Ἱππίας ὁ Ἀθηναῖος τὰ ὑπερέχοντα τῶν ὑπερῴων εἰς τὰς δημοσίας ὁδοὺς καὶ τοὺς ἀναβαθμοὺς καὶ τὰ προφράγματα καὶ τὰς θύρας τὰς ἀνοιγομένας ἔξω ἐπώλησεν· ὠνοῦντο οὖν ὧν ἦν τὰ κτήματα, καὶ συνελέγη χρήματα οὕτω συχνά. τό τε νόμισμα τὸ ὂν Ἀθηναίοις ἀδόκιμον ἐποίησε, τάξας δὲ τιμὴν ἐκέλευσε πρὸς αὑτὸν ἀνακομίζειν· συνελθόντων δὲ ἐπὶ τῷ κόψαι ἕτερον χαρακτῆρα, ἐξέδωκε τὸ αὐτὸ ἀργύριον. ὅσοι τε τριηραρχεῖν ἢ φυλαρχεῖν ἢ χορηγεῖν ἤ τινα εἰς ἑτέραν λειτουργίαν τοιαύτην ἤμελλον δαπανᾶν, τίμημα τάξας μέτριον ἐκέλευσε τὸν βουλόμενον ἀποτίσαντα τοῦτο ἐγγράφεσθαι εἰς τοὺς λελειτουργηκότας. τῇ τε ἱερείᾳ τῇ τῆς Ἀθηνᾶς τῆς ἐν ἀκροπόλει ὑπὲρ τοῦ ἀποθανόντος φέρειν χοίνικα κριθῶν καὶ πυρῶν ἑτέραν καὶ ὀβολόν, καὶ ὅτῳ ἂν παιδάριον γένηται, τὸ αὐτὸ τοῦτο.Ἀθηναῖοι δὲ οἱ ἐν Ποτιδαίᾳ οἰκοῦντες δεόμενοι χρημάτων εἰς τὸν πόλεμον ἀπογράψασθαι ἅπασι συνέταξαν τὰς οὐσίας,μὴ ἁθρόας εἰς τὸν αὑτοῦ δῆμον ἕκαστον, ἀλλὰ κατὰ κτῆμα ἐν ᾧ τόπῳ ἕκαστον εἴη, ἵνα οἱ πένητες δύνωνται ὑποτιμᾶσθαι· ὅτῳ δὲ μὴ ἦν κτῆμα μηθέν, τὸ σῶμα διμναῖον τιμήσασθαι. ἀπὸ τούτων οὖν εἰσέφερον τὸ ἐπιγραφὲν ἕκαστος σῷον τῇ πόλει.Σωσίπολις Ἀντισσαῖος δέ, δεηθείσης τῆς πόλεως χρημάτων, εἰθισμένων δὲ αὐτῶν λαμπρῶς ἄγειν Διονύσια, ἐν οἷς ἄλλα τε πολλὰ ἀνήλισκον ἐξ ἐνιαυτοῦ παρασκευάζοντες καὶ ἱερεῖα πολυτελῆ, ὑπογύου δὲ οὔσης ταύτης τῆς ἑορτῆς, ἔπεισεν αὐτοὺς τῷ μὲν Διονύσῳ εὔξασθαι ἐς νέωτα ἀποδώσειν διπλάσια, ταῦτα δὲ συναγαγόντας ἀποδόσθαι. συνελέγη οὖν αὐτοῖς χρήματα οὐκ ὀλίγα πρὸς τὴν χρείαν.Λαμψακηνοὶ δὲ προσδοκίμων οὐσῶν τριηρῶν πολλῶν πρὸς αὐτούς, ὄντος μεδίμνου τῶν ἀλφίτων τετραδράχμου, προσέταξαν τοῖς ἀγοραίοις πωλεῖν ἑξάδραχμον, καὶ τοῦ ἐλαίου τὸν χοᾶ ὄντα δραχμῶν τριῶν, τεττάρων καὶ τριωβόλου, τοῦ τε οἴνου καὶ τῶν ἄλλων ὡσαύτως. τὴν μὲν οὖν ἀρχαίαν τιμὴν ἐλάμβανεν ὁ ἰδιώτης, τὸ δὲ πλέον ἡ πόλις, καὶ εὐπόρησε χρημάτων.Ἡρακλεῶται πέμποντες ναῦς τετταράκοντα ἐπὶ τοὺς ἐν Βοσπόρῳ τυράννους, οὐκ εὐπορούμενοι χρημάτων παρὰ τῶν ἐμπόρων συνηγόρασαν τόν τε σῖτον πάντα καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον καὶ τὴν ἄλλην ἀγοράν χρόνου διισταμένου ἐν ᾧ ἔμελλον ἀποδώσειν τὴν τιμήν. τοῖς δὲ δὴ ἐμπόροις καλῶς εἶχε μὴ κοτυλίζειν, ἀλλʼ ἁθρόα τὰ φορτία πεπρᾶσθαι, ἐκεῖνοί τε διδόντες διʼ ἄλλην οὐ μισθὸν παρῆγον ἀλλὰ τὴν ἀγορὰν ἐν ὁλκάσι, καὶ ἄνδρα ταμίαν ἐπέστησαν ἐφʼ ἑκάστῃ τῶν νεῶν. ἀφικομένων δʼ εἰς τὴν πολεμίαν αὐτῶν ἠγόραζον οἱ στρατιῶται παρὰ τούτων ἅπαντα. πρότερον οὖν συνελέγη ἀργύριον ἤ ἐδίδοσαν οἱ στρατηγοὶ πάλιν τὸν μισθόν, ὥστε συνέβαινε ταὐτὸ τὸ ἀργύριον δίδοσθαι ἕως εἰς οἶκον ἀπῆλθον.Λακεδαιμόνιοι Σαμίων δεηθέντων χρήματα αὐτοῖς εἰς τὴν κάθοδον δοῦναι, ἐψηφίσαντο μίαν ἡμέραν καὶ αὐτοὺς καὶ τοὺς οἰκέτας καὶ τὰ ὑποζύγια νηστεῦσαι, ὅσον δὲ ἐδαπάνα ἕκαστος, τοσοῦτον δοῦναι τοῖς Σαμίοις.Χαλκηδόνιοι δέ, ξένων ἐν τῇ πόλει συχνῶν παρʼ αὐτοῖς γινομένων, ὀφείλοντες αὐτοῖς μισθὸν οὐκ ἠδύναντο διαλῦσαι. ἀνήγγειλαν οὖν, εἴ τις τῶν πολιτῶν ἢ μετοίκων σῦλον ἔχει κατὰ πόλεως ἢ ἰδιώτου καὶ βούλεται λαβεῖν, ἀπογράψασθαι. ἀπογραψαμένων δὲ συχνῶν, τὰ πλοῖα τὰ πλέοντα εἰς τὸν Πόντον ἐσύλων μετὰ προφάσεως εὐλόγου. ἔταξαν δὲ χρόνον ἐν ᾧ λόγον ὑπὲρ αὐτῶν ἔφασαν ποιήσασθαι. συλλεγέντων δὲ χρημάτων συχνῶν, τοὺς μὲν στρατιώτας ἀπήλλαξαν, ὑπὲρ δὲ τῶν σύλων διεδικάσαντο. τοῖς δὲ μὴ δικαίως συληθεῖσιν ἡ πόλις ἀπὸ τῶν προσόδων ἀπεδίδου.Κυζικηνοὶ δὲ στασιάσαντες πρὸς ἀλλήλους, ἐπικρατήσαντος τοῦ δήμου, τῶν δὲ πλουσίων συνειλημμένων, ὀφείλοντες χρήματα στρατιώταις ἐψηφίσαντο μὴ θανατῶσαι τοὺς συνειλημμένους, ἀλλὰ χρήματα πραξαμένους φυγαδεῦσαι.Χῖοι δέ, νόμου ὄντος αὐτοῖς ἀπογράφεσθαι τὰ χρέα εἰς τὸ δημόσιον, δεηθέντες χρημάτων ἐψηφίσαντο τοὺς ὀφείλοντας μὲν ἀποδοῦναι τῇ πόλει τὰ δάνεια, τὴν δὲ πόλιν ἐκ τῶν προσόδων τοὺς τόκους τοῖς δεδανεικόσι καταφέρειν, ἕως ἂν καὶ τὸ ἀρχαῖον εὐπορήσωσιν.Μαύσωλος ὁ Καρίας τύραννος, πέμποντος βασιλέως πρὸς αὐτὸν ἐπὶ τῷ τοὺς φόρους δοῦναι, συναγαγὼν τοὺς εὐπορωτάτους ἐν τῇ χώρᾳ ἔλεγεν ὅτι ὁ βασιλεὺς αἰτεῖ τοὺς φόρους, αὐτὸς δὲ οὐκ εὐπορεῖται. κατασκευαστοὶ δʼ ἄνδρες αὐτῷ εὐθέως ἐπηγγέλλοντο ὅσον εἰσοίσει ἕκαστος. τούτων δὲ τοῦτο πραξάντων, οἱ εὐπορώτεροι τὰ μὲν αἰσχυνόμενοι τὰ δὲ φοβούμενοι πολλῷ τούτων πλείω ἐπηγγέλλοντο καὶ εἰσέφερον. πάλιν δεηθεὶς χρημάτων ἐξεκκλησιάσας τοῖς Μυλασσεῦσιν ἔλεγεν ὅτι μητρόπολις οὖσα ἡ πόλις αὐτοῦ αὕτη ἀτείχιστός ἐστιν, ὁ δὲ βασιλεὺς ἐπʼ αὐτὸν στρατεύει. ἐκέλευσεν οὖν τοὺς Μυλασσεῖς φέρειν ἕκαστον ὅτι πλεῖστα χρήματα, φάσκων αὐτοὺς τοῖς νῦν εἰσενεχθεῖσι καὶ τὰ λοιπὰ σῴζειν. εἰσενεχθέντων δὲ πολλῶν τὰ μὲν χρήματα εἶχε, τὸ δὲ τεῖχος οὐκ ἔφη τὸν θεὸν ἐᾶν ἐν τῷ παρόντι οἰκοδομεῖν.Κόνδαλος Μαυσώλου ὕπαρχος, ὁπότε διαπορευομένῳ αὐτῷ διὰ τῆς χώρας προσενέγκοι τις πρόβατονἢ ὗν ἢ μόσχον, ἀπογραψάμενος τὸν δόντα καὶ τὸν χρόνον, ἀπαγαγόντα εἰς οἶκον ἐκέλευε τρέφειν ἕως ἂν ἐπανέλθοι· ὁπότε δὲ δοκοίη χρόνος ἱκανὸς εἶναι, αὐτό τε τὸ τραφὲν καὶ τὴν ἐπικαρπίαν λογισάμενος ἀπῄτει. τῶν τε δένδρων τὰ ὑπερέχοντα ἢ πίπτοντα εἰς τὰς ὁδοὺς τὰς βασιλικὰς ἐπώλει ὡς τὰς ἐπικαρπίας. τῶν δὲ στρατιωτῶν εἴ τις τελευτήσειε, διαπύλιον ἀπῄτει δραχμὴν τοῦ σώματος· ἅμα τε οὖν ἐντεῦθεν καὶ ἀργύριον ἐλάμβανεν, ἅμα τε οἱ ἡγεμόνες οὐ παρεκρούοντο αὐτόν, πότε τετελεύτηκεν ὁ στρατιώτης. τούς τε Λυκίους ὁρῶν ἀγαπῶντας τὸ τρίχωμα φορεῖν, ἔφησε γράμματα ἥκειν παρὰ βασιλέως, κόμας ἀποστεῖλαι εἰς προκόμια, προστετάχθαι οὖν αὐτῷ ὑπὸ Μαυσώλου ἀποκεῖραι αὐτούς. ἔφησεν οὖν, εἰ βούλονται ἐπικεφάλαιον τακτὸν αὐτῷ δοῦναι, μεταπέμψασθαι ἐκ τῆς Ἑλλάδος κόμην, οἱ δὲ ἀσμένως ἔδοσαν ὃ ᾔτει, καὶ συνελέγη χρήματα πολλὰ ἀπὸ ὄχλου πολλοῦ.