τὸ δὲ προσδιαιρεῖσθαι καθʼ ἡλικίαν ἢ ἕξεις ἢ ἀλλʼ ἄττα τὰ πραττόμενα περίεργον· εἰ γὰρ συμβέβηκεν τοῖς νέοις ὀργίλοις εἶναι ἢ ἐπιθυμητικοῖς, οὐ διὰ τὴν νεότητα πράττουσι τὰ τοιαῦτα ἀλλὰ διʼ ὀργὴν καὶ ἐπιθυμίαν. οὐδὲ διὰ πλοῦτον καὶ πενίαν, ἀλλὰ συμβέβηκε τοῖς μὲν πένησι διὰ τὴν ἔνδειαν ἐπιθυμεῖν χρημάτων, τοῖς δὲ πλουσίοις διὰ τὴν ἐξουσίαν ἐπιθυμεῖν τῶν μὴ ἀναγκαίων ἡδονῶν· ἀλλὰ πράξουσι καὶ οὗτοι οὐ διὰ πλοῦτον καὶ πενίαν ἀλλὰ διὰ τὴν ἐπιθυμίαν. ὁμοίως δὲ καὶ οἱ δίκαιοι καὶ οἱ ἄδικοι, καὶ οἱ ἄλλοι οἱ λεγόμενοι κατὰ τὰς ἕξεις πράττειν, διὰ ταῦτα πράξουσιν· ἢ γὰρ διὰ λογισμὸν ἢ διὰ πάθος· ἀλλʼ οἱ μὲν διὰ ἤθη καὶ πάθη χρηστά, οἱ δὲ διὰ τἀναντία.συμβαίνει μέντοι ταῖς μὲν τοιαύταις ἕξεσι τὰ τοιαῦτα ἀκολουθεῖν, ταῖς δὲ τοιαῖσδε τὰ τοιάδε· εὐθὺς γὰρ ἴσως τῷ μὲν σώφρονι διὰ τὸ σώφρονα εἶναι δόξαι τε καὶ ἐπιθυμίαι χρησταὶ ἐπακολουθοῦσι περὶ τῶν ἡδέων, τῷ δʼ ἀκολάστῳ αἱ ἐναντίαι περὶ τῶν αὐτῶν τούτων·διὸ τὰς μὲν τοιαύτας διαιρέσεις ἐατέον, σκεπτέον δὲ ποῖα ποίοις εἴωθεν ἕπεσθαι· εἰ μὲν γὰρ λευκὸς ἢ μέλας, ἢ μέγας ἢ μικρός, οὐδὲν τέτακται τῶν τοιούτων ἀκολουθεῖν, εἰ δὲ νέος ἢ πρεσβύτης, ἢ δίκαιος ἢ ἄδικος, ἤδη διαφέρει· καὶ ὅλως ὅσα τῶν συμβαινόντων ποιεῖ διαφέρειν τὰ ἤθη τῶν ἀνθρώπων, οἷον πλουτεῖν δοκῶν ἑαυτῷ ἢ πένεσθαι διοίσει τι, καὶ εὐτυχεῖν ἢ ἀτυχεῖν. ταῦτα μὲν οὖν ὕστερον ἐροῦμεν, νῦν δὲ περὶ τῶν λοιπῶν εἴπωμεν πρῶτον.ἔστι δʼ ἀπὸ τύχης μὲν τὰ τοιαῦτα γιγνόμενα, ὅσων ἥ τε αἰτία ἀόριστος καὶ μὴ ἕνεκά του γίγνεται καὶ μήτε ἀεὶ μήτε ὡς ἐπὶ τὸ πολὺ μήτε τεταγμένως (δῆλον δʼ ἐκ τοῦ ὁρισμοῦ τῆς τύχης περὶ τούτων),φύσει δὲ ὅσων ἥ τʼ αἰτία ἐν αὐτοῖς καὶ τεταγμένη· ἢ γὰρ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ ὡσαύτως ἀποβαίνει. τὰ γὰρ παρὰ φύσιν οὐδὲν δεῖ ἀκριβολογεῖσθαι πότερα κατὰ φύσιν ἤ τινα ἄλλην αἰτίαν γίγνεται·δόξειε δʼ ἂν καὶ ἡ τύχη αἰτία εἶναι τῶν τοιούτων. βίᾳ δὲ ὅσα παρʼ ἐπιθυμίαν ἢ τοὺς λογισμοὺς γίγνεται διʼ αὐτῶν τῶν πραττόντων.ἔθει δὲ ὅσα διὰ τὸ πολλάκις πεποιηκέναι ποιοῦσιν.διὰ λογισμὸν δὲ τὰ δοκοῦντα συμφέρειν ἐκ τῶν εἰρημένων ἀγαθῶν ἢ ὡς τέλος ἢ ὡς πρὸς τὸ τέλος, ὅταν διὰ τὸ συμφέρειν πράττηται· ἔνια γὰρ καὶ οἱ ἀκόλαστοι συμφέροντα πράττουσιν, ἀλλʼ οὐ διὰ τὸ συμφέρειν ἀλλὰ διʼ ἡδονήν. διὰ θυμὸν δὲ καὶ ὀργὴν τὰ τιμωρητικά.διαφέρει δὲ τιμωρία καὶ κόλασις· ἡ μὲν γὰρ κόλασις τοῦ πάσχοντος ἕνεκά ἐστιν, ἡ δὲ τιμωρία τοῦ ποιοῦντος, ἵνα πληρωθῇ.τί μὲν οὖν ἐστιν ἡ ὀργή, δῆλον ἔσται ἐν τοῖς περὶ τῶν παθῶν. διʼ ἐπιθυμίαν δὲ πράττεται ὅσα φαίνεται ἡδέα. ἔστιν δὲ καὶ τὸ σύνηθες καὶ τὸ ἐθιστὸν ἐν τοῖς ἡδέσιν· πολλὰ γὰρ καὶ τῶν φύσει μὴ ἡδέων, ὅταν συνεθισθῶσιν, ἡδέως ποιοῦσιν· ὥστε συλλαβόντι εἰπεῖν, ὅσα διʼ αὑτοὺς πράττουσιν ἅπαντʼ ἐστὶν ἢ ἀγαθὰ ἢ φαινόμενα ἀγαθά, ἢ ἡδέα ἢ φαινόμενα ἡδέα. ἐπεὶ δʼ ὅσα διʼ αὑτοὺς ἑκόντες πράττουσιν, οὐχ ἑκόντες δὲ ὅσα μὴ διʼ αὑτούς, πάντʼ ἂν εἴη ὅσα ἑκόντες πράττουσιν ἢ ἀγαθὰ ἢ φαινόμενα ἀγαθά, ἢ ἡδέα ἢ φαινόμενα ἡδέα· τίθημι γὰρ καὶ τὴν τῶν κακῶν ἢ φαινομένων κακῶν ἢ ἀπαλλαγὴν ἢ ἀντὶ μείζονος ἐλάττονος μετάληψιν ἐν τοῖς ἀγαθοῖς (αἱρετὰ γάρ πως), καὶ τὴν τῶν λυπηρῶν ἢ φαινομένων λυπηρῶν ἢ ἀπαλλαγὴν ἢ μετάληψιν ἀντὶ μειζόνων ἐλαττόνων ἐν τοῖς ἡδέσιν ὡσαύτως. ληπτέον ἄρα τὰ συμφέροντα καὶ τὰ ἡδέα, πόσα καὶ ποῖα.περὶ μὲν οὖν τοῦ συμφέροντος ἐν τοῖς συμβουλευτικοῖς εἴρηται πρότερον, περὶ δὲ τοῦ ἡδέος εἴπωμεν νῦν. δεῖ δὲ νομίζειν ἱκανοὺς εἶναι τοὺς ὅρους ἐὰν ὦσι περὶ ἑκάστου μήτε ἀσαφεῖς μήτε ἀκριβεῖς.ὑποκείσθω δὴ ἡμῖν εἶναι τὴν ἡδονὴν κίνησίν τινα τῆς ψυχῆς καὶ κατάστασιν ἀθρόαν καὶ αἰσθητὴν εἰς τὴν ὑπάρχουσαν φύσιν, λύπην δὲ τοὐναντίον.εἰ δʼ ἐστὶν ἡδονὴ τὸ τοιοῦτον, δῆλον ὅτι καὶ ἡδύ ἐστι τὸ ποιητικὸν τῆς εἰρημένης διαθέσεως, τὸ δὲ φθαρτικὸν ἢ τῆς ἐναντίας καταστάσεως ποιητικὸν λυπηρόν.ἀνάγκη οὖν ἡδὺ εἶναι τό τε εἰς τὸ κατὰ φύσιν ἰέναι ὡς ἐπὶ τὸ πολύ, καὶ μάλιστα ὅταν ἀπειληφότα ᾖ τὴν ἑαυτῶν φύσιν τὰ κατʼ αὐτὴν γιγνόμενα, καὶ τὰ ἔθη (καὶ γὰρ τὸ εἰθισμένον ὥσπερ πεφυκὸς ἤδη γίγνεται· ὅμοιον γάρ τι τὸ ἔθος τῇ φύσει· ἐγγὺς γὰρ καὶ τὸ πολλάκις τῷ ἀεί, ἔστιν δʼ ἡ μὲν φύσις τοῦ ἀεί, τὸ δὲ ἔθος τοῦ πολλάκις),καὶ τὸ μὴ βίαιον (παρὰ φύσιν γὰρ ἡ βία, διὸ τὸ ἀναγκαῖον λυπηρόν, καὶ ὀρθῶς εἴρηται πᾶν γὰρ ἀναγκαῖον πρᾶγμʼ ἀνιαρὸν ἔφυ), τὰς δʼ ἐπιμελείας καὶ τὰς σπουδὰς καὶ τὰς συντονίας λυπηράς· ἀναγκαῖα γὰρ καὶ βίαια ταῦτα, ἐὰν μὴ ἐθισθῶσιν· οὕτω δὲ τὸ ἔθος ποιεῖ ἡδύ. τὰ δʼ ἐναντία ἡδέα· διὸ αἱ ῥαθυμίαι καὶ αἱ ἀπονίαι καὶ αἱ ἀμέλειαι καὶ αἱ παιδιαὶ καὶ αἱ ἀναπαύσεις καὶ ὁ ὕπνος τῶν ἡδέων· οὐδὲν γὰρ πρὸς ἀνάγκην τούτων.καὶ οὗ ἂν ἡ ἐπιθυμία ἐνῇ, ἅπαν ἡδύ· ἡ γὰρ ἐπιθυμία τοῦ ἡδέος ἐστὶν ὄρεξις. τῶν δὲ ἐπιθυμιῶν αἱ μὲν ἄλογοί εἰσιν αἱ δὲ μετὰ λόγου. λέγω δὲ ἀλόγους ὅσας μὴ ἐκ τοῦ ὑπολαμβάνειν ἐπιθυμοῦσιν (εἰσὶν δὲ τοιαῦται ὅσαι εἶναι λέγονται φύσει, ὥσπερ αἱ διὰ τοῦ σώματος ὑπάρχουσαι, οἷον ἡ τροφῆς δίψα καὶ πεῖνα, καὶ καθʼ ἕκαστον εἶδος τροφῆς εἶδος ἐπιθυμίας, καὶ αἱ περὶ τὰ γευστὰ καὶ ἀφροδίσια καὶ ὅλως τὰ ἁπτά, καὶ περὶ ὀσμὴν εὐωδίας καὶ ἀκοὴν καὶ ὄψιν), μετὰ λόγου δὲ ὅσας ἐκ τοῦ πεισθῆναι ἐπιθυμοῦσιν· πολλὰ γὰρ καὶ θεάσασθαι καὶ κτήσασθαι ἐπιθυμοῦσιν ἀκούσαντες καὶ πεισθέντες.