Κότυς Θρᾷξ παρὰ Περινθίων ἐδανείζετο χρήματα εἰς τοὺς στρατιώτας συναγαγεῖν· οἱ δὲ Περίνθιοι οὐκ ἐδίδοσαν αὐτῷ. ἠξίωσεν οὖν αὐτοὺς ἄνδρας γε τῶν πολιτῶν φρουροὺς δοῦναι εἰς χωρία τινά, ἵνα τοῖς ἐκεῖ στρατιώταις νῦν φρουροῦσι σχῇ ἀποχρήσασθαι. οἱ δὲ τοῦτο ταχέως ἐποίησαν, οἰόμενοι τῶν χωρίων κύριοι ἔσεσθαι. ὁ δὲ Κότυς τοὺς ἀποσταλέντας εἰς φυλακὴν ποιήσας τὰ χρήματα αὐτοὺς ἐκέλευσεν ἀποστείλαντας, ἃ ἐδανείζετο παρʼ αὐτῶν, κομίσασθαι.Μέντωρ Ῥόδιος Ἑρμείαν συλλαβὼν καὶ τὰ χωρία αὐτοῦ κατασχὼν τοὺς ἐπιμελητὰς εἴασε κατὰ χώραν τοὺς ὑπὸ τοῦ Ἑρμείου καθεστηκότας. ἐπεὶ δὲ ἐθάρρησάν τε ἅπαντες καί, εἴ τί ποτʼ ἦν αὐτοῖς ἀποκεκρυμμένον ἢ ὑπεκκείμενον, μεθʼ αὑτῶν εἶχον, συλλαβὼν αὐτοὺς πάντα παρείλετο ἃ εἶχον.Μέμνων Ῥόδιος κυριεύσας Λαμψάκου δεηθεὶς χρημάτων ἐπέγραψε τοῖς πλουσιωτάτοις αὐτῶν πλῆθός τι ἀργυρίου, τούτοις δὲ τὴν κομιδὴν ἔσεσθαι παρὰ τῶν ἄλλων πολιτῶν ἔφησεν· ἐπεὶ δὲ οἱ ἄλλοι πολῖται εἰσήνεγκαν, ἐκέλευσε καὶ ταῦτα αὑτῷ δανεῖσαι ἐν χρόνῳ διειπάμενος ἐν ᾧ πάλιν αὐτοῖς ἀποδώσει. πάλιν τε δεηθεὶς χρημάτων ἠξίωσεν αὐτοὺς εἰσενέγκαι, κομίσασθαι δὲ ἐκ τῶν προσόδων· οἳ δʼ εἰσήνεγκαν ὡς διὰ ταχέων αὐτοῖς ἐσομένης τῆς κομιδῆς· ἐπεὶ δὲ καὶ αἱ καταβολαὶ τῶν προσόδων παρῆσαν, ἔφησεν ἐπʼ αὐτῷ χρείαν εἶναι καὶ τούτων, ἐκείνοις δὲ ὕστερον ἀποδώσειν σὺν τόκῳ. τῶν τε στρατευομένων παρʼ αὐτῷ παρῃρεῖτο τὰς σιταρχίας καὶ τοὺς μισθοὺς ἓξ ἡμερῶν τὸν ἐνιαυτόν, φάσκων ταύταις ταῖς ἡμέραις οὔτε φυλακὴν αὐτοῖς οὐδεμίαν οὔτε πορείαν οὔτε δαπάνην ποιεῖσθαι, τὰς ἐξαιρεσίμους λέγων. τόν τε πρὸ τοῦ χρόνον διδοὺς τοῖς στρατιώταις τῇ δευτέρᾳ τῆς νουμηνίας τὴν σιταρχίαν, τῷ μὲν πρώτῳ μηνὶ παρέβη τρεῖς ἡμέρας, τῷ δʼ ἐχομένῳ πέντε. τοῦτον δὲ τὸν τρόπον προῆγεν, ἕως εἰς τὴν τριακάδα ἦλθεν.Χαρίδημος Ὠρείτης ἔχων τῆς Αἰολίδος τινὰ χωρία, ἐπιστρατεύοντος ἐπʼ αὐτὸν Ἀρταβάζου χρημάτων ἐδεῖτο εἰς τοὺς στρατιώτας. τὸ μὲν οὖν πρῶτον εἰσέφερον αὐτῷ, εἶτα οὐκέτι ἔφασαν ἔχειν· ὁ δὲ Χαρίδημος, ὃ ᾤετο χωρίον εὐπορώτατον εἶναι, ἐκέλευσεν καὶ εἴ τι νόμισμα ἔχουσιν ἤ τι ἄλλο σκεῦος ἀξιόλογον, εἰς ἕτερον χωρίον ἀποστέλλειν, παραπομπὴν δὲ δώσειν· ἅμα δὲ καὶ αὐτὸς τοῦτο ποιῶν φανερὸς ἦν. πεισθέντων δὲ τῶν ἀνθρώπων, προαγαγὼν αὐτοὺς τῆς πόλεως μικρὸν καὶ ἐρευνήσας ἃ εἶχον, ἔλαβεν ὅσων ἐδεῖτο, ἐκείνους δὲ πάλιν εἰς τὸ χωρίον ἀπῆγεν. κήρυγμά τε ποιησάμενος ἐν ταῖς πόλεσιν, ὧν ἦρχε, μηδένα μηδὲν ὅπλον κεκτῆσθαι ἐν τῇ οἰκίᾳ, εἰ δὲ μή, ἀποτείσειν ἀργύριον ὃ ἐπεκήρυξεν, ἠμέλει καὶ οὐδεμίαν ἐπιστροφὴν ἐποιεῖτο. τῶν δὲ ἀνθρώπων οἰομένων τὸ κήρυγμα μάτην αὐτὸν πεποιῆσθαι, εἶχον ἃ ἔτυχον ἕκαστοι κεκτημένοι κατὰ χώραν. ὁ δʼ ἔρευναν ἐξαίφνης ποιησάμενος τῶν οἰκιῶν, παρʼ οἷς εὗρεν ὅπλον τι, ἐπράττετο τὸ ἐπιτίμιον.Φιλόξενός τις Μακεδὼν Καρίας σατραπεύων δεηθεὶς χρημάτων Διονύσια ἔφασκε μέλλειν ἄγειν, καὶ χοραγοὺς προέγραψε τῶν Καρῶν τοὺς εὐπορωτάτους καὶ προσέταττεν αὐτοῖς ἃ δεῖ παρασκευάζειν. ὁρῶν δʼ αὐτοὺς δυσχεραίνοντας, ὑποπέμπων τινὰς ἠρώτα, τί βούλονται δόντες ἀπαλλαγῆναι τῆς λειτουργίας. οἱ δὲ πολλῷ πλέον ἢ ὅσον ᾤοντο ἀναλώσειν ἔφασαν δώσειν τοῦ μὴ ὀχλεῖσθαι καὶ ἀπὸ τῶν ἰδίων ἀπεῖναι. ὁ δὲ παρὰ τούτων λαβὼν ὃ ἐδίδοσαν ἑτέρους κατέγραψεν, ἕως ἔλαβε παρὰ τούτων ἃ ἐβούλετο καὶ προσῆν παρʼ ἑκάστοις.Εὐαίσης Σύρος Αἰγύπτου σατραπεύων, ἀφίστασθαι μελλόντων τῶν νομαρχῶν ἀπʼ αὐτοῦ αἰσθόμενος, καλέσας αὐτοὺς εἰς τὰ βασίλεια ἐκρέμα ἅπαντας· πρὸς δὲ τοὺς οἰκείους ἐκέλευσε λέγειν ὅτι ἐν φυλακῇ εἰσιν. ἕκαστος οὖν τῶν οἰκείων ἔπραττον ὑπὲρ ἑκάστου, καὶ χρημάτων ἐξεωνοῦντο τοὺς συνειλημμένους. ὁ δὲ διομολογησάμενος ὑπὲρ ἑκάστου καὶ λαβὼν τὰ ὁμολογηθέντα ἀπέδωκεν ἑκάστοις τὸν νεκρόν.Κλεομένης Ἀλεξανδρεὺς Αἰγύπτου σατραπεύων, λιμοῦ γενομένου ἐν μὲν τοῖς ἄλλοις τόποις σφόδρα, ἐν Αἰγύπτῳ δὲ μετρίως, ἀπέκλεισε τὴν ἐξαγωγὴν τοῦ σίτου. τῶν δὲ νομαρχῶν φασκόντωνοὐ δυνήσεσθαι τοὺς φόρους ἀποδοῦναι τῷ μὴ ἐξάγεσθαι τὸν σῖτον, ἐξαγωγὴν μὲν ἐποίησε, τέλος δὲ πολὺ τῷ σίτῳ ἐπέβαλεν, ὥστε συνέβαινεν αὐτῷ, εἰ μὴ , ἐξαγομένου ὀλίγου πολὺ τέλος λαμβάνειν, αὐτούς τε τοὺς νομάρχας πεπαῦσθαι τῆς προφάσεως. διαπλέοντος δʼ αὐτοῦ τὸν νομόν, οὗ ἐστι θεὸς ὁ κροκόδειλος, ἡρπάσθη τις τῶν παίδων αὐτοῦ. καλέσας οὖν τοὺς ἱερεῖς ἔφη πρότερος ἀδικηθεὶς ἀμύνεσθαι τοὺς κροκοδείλους, καὶ προσέταξε θηρεύειν αὐτούς. οἱ δὲ ἱερεῖς, ἵνα μὴ ὁ θεὸς αὐτῶν καταφρονηθῇ, συναγαγόντες ὅσον ἠδύναντο χρυσίον ἔδοσαν αὐτῷ καὶ οὕτως ἐπαύσατο. Ἀλεξάνδρου τοῦ βασιλέως ἐντειλαμένου αὐτῷ οἰκίσαι πόλιν πρὸς τῇ Φάρῳ καὶ τὸ ἐμπόριον τὸ πρότερον ὂν ἐπὶ τοῦ Κανώβου ἐνταῦθα ποιῆσαι, καταπλεύσας εἰς τὸν Κάνωβον πρὸς τοὺς ἱερεῖς καὶ τοὺς κτήματα ἔχοντας ἐκεῖ ἐπὶ τούτῳ ἥκειν ἔφη ὥστε μετοικίσαι αὐτούς. οἱ δὲ ἱερεῖς καὶ οἱ κάτοικοι εἰσενέγκαντες χρήματα ἔδωκαν, ἵνʼ ἐᾷ κατὰ χώραν αὐτοῖς τὸ ἐμπόριον. ὁ δὲ λαβὼν τότε μὲν ἀπηλλάγη, εἶτα δὲ καταπλεύσας, ἐπεὶ ἦν εὐτρεπῆ αὐτῷ τὰ πρὸς τὴν οἰκοδομίαν, ᾔτει αὐτοὺς χρήματα ὑπερβαλὼν τῷ πλήθει· τοῦτο γὰρ αὑτῷ τὸ διάφορον εἶναι, τὸ αὐτοῦ εἶναι τὸ ἐμπόριον καὶ μὴ ἐκεῖ. ἐπεὶ δʼ οὐκ ἂν ἔφασαν δύνασθαι δοῦναι, μετῴκισεν αὐτούς. ἀποστείλας τέ τινα ἐπʼ ἀγοράσμά τε καὶ αἰσθόμενος ὅτι εὐώνων ἐπιτετύχηκεν, αὐτῷ δὲ μέλλει ἐκτετιμημένα λογίζεσθαι, πρὸς τοὺς συνήθεις τοῦ ἀγοραστοῦ ἔλεγεν ὅτι ἀκηκοὼς εἴη τὰ ἀγοράσματα αὐτὸν ὑπερτίμια ἠγορακέναι· αὐτὸς οὖν οὐ προσέξειν· καὶ ἅμα τὴν ἀβελτερίαν αὐτοῦ ἐλοιδόρει μετʼ ὀργῆς προσποιητοῦ. οἱ δὲ ταῦτα ἀκούοντες οὐκ ἔφασαν δεῖν πιστεύειν αὐτὸν τοῖς λέγουσί τι κατʼ ἐκείνου, ἕως αὐτὸς παραγενόμενος τὸν λόγον αὐτῷ δῷ.