὀλιγωρεῖν·τοῖς δὲ φίλοις, ἐάν τε μὴ εὖ λέγωσιν ἢ ποιῶσιν, καὶ ἔτι μᾶλλον ἐὰν τἀναντία, καὶ ἐὰν μὴ αἰσθάνωνται δεομένων, ὥσπερ ὁ Ἀντιφῶντος Πλήξιππος τῷ Μελεάγρῳ· ὀλιγωρίας γὰρ τὸ μὴ αἰσθάνεσθαι σημεῖον· ὧν γὰρ φροντίζομεν οὐ λανθάνει.καὶ τοῖς ἐπιχαίρουσι ταῖς ἀτυχίαις καὶ ὅλως εὐθυμουμένοις ἐν ταῖς αὐτῶν ἀτυχίαις· ἢ γὰρ ἐχθροῦ ἢ ὀλιγωροῦντος σημεῖον. καὶ τοῖς μὴ φροντίζουσιν ἐὰν λυπήσωσιν· διὸ καὶ τοῖς κακὰ ἀγγέλλουσιν ὀργίζονται.καὶ τοῖς ἢ ἀκούουσι περὶ αὐτῶν ἢ θεωμένοις τὰ αὐτῶν φαῦλα· ὅμοιοι γάρ εἰσιν ἢ ὀλιγωροῦσιν ἢ ἐχθροῖς·οἱ γὰρ φίλοι συναλγοῦσιν, θεώμενοι δὲ τὰ οἰκεῖα φαῦλα πάντες ἀλγοῦσιν. ἔτι τοῖς ὀλιγωροῦσι πρὸς πέντε, πρὸς οὓς φιλοτιμοῦνται, πρὸς οὓς θαυμάζουσιν, ὑφʼ ὧν βούλονται θαυμάζεσθαι, ἢ οὓς αἰσχύνονται, ἢ ἐν τοῖς αἰσχυνομένοις αὐτούς· ἄν τις ἐν τούτοις ὀλιγωρῇ, ὀργίζονται μᾶλλον.καὶ τοῖς εἰς τὰ τοιαῦτα ὀλιγωροῦσιν ὑπὲρ ὧν αὐτοῖς αἰσχρὸν μὴ βοηθεῖν, οἷον γονεῖς, τέκνα, γυναῖκας, ἀρχομένους. καὶ τοῖς χάριν μὴ ἀποδιδοῦσιν· παρὰ τὸ προσῆκον γὰρ ἡ ὀλιγωρία.καὶ τοῖς εἰρωνευομένοις πρὸς σπουδάζοντας·καταφρονητικὸν γὰρ ἡ εἰρωνεία. καὶ τοῖς τῶν ἄλλων εὐποιητικοῖς, ἐὰν μὴ καὶ αὐτῶν· καὶ γὰρ τοῦτο καταφρονητικόν, τὸ μὴ ἀξιοῦν, ὧν πάντας, καὶ αὐτόν.ποιητικὸν δʼ ὀργῆς καὶ ἡ λήθη, οἷον καὶ ἡ τῶν ὀνομάτων, οὕτως οὖσα περὶ μικρόν· ὀλιγωρίας γὰρ δοκεῖ καὶ ἡ λήθη σημεῖον εἶναι· διʼ ἀμέλειαν μὲν γὰρ ἡ λήθη γίγνεται, ἡ δʼ ἀμέλεια ὀλιγωρία τίς ἐστιν.οἷς μὲν οὖν ὀργίζονται καὶ ὡς ἔχοντες καὶ διὰ ποῖα, ἅμα εἴρηται· δῆλον δʼ ὅτι δέοι ἂν κατασκευάζειν τῷ λόγῳ τοιούτους οἷοι ὄντες ὀργίλως ἔχουσιν, καὶ τοὺς ἐναντίους τούτοις ἐνόχους ὄντας ἐφʼ οἷς ὀργίζονται, καὶ τοιούτους οἵοις ὀργίζονται.