εἰσὶ δὲ αἱ μαρτυρίαι αἱ μὲν περὶ αὑτοῦ αἱ δὲ περὶ τοῦ ἀμφισβητοῦντος, καὶ αἱ μὲν περὶ τοῦ πράγματος αἱ δὲ περὶ τοῦ ἤθους, ὥστε φανερὸν ὅτι οὐδέποτʼ ἔστιν ἀπορῆσαι μαρτυρίας χρησίμης· εἰ μὴ γὰρ κατὰ τοῦ πράγματος ἢ αὑτῷ ὁμολογουμένης ἢ τῷ ἀμφισβητοῦντι ἐναντίας, ἀλλὰ περὶ τοῦ ἤθους ἢ αὑτοῦ εἰς ἐπιείκειαν ἢ τοῦ ἀμφισβητοῦντος εἰς φαυλότητα.τὰ δʼ ἄλλα περὶ μάρτυρος, ἢ φίλου ἢ ἐχθροῦ ἢ μεταξύ, ἢ εὐδοκιμοῦντος ἢ ἀδοξοῦντος ἢ μεταξύ, καὶ ὅσαι ἄλλαι τοιαῦται διαφοραί, ἐκ τῶν αὐτῶν τόπων λεκτέον ἐξ οἵων περ καὶ τὰ ἐνθυμήματα λέγομεν.περὶ δὲ τῶν συνθηκῶν τοσαύτη τῶν λόγων χρῆσίς ἐστιν ὅσον αὔξειν ἢ καθαιρεῖν, ἢ πιστὰς ποιεῖν ἢ ἀπίστους— ἐὰν μὲν αὐτῷ ὑπάρχωσι, πιστὰς καὶ κυρίας, ἐπὶ δὲ τοῦ ἀμφισβητοῦντος τοὐναντίον.πρὸς μὲν οὖν τὸ πιστὰς ἢ ἀπίστους κατασκευάζειν οὐδὲν διαφέρει τῆς περὶ τοὺς μάρτυρας πραγματείας· ὁποῖοι γὰρ ἄν τινες ὦσιν οἱ ἐπιγεγραμμένοι ἢ φυλάττοντες, τοιούτως αἱ συνθῆκαι πισταί εἰσιν. ὁμολογουμένης δʼ εἶναι τῆς συνθήκης, οἰκείας μὲν οὔσης αὐξητέον· ἡ γὰρ συνθήκη νόμος ἐστὶν ἴδιος καὶ κατὰ μέρος, καὶ αἱ μὲν συνθῆκαι οὐ ποιοῦσι τὸν νόμον κύριον, οἱ δὲ νόμοι τὰς κατὰ νόμους συνθήκας, καὶ ὅλως αὐτὸς ὁ νόμος συνθήκη τίς ἐστιν, ὥστε ὅστις ἀπιστεῖ ἢ ἀναιρεῖ συνθήκην τοὺς νόμους ἀναιρεῖ.ἔτι δὲ πράττεται τὰ πολλὰ τῶν συναλλαγμάτων καὶ τὰ ἑκούσια κατὰ συνθήκας, ὥστε ἀκύρων γιγνομένων ἀναιρεῖται ἡ πρὸς ἀλλήλους χρεία τῶν ἀνθρώπων. καὶ τἆλλα δὲ ὅσα ἁρμόττει ἐπιπολῆς ἰδεῖν ἔστιν.ἂν δʼ ἐναντία ᾖ, καὶ μετὰ τῶν ἀμφισβητούντων, πρῶτον μέν, ἅπερ ἄν τις πρὸς νόμον ἐναντίον μαχέσαιτο, ταῦτα ἁρμόττει· ἄτοπον γὰρ εἰ τοῖς μὲν νόμοις, ἂν μὴ ὀρθῶς κείμενοι ὦσιν ἀλλʼ ἐξαμάρτωσιν οἱ τιθέμενοι, οὐκ οἰόμεθα δεῖν πείθεσθαι, ταῖς δὲ συνθήκαις ἀναγκαῖον.εἶτα ὅτι τοῦ δικαίου ἐστὶ βραβευτὴς ὁ δικαστής· οὔκουν τοῦτο σκεπτέον, ἀλλʼ ὡς δικαιότερον·καὶ τὸ μὲν δίκαιον οὐκ ἔστιν μεταστρέψαι οὔτʼ ἀπάτῃ οὔτʼ ἀνάγκῃ (πεφυκὸς γάρ ἐστιν), συνθῆκαι δὲ γίγνονται καὶ ἐξαπατηθέντων καὶ ἀναγκασθέντων. πρὸς δὲ τούτοις σκοπεῖν εἰ ἐναντία ἐστί τινι τῶν γεγραμμένων νόμων ἢ τῶν κοινῶν, καὶ τῶν γεγραμμένων ἢ τοῖς οἰκείοις ἢ τοῖς ἀλλοτρίοις, ἔπειτα εἰ ἢ ἄλλαις συνθήκαις ὑστέραις ἢ προτέραις· ἢ γὰρ αἱ ὕστεραι κύριαι, ἄκυροι δʼ αἱ πρότεραι, ἢ αἱ πρότεραι ὀρθαί, αἱ δʼ ὕστεραι ἠπατήκασιν, ὁποτέρως ἂν ᾖ χρήσιμον. ἔτι δὲ τὸ συμφέρον ὁρᾶν, εἴ που ἐναντιοῦται τοῖς κριταῖς, καὶ ὅσα ἄλλα τοιαῦτα· καὶ γὰρ ταῦτα εὐθεώρητα ὁμοίως.αἱ δὲ βάσανοι μαρτυρίαι τινές εἰσιν, ἔχειν δὲ δοκοῦσι τὸ πιστόν, ὅτι ἀνάγκη τις πρόσεστιν. οὔκουν χαλεπὸν οὐδὲ περὶ τούτων εἰπεῖν τὰ ἐνδεχόμενα, ἐξ ὧν ἐάν τε ὑπάρχωσιν οἰκεῖαι αὔξειν ἔστιν, ὅτι ἀληθεῖς μόναι τῶν μαρτυριῶν εἰσιν αὗται, ἐάν τε ὑπεναντίαι ὦσι καὶ μετὰ τοῦ ἀμφισβητοῦντος, διαλύοι ἄν τις τἀληθῆ λέγων καθʼ ὅλου τοῦ γένους τῶν βασάνων· οὐδὲν γὰρ ἧττον ἀναγκαζόμενοι τὰ ψευδῆ λέγουσιν ἢ τἀληθῆ, καὶ διακαρτεροῦντες μὴ λέγειν τἀληθῆ, καὶ ῥᾳδίως καταψευδόμενοι ὡς παυσόμενοι θᾶττον. δεῖ δὲ ἔχειν ἐπαναφέρειν ἐπὶ τοιαῦτα γεγενημένα παραδείγματα ἃ ἴσασιν οἱ κρίνοντες. δεῖ δὲ λέγειν ὡς οὐκ εἰσὶν ἀληθεῖς αἱ βάσανοι· πολλοὶ μὲν γὰρ παχύφρονες οἱ καὶ λιθόδερμοι καὶ ταῖς ψυχαῖς ὄντες δυνατοὶ γενναίως ἐγκαρτεροῦσι ταῖς ἀνάγκαις, οἱ δὲ δειλοὶ καὶ εὐλαβεῖς πρὸ τοῦ τὰς ἀνάγκας ἰδεῖν αὐτῶν καταθαρροῦσιν, ὥστε οὐδὲν ἔστι πιστὸν ἐν βασάνοις.περὶ δʼ ὅρκων τετραχῶς ἔστι διελεῖν· ἢ γὰρ δίδωσι καὶ λαμβάνει, ἢ οὐδέτερον, ἢ τὸ μὲν τὸ δʼ οὔ, καὶ τούτων ἢ δίδωσιν μὲν οὐ λαμβάνει δέ, ἢ λαμβάνει μὲν δίδωσιν δὲ οὔ. ἔτι ἄλλως παρὰ ταῦτα, εἰ ὀμώμοσται οὗτος ὑπʼ αὐτοῦ ἢ ὑπʼ ἐκείνου.οὐ δίδωσιν μὲν οὖν, ὅτι ῥᾳδίως ἐπιορκοῦσιν, καὶ ὅτι ὁ μὲν ὀμόσας οὐκ ἀποδίδωσιν, τοὺς δὲ μὴ ὀμόσαντος οἴεται καταδικάσειν, καὶ ὡς οὗτος ὁ κίνδυνος κρείττων, ὁ ἐν τοῖς δικασταῖς· τοῖς μὲν γὰρ πιστεύει τῷ δʼ οὔ.οὐ λαμβάνει δʼ, ὅτι ἀντὶ χρημάτων ὅρκος, καὶ ὅτι εἰ ἦν φαῦλος, κατωμόσατο ἄν· κρεῖττον γὰρ ἂν ἦν ἕνεκά του φαῦλον εἶναι ἢ μηδενός· ὀμόσας μὲν οὖν ἕξει, μὴ ὀμόσας δʼ οὔ· οὕτως δὲ διʼ ἀρετὴν ἂν εἴη, ἀλλʼ οὐ διʼ ἐπιορκίαν, τὸ μή. καὶ τὸ τοῦ Ξενοφάνους ἁρμόττει, ὅτι οὐκ ἴση πρόκλησις αὕτη τἀσεβεῖ πρὸς εὐσεβῆ, ἀλλʼ ὁμοία καὶ εἰ ἰσχυρὸς ἀσθενῆ πατάξαι ἢ πληγῆναι προκαλέσαιτο.εἰ δὲ λαμβάνει, ὅτι πιστεύει αὑτῷ, ἐκείνῳ δʼ οὔ. καὶ τὸ τοῦ Ξενοφάνους μεταστρέψαντα φατέον οὕτως ἴσον εἶναι ἂν ὁ μὲν ἀσεβὴς διδῷ, ὁ δʼ εὐσεβὴς ὀμνύῃ· δεινόν τε τὸ μὴ θέλειν αὐτόν, ὑπὲρ ὧν ἐκείνους ἀξιοῖ ὀμόσαντας δικάζειν.εἰ δὲ δίδωσιν, ὅτι εὐσεβὲς τὸ θέλειν τοῖς θεοῖς ἐπιτρέπειν, καὶ ὅτι οὐδὲν δεῖ αὐτὸν ἄλλων δικαστῶν δεῖσθαι (αὐτοῖς γὰρ δίδωσι κρίσιν),καὶ ὅτι ἄτοπον τὸ μὴ θέλειν ὀμνύναι περὶ ὧν ἄλλους ἀξιοῦσιν ὀμνύναι. ἐπεὶ δὲ καθʼ ἕκαστον δῆλον ὅπως λεκτέον, καὶ συνδυαζομένων πῶς λεκτέον δῆλον, οἷον εἰ αὐτὸς μὲν θέλει λαμβάνειν διδόναι δὲ μή, καὶ εἰ δίδωσι μὲν λαμβάνειν δὲ μὴ θέλει, καὶ εἰ λαμβάνειν καὶ διδόναι θέλει εἴτε μηδέτερον· ἐκ γὰρ τῶν εἰρημένων ἀνάγκη συγκεῖσθαι, ὥστε καὶ τοὺς λόγους συγκεῖσθαι ἐκ τῶν εἰρημένων. ἐὰν δὲ ᾖ γεγενημένος ὑφʼ αὑτοῦ καὶ ἐναντίος, ὅτι οὐκ ἐπιορκία· ἑκούσιον γὰρ τὸ ἀδικεῖν, τὸ δʼ ἐπιορκεῖν ἀδικεῖν ἐστι, τὰ δὲ βίᾳ καὶ ἀπάτῃ ἀκούσια.