καὶ αἱ περιπέτειαι καὶ τὸ παρὰ μικρὸν σώζεσθαι ἐκ τῶν κινδύνων· πάντα γὰρ θαυμαστὰ ταῦτα.καὶ ἐπεὶ τὸ κατὰ φύσιν ἡδύ, τὰ συγγενῆ δὲ κατὰ φύσιν ἀλλήλοις ἐστίν, πάντα τὰ συγγενῆ καὶ ὅμοια ἡδέα ὡς ἐπὶ τὸ πολύ, οἷον ἄνθρωπος ἀνθρώπῳ καὶ ἵππος ἵππῳ καὶ νέος νέῳ, ὅθεν καὶ αἱ παροιμίαι εἴρηνται, ὡς ἧλιξ ἥλικα τέρπει, καὶ ὡς αἰεὶ τὸν ὁμοῖον, καὶ ἔγνω δὲ θὴρ θῆρα, καὶ γὰρ κολοιὸς παρὰ κολοιόν, καὶ ὅσα ἄλλα τοιαῦτα.ἐπεὶ δὲ τὸ ὅμοιον καὶ τὸ συγγενὲς ἑαυτῷ ἡδὺ ἅπαν, μάλιστα δὲ αὐτὸς πρὸς ἑαυτὸν ἕκαστος τοῦτο πέπονθεν, ἀνάγκη πάντας φιλαύτους εἶναι ἢ μᾶλλον ἢ ἧττον· πάντα γὰρ τὰ τοιαῦτα ὑπάρχει πρὸς αὑτὸν μάλιστα. ἐπεὶ δὲ φίλαυτοι πάντες, καὶ τὰ αὑτῶν ἀνάγκη ἡδέα εἶναι πᾶσιν, οἷον ἔργα καὶ λόγους· διὸ καὶ φιλοκόλακες ὡς ἐπὶ τὸ πολὺ καὶ φιλερασταὶ καὶ φιλόμαιμοι καὶ φιλότεκνοι· αὐτῶν γὰρ ἔργον τὰ τέκνα. καὶ τὸ τὰ ἐλλιπῆ ἐπιτελεῖν ἡδύ·αὐτῶν γὰρ ἔργον ἤδη γίγνεται. καὶ ἐπεὶ τὸ ἄρχειν ἥδιστον, καὶ τὸ σοφὸν δοκεῖν εἶναι ἡδύ· ἀρχικὸν γὰρ τὸ φρονεῖν, ἔστιν δʼ ἡ σοφία πολλῶν καὶ θαυμαστῶν ἐπιστήμη. ἔτι ἐπεὶ φιλότιμοι ὡς ἐπὶ τὸ πολύ, ἀνάγκη καὶ τὸ ἐπιτιμᾶν τοῖς πέλας ἡδὺ εἶναι καὶ τὸ ἄρχειν,καὶ τὸ ἐν ᾧ δοκεῖ βέλτιστος αὐτὸς αὑτοῦ εἶναι, ἐνταῦθα διατρίβειν, ὥσπερ καὶ ὁ ποιητής φησι κἀπὶ τοῦτʼ ἐπείγει, νέμων ἑκάστης ἡμέρας πλεῖστον μέρος, ἵνʼ αὐτὸς αὑτοῦ τυγχάνει βέλτιστος ὤν.ὁμοίως δὲ καὶ ἐπεὶ ἡ παιδιὰ τῶν ἡδέων καὶ πᾶσα ἄνεσις, καὶ ὁ γέλως τῶν ἡδέων, ἀνάγκη καὶ τὰ γελοῖα ἡδέα εἶναι, καὶ ἀνθρώπους καὶ λόγους καὶ ἔργα· διώρισται δὲ περὶ γελοίων χωρὶς ἐν τοῖς περὶ ποιητικῆς. περὶ μὲν οὖν ἡδέων εἰρήσθω ταῦτα, τὰ δὲ λυπηρὰ ἐκ τῶν ἐναντίων τούτοις φανερά.ὧν μὲν οὖν ἕνεκα ἀδικοῦσιν, ταῦτʼ ἐστίν· πῶς δὲ ἔχοντες καὶ τίνας, λέγωμεν νῦν. αὐτοὶ μὲν οὖν ὅταν οἴωνται δυνατὸν εἶναι τὸ πρᾶγμα πραχθῆναι καὶ αὑτοῖς δυνατόν, εἶτʼ ἂν λαθεῖν πράξαντες, ἢ μὴ λαθόντες μὴ δοῦναι δίκην, ἢ δοῦναι μὲν ἀλλʼ ἐλάττω τὴν ζημίαν εἶναι τοῦ κέρδους αὑτοῖς ἢ ὧν κήδονται.ποῖα μὲν οὖν δυνατὰ φαίνεται καὶ ποῖα ἀδύνατα, ἐν τοῖς ὕστερον ῥηθήσεται (κοινὰ γὰρ ταῦτα πάντων τῶν λόγων)· αὐτοὶ δʼ οἴονται δυνατοὶ εἶναι μάλιστα ἀζήμιοι ἀδικεῖν οἱ εἰπεῖν δυνάμενοι καὶ οἱ πρακτικοὶ καὶ οἱ ἔμπειροι πολλῶν ἀγώνων, κἂν πολύφιλοι ὦσιν, κἂν πλούσιοι.καὶ μάλιστα μὲν ἂν αὐτοὶ ὦσιν ἐν τοῖς εἰρημένοις οἴονται δύνασθαι, εἰ δὲ μή, κἂν ὑπάρχωσιν αὐτοῖς τοιοῦτοι φίλοι ἢ ὑπηρέται ἢ κοινωνοί· διὰ γὰρ ταῦτα δύνανται καὶ πράττειν καὶ λανθάνειν καὶ μὴ δοῦναι δίκην.καὶ ἐὰν φίλοι ὦσιν τοῖς ἀδικουμένοις ἢ τοῖς κριταῖς· οἱ μὲν γὰρ φίλοι ἀφύλακτοί τε πρὸς τὸ ἀδικεῖσθαι καὶ προσκαταλλάττονται πρὶν ἐπεξελθεῖν, οἱ δὲ κριταὶ χαρίζονται οἷς ἂν φίλοι ὦσι, καὶ ἢ ὅλως ἀφιᾶσιν ἢ μικροῖς ζημιοῦσιν.λαθητικὰ δʼ εἰσὶν οἵ τʼ ἐναντίοι τοῖς ἐγκλήμασιν, οἷον ἀσθενεῖς περὶ αἰκίας καὶ ὁ πένης καὶ ὁ αἰσχρὸς περὶ μοιχείας, καὶ τὰ λίαν ἐν φανερῷ καὶ ἐν ὀφθαλμοῖς· ἀφύλακτα γὰρ διὰ τὸ ὅλως μηδένα ἂν οἴεσθαι.καὶ τὰ τηλικαῦτα καὶ τὰ τοιαῦτα οἷα μηδʼ ἂν εἷς· ἀφύλακτα γὰρ καὶ ταῦτα· πάντες γὰρ τὰ εἰωθότα, ὥσπερ ἀρρωστήματα, φυλάττονται καὶ τἀδικήματα, ὃ δὲ μηδείς πω ἠρρώστηκεν, οὐδεὶς εὐλαβεῖται.καὶ οἷς μηδεὶς ἐχθρὸς ἢ πολλοί· οἱ μὲν γὰρ οἴονται λήσειν διὰ τὸ μὴ φυλάττεσθαι, οἱ δὲ λανθάνουσι διὰ τὸ μὴ δοκεῖν ἂν ἐπιχειρῆσαι φυλαττομένοις, καὶ διὰ τὸ ἀπολογίαν ἔχειν ὅτι οὐκ ἂν ἐνεχείρησαν.καὶ οἷς ὑπάρχει κρύψις ἢ τρόποις ἢ τόποις, ἢ διαθέσεις εὔποροι. καὶ ὅσοις μὴ λανθάνουσιν ἔστιν δίωσις δίκης ἢ ἀναβολὴ χρόνου ἢ διαφθοραὶ κριτῶν. καὶ οἷς, ἐὰν γένηται ζημία, ἔστιν δίωσις τῆς ἐκτίσεως ἢ ἀναβολὴ χρόνιος. ἢ εἰ διʼ ἀπορίαν μηδὲν ἔχει ὅ τι ἀπολέσει.καὶ οἷς τὰ μὲν κέρδη φανερὰ ἢ μεγάλα ἢ ἐγγύς, αἱ δὲ ζημίαι μικραὶ ἢ ἀφανεῖς ἢ πόρρω. καὶ ᾧ μὴ ἔστιν τιμωρία ἴση τῇ ὠφελείᾳ, οἷον δοκεῖ ἡ τυρρανίς.καὶ ὅσοις τὰ μὲν ἀδικήματα λήμματα, αἱ δὲ ζημίαι ὀνείδη μόνον. καὶ οἷς τοὐναντίον τὰ μὲν ἀδικήματα εἰς ἔπαινόν τινα, οἷον εἰ συνέβη ἅμα τιμωρήσασθαι ὑπὲρ πατρὸς ἢ μητρός, ὥσπερ Ζήνωνι, αἱ δὲ ζημίαι εἰς χρήματα ἢ φυγὴν ἢ τοιοῦτόν τι· διʼ ἀμφότερα γὰρ ἀδικοῦσι καὶ ἀμφοτέρως ἔχοντες, πλὴν οὐχ οἱ αὐτοὶ ἀλλʼ οἱ ἐναντίοι τοῖς ἤθεσιν.καὶ οἱ πολλάκις ἢ λεληθότες ἢ μὴ ἐζημιωμένοι, καὶ οἱ πολλάκις ἀποτετυχηκότες (εἰσὶ γάρ τινες καὶ ἐν τοῖς τοιούτοις, ὥσπερ ἐν τοῖς πολεμικοῖς, οἷοι ἀναμάχεσθαι).καὶ οἷς ἂν παραχρῆμα ᾖ τὸ ἡδύ, τὸ δὲ λυπηρὸν ὕστερον, ἢ τὸ κέρδος, ἡ δὲ ζημία ὕστερον· οἱ γὰρ ἀκρατεῖς τοιοῦτοι, ἔστιν δὲ ἀκρασία περὶ πάντα ὅσων ὀρέγονται.καὶ οἷς ἂν τοὐναντίον τὸ μὲν λυπηρὸν ἤδη ᾖ ἢ ἡ ζημία, τὸ δὲ ἡδὺ καὶ τὸ ὠφέλιμον ὕστερα καὶ χρονιώτερα· οἱ γὰρ ἐγκρατεῖς καὶ φρονιμώτεροι τὰ τοιαῦτα διώκουσιν.καὶ οἷς ἂν ἐνδέχηται διὰ τύχην δόξαι πρᾶξαι ἢ διʼ ἀνάγκην ἢ διὰ φύσιν ἢ διʼ ἔθος, καὶ ὅλως ἁμαρτεῖν ἀλλὰ μὴ ἀδικεῖν.καὶ οἷς ἂν ᾖ τοῦ ἐπιεικοῦς τυχεῖν. καὶ ὅσοι ἂν ἐνδεεῖς ὦσιν· διχῶς δέ εἰσιν ἐνδεεῖς· ἢ γὰρ ὡς ἀναγκαίου, ὥσπερ οἱ πένητες, ἢ ὡς ὑπερβολῆς, ὥσπερ οἱ πλούσιοι.