περὶ δὲ ἀρετῆς ἐπείπερ οἰκειότατος ὁ περὶ τοὺς ἐπαίνους τόπος, ὅταν περὶ ἐπαίνου ποιώμεθα τὸν λόγον, τότε διοριστέον.ὧν μὲν οὖν δεῖ στοχάζεσθαι προτρέποντα ὡς ἐσομένων ἢ ὑπαρχόντων, καὶ ὧν ἀποτρέποντα, φανερόν· τὰ γὰρ ἐναντία τούτων ἐστίν. ἐπεὶ δὲ πρόκειται τῷ συμβουλεύοντι σκοπὸς τὸ συμφέρον (βουλεύονται γὰρ οὐ περὶ τοῦ τέλους, ἀλλὰ περὶ τῶν πρὸς τὸ τέλος, ταῦτα δʼ ἐστὶ τὰ συμφέροντα κατὰ τὰς πράξεις, τὸ δὲ συμφέρον ἀγαθόν), ληπτέον ἂν εἴη τὰ στοιχεῖα περὶ ἀγαθοῦ καὶ συμφέροντος ἁπλῶς.ἔστω δὴ ἀγαθὸν ὃ ἂν αὐτὸ ἑαυτοῦ ἕνεκα ᾖ αἱρετόν, καὶ οὗ ἕνεκα ἄλλο αἱρούμεθα, καὶ οὗ ἐφίεται πάντα, ἢ πάντα τὰ αἴσθησιν ἔχοντα ἢ νοῦν ἢ εἰ λάβοι νοῦν, καὶ ὅσα ὁ νοῦς ἂν ἑκάστῳ ἀποδοίη, καὶ ὅσα ὁ περὶ ἕκαστον νοῦς ἀποδίδωσιν ἑκάστῳ· τοῦτό γάρ ἐστιν ἑκάστῳ ἀγαθόν, καὶ οὗ παρόντος εὖ διάκειται καὶ αὐτάρκως ἔχει, καὶ τὸ αὔταρκες, καὶ τὸ ποιητικὸν ἢ φυλακτικὸν τῶν τοιούτων, καὶ ᾧ ἀκολουθεῖ τὰ τοιαῦτα, καὶ τὰ κωλυτικὰ τῶν ἐναντίων καὶ τὰ φθαρτικά.ἀκολουθεῖ δὲ διχῶς (ἢ γὰρ ἅμα ἢ ὕστερον, οἷον τῷ μὲν μανθάνειν τὸ ἐπίστασθαι ὕστερον, τῷ δὲ ὑγιαίνειν τὸ ζῆν ἅμα), καὶ τὰ ποιητικὰ τριχῶς, τὰ μὲν ὡς τὸ ὑγιαίνειν ὑγιείας, τὰ δὲ ὡς σιτία ὑγιείας, τὰ δὲ ὡς τὸ γυμνάζεσθαι, ὅτι ὡς ἐπὶ τὸ πολὺ ποιεῖ ὑγίειαν.τούτων δὲ κειμένων ἀνάγκη τάς τε λήψεις τῶν ἀγαθῶν ἀγαθὰς εἶναι καὶ τὰς τῶν κακῶν ἀποβολάς· ἀκολουθεῖ γὰρ τῷ μὲν τὸ μὴ ἔχειν τὸ κακὸν ἅμα, τῷ δὲ τὸ ἔχειν τὸ ἀγαθὸν ὕστερον.καὶ ἡ ἀντʼ ἐλάττονος ἀγαθοῦ μείζονος λῆψις καὶ ἀντὶ μείζονος κακοῦ ἐλάττονος· ᾧ γὰρ ὑπερέχει τὸ μεῖζον τοῦ ἐλάττονος, τούτῳ γίνεται τοῦ μὲν λῆψις τοῦ δʼ ἀποβολή.καὶ τὰς ἀρετὰς δὲ ἀνάγκη ἀγαθὸν εἶναι (κατὰ γὰρ ταύτας εὖ τε διάκεινται οἱ ἔχοντες, καὶ ποιητικαὶ τῶν ἀγαθῶν εἰσι καὶ πρακτικαί·περὶ ἑκάστης δὲ καὶ τίς καὶ ποία χωρὶς ῥητέον), καὶ τὴν ἡδονὴν ἀγαθὸν εἶναι· πάντα γὰρ ἐφίεται τὰ ζῷα αὐτῆς τῇ φύσει· ὥστε καὶ τὰ ἡδέα καὶ τὰ καλὰ ἀνάγκη ἀγαθὰ εἶναι· τὰ μὲν γὰρ ἡδονῆς ποιητικά, τῶν δὲ καλῶν τὰ μὲν ἡδέα τὰ δὲ αὐτὰ καθʼ ἑαυτὰ αἱρετά ἐστιν.ὡς δὲ καθʼ ἓν εἰπεῖν, ἀνάγκη ἀγαθὰ εἶναι τάδε. εὐδαιμονία· καὶ γὰρ καθʼ αὑτὸ αἱρετὸν καὶ αὔταρκες, καὶ ἕνεκα αὐτῆς τἆλλα αἱρούμεθα.δικαιοσύνη, ἀνδρεία, σωφροσύνη, μεγαλοψυχία, μεγαλοπρέπεια, καὶ αἱ ἄλλαι αἱ τοιαῦται ἕξεις· ἀρεταὶ γὰρ ψυχῆς.καὶ ὑγίεια καὶ κάλλος καὶ τὰ τοιαῦτα· ἀρεταὶ γὰρ σώματος καὶ ποιητικὰ πολλῶν, οἷον ὑγίεια καὶ ἡδονῆς καὶ τοῦ ζῆν, διὸ καὶ ἄριστον δοκεῖ εἶναι, ὅτι δύο τῶν τοῖς πολλοῖς τιμιωτάτων αἴτιόν ἐστιν, ἡδονῆς καὶ τοῦ ζῆν.πλοῦτος· ἀρετὴ γὰρ κτήσεως καὶ ποιητικὸν πολλῶν.φίλος καὶ φιλία· καὶ γὰρ καθʼ αὑτὸν αἱρετὸς ὁ φίλος καὶ ποιητικὸς πολλῶν.τιμή, δόξα· καὶ γὰρ ἡδέα καὶ ποιητικὰ πολλῶν, καὶ ἀκολουθεῖ αὐταῖς ὡς ἐπὶ τὸ πολὺ τὸ ὑπάρχειν ἐφʼ οἷς τιμῶνται.δύναμις τοῦ λέγειν, τοῦ πράττειν· ποιητικὰ γὰρ πάντα τὰ τοιαῦτα ἀγαθῶν.ἔτι εὐφυΐα, μνήμη, εὐμάθεια, ἀγχίνοια, πάντα τὰ τοιαῦτα· ποιητικαὶ γὰρ αὗται ἀγαθῶν αἱ δυνάμεις εἰσίν. ὁμοίως δὲ καὶ αἱ ἐπιστῆμαι πᾶσαι καὶ αἱ τέχναι. καὶ τὸ ζῆν· εἰ γὰρ μηδὲν ἄλλο ἕποιτο ἀγαθόν,καθʼ αὑτὸ αἱρετόν ἐστιν. καὶ τὸ δίκαιον· συμφέρον γάρ τι κοινῇ ἐστιν.ταῦτα μὲν οὖν σχεδὸν τὰ ὁμολογούμενα ἀγαθά ἐστιν·ἐν δὲ τοῖς ἀμφισβητησίμοις ἐκ τῶνδε οἱ συλλογισμοί. ᾧ τὸ ἐναντίον κακόν, τοῦτʼ ἀγαθόν.καὶ οὗ τὸ ἐναντίον τοῖς ἐχθροῖς συμφέρει· οἷον εἰ τὸ δειλοὺς εἶναι μάλιστα συμφέρει τοῖς ἐχθροῖς, δῆλον ὅτι ἀνδρεία μάλιστα ὠφέλιμον τοῖς πολίταις.καὶ ὅλως ὃ οἱ ἐχθροὶ βούλονται ἢ ἐφʼ ᾧ χαίρουσι, τοὐναντίον τούτου ὠφέλιμον φαίνεται· διὸ εἴρηται ἦ κεν γηθήσαι Πρίαμος. ἔστι δʼ οὐκ ἀεὶ τοῦτο, ἀλλʼ ὡς ἐπὶ τὸ πολύ· οὐδὲν γὰρ κωλύει ἐνίοτε ταὐτὸ συμφέρειν τοῖς ἐναντίοις· ὅθεν λέγεται ὡς τὰ κακὰ συνάγει τοὺς ἀνθρώπους, ὅταν ᾖ ταὐτὸ βλαβερὸν ἀμφοῖν.καὶ οὗ μὴ ἔστιν ὑπερβολή, τοῦτο ἀγαθόν, ὃ δʼ ἂν ᾖ μεῖζον ἢ δεῖ, κακόν.καὶ οὗ ἕνεκα πολλὰ πεπόνηται ἢ δεδαπάνηται· φαινόμενον γὰρ ἀγαθὸν ἤδη, καὶ ὡς τέλος τὸ τοιοῦτον ὑπολαμβάνεται, καὶ τέλος πολλῶν, τὸ δὲ τέλος ἀγαθόν. ὅθεν ταῦτʼ εἴρηται κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ αἰσχρόν τοι δηρόν τε μένειν. καὶ ἡ παροιμία δὲ τὸ ἐπὶ θύραις τὴν ὑδρίαν.καὶ οὗ οἱ πολλοὶ ἐφίενται, καὶ τὸ περιμάχητον φαινόμενον· οὗ γὰρ πάντες ἐφίενται, τοῦτο ἀγαθὸν ἦν, οἱ δὲ πολλοὶ ὥσπερ πάντες φαίνονται.καὶ τὸ ἐπαινετόν· οὐδεὶς γὰρ τὸ μὴ ἀγαθὸν ἐπαινεῖ. καὶ ὃ οἱ ἐχθροὶ καὶ οἱ φαῦλοι ἐπαινοῦσιν· ὥσπερ γὰρ πάντες ἤδη ὁμολογοῦσιν, εἰ καὶ οἱ κακῶς πεπονθότες· διὰ γὰρ τὸ φανερὸν ὁμολογοῖεν ἄν, ὥσπερ καὶ φαῦλοι οὓς οἱ φίλοι ψέγουσι καὶ ἀγαθοὶ οὓς οἱ ἐχθροὶ μὴ ψέγουσιν (διὸ λελοιδορῆσθαι ὑπέλαβον Κορίνθιοι ὑπὸ Σιμωνίδου ποιήσαντος κορινθίοις δʼ οὐ μέμφεται τὸ Ἴλιον).καὶ ὃ τῶν φρονίμων τις ἢ τῶν ἀγαθῶν ἀνδρῶν ἢ γυναικῶν προέκρινεν, οἷον Ὀδυσσέα Ἀθηνᾶ καὶ Ἑλένην Θησεὺς καὶ Ἀλέξανδρον αἱ θεαὶ καὶ Ἀχιλλέα Ὅμηρος.καὶ ὅλως τὰ προαιρετά· προαιροῦνται δὲ πράττειν τά τε εἰρημένα καὶ τὰ τοῖς ἐχθροῖς κακὰ καὶ τὰ τοῖς φίλοις ἀγαθὰ καὶ τὰ δυνατά·