σῴζεται γὰρ τὸ βέλτιστον, ἡ ἀρχή. ἄλλος δʼ ἐναντίος, ὁ ἐμμενετικὸς καὶ οὐκ ἐκστατικὸς διά γε τὸ πάθος. φανερὸν δὴ ἐκ τούτων ὅτι ἣ μὲν σπουδαία ἕξις, ἣ δὲ φαύλη.πότερον οὖν ἐγκρατής ἐστιν ὁ ὁποιῳοῦν λόγῳ καὶ ὁποιᾳοῦν προαιρέσει ἐμμένων ἢ ὁ τῇ ὀρθῇ, καὶ ἀκρατὴς δὲ ὁ ὁποιᾳοῦν μὴ ἐμμένων προαιρέσει καὶ ὁποιῳοῦν λόγῳ ἢ ὁ τῷ μὴ ψευδεῖ λόγῳ καὶ τῇ προαιρέσει τῇ ὀρθῇ, ὥσπερ ἠπορήθη πρότερον; ἢ κατὰ μὲν συμβεβηκὸς ὁποιᾳοῦν, καθʼ αὑτὸ δὲ τῷ ἀληθεῖ λόγῳ καὶ τῇ ὀρθῇ προαιρέσει ὃ μὲν ἐμμένει ὃ δʼ οὐκ ἐμμένει; εἰ γάρ τις τοδὶ διὰ τοδὶ αἱρεῖται ἢ διώκει, καθʼ αὑτὸ μὲν τοῦτο διώκει καὶ αἱρεῖται, κατὰ συμβεβηκὸς δὲ τὸ πρότερον. ἁπλῶς δὲ λέγομεν τὸ καθʼ αὑτό. ὥστε ἔστι μὲν ὡς ὁποιᾳοῦν δόξῃ ὃ μὲν ἐμμένει ὃ δʼ ἐξίσταται, ἁπλῶς δὲ ὁ τῇ ἀληθεῖ. εἰσὶ δέ τινες οἳ ἐμμενετικοὶ τῇ δόξῃ εἰσίν, οὓς καλοῦσιν ἰσχυρογνώμονας, οἱ δύσπειστοι καὶ οὐκ εὐμετάπειστοι· οἳ ὅμοιον μέν τι ἔχουσι τῷ ἐγκρατεῖ, ὥσπερ ὁ ἄσωτος τῷ ἐλευθερίῳ καὶ ὁ θρασὺς τῷ θαρραλέῳ, εἰσὶ δʼ ἕτεροι κατὰ πολλά. ὃ μὲν γὰρ διὰ πάθος καὶ ἐπιθυμίαν οὐ μεταβάλλει ὁ ἐγκρατής, ἐπεὶ εὔπειστος, ὅταν τύχῃ, ἔσται ὁ ἐγκρατής· οἳ δὲ οὐχ ὑπὸ λόγου, ἐπεὶ ἐπιθυμίας γε λαμβάνουσι, καὶ ἄγονται πολλοὶ ὑπὸ τῶν ἡδονῶν. εἰσὶ δὲ ἰσχυρογνώμονες οἱ ἰδιογνώμονες καὶ οἱ ἀμαθεῖς καὶ οἱ ἄγροικοι, οἱ μὲν ἰδιογνώμονες διʼ ἡδονὴν καὶ λύπην· χαίρουσι γὰρ νικῶντες ἐὰν μὴ μεταπείθωνται, καὶ λυποῦνται ἐὰν ἄκυρα τὰ αὐτῶν ᾖ ὥσπερ ψηφίσματα· ὥστε μᾶλλον τῷ ἀκρατεῖ ἐοίκασιν ἢ τῷ ἐγκρατεῖ. εἰσὶ δέ τινες οἳ τοῖς δόξασιν οὐκ ἐμμένουσιν οὐ διʼ ἀκρασίαν, οἷον ἐν τῷ Φιλοκτήτῃ τῷ Σοφοκλέους ὁ Νεοπτόλεμος· καίτοι διʼ ἡδονὴν οὐκ ἐνέμεινεν, ἀλλὰ καλήν· τὸ γὰρ ἀληθεύειν αὐτῷ καλὸν ἦν, ἐπείσθη δʼ ὑπὸ τοῦ Ὀδυσσέως ψεύδεσθαι. οὐ γὰρ πᾶς ὁ διʼ ἡδονήν τι πράττων οὔτʼ ἀκόλαστος οὔτε φαῦλος οὔτʼ ἀκρατής, ἀλλʼ ὁ διʼ αἰσχράν. ἐπεὶ δʼ ἔστι τις καὶ τοιοῦτος οἷος ἧττον ἢ δεῖ τοῖς σωματικοῖς χαίρειν, καὶ οὐκ ἐμμένων τῷ λόγῳ, ὁ τοιοῦτος τούτου καὶ τοῦ ἀκρατοῦς μέσος ὁ ἐγκρατής·ὁ μὲν γὰρ ἀκρατὴς οὐκ ἐμμένει τῷ λόγῳ διὰ τὸ μᾶλλόν τι, οὗτος δὲ διὰ τὸ ἧττόν τι· ὁ δʼ ἐγκρατὴς ἐμμένει καὶ οὐδὲ διʼ ἕτερον μεταβάλλει. δεῖ δέ, εἴπερ ἡ ἐγκράτεια σπουδαῖον, ἀμφοτέρας τὰς ἐναντίας ἕξεις φαύλας εἶναι, ὥσπερ καὶ φαίνονται· ἀλλὰ διὰ τὸ τὴν ἑτέραν ἐν ὀλίγοις καὶ ὀλιγάκις εἶναι φανεράν, ὥσπερ ἡ σωφροσύνη τῇ ἀκολασίᾳ δοκεῖ ἐναντίον εἶναι μόνον, οὕτω καὶ ἡ ἐγκράτεια τῇ ἀκρασίᾳ. ἐπεὶ δὲ καθʼ ὁμοιότητα πολλὰ λέγεται, καὶ ἡ ἐγκράτεια ἡ τοῦ σώφρονος καθʼ ὁμοιότητα ἠκολούθηκεν· ὅ τε γὰρ ἐγκρατὴς οἷος μηδὲν παρὰ τὸν λόγον διὰ τὰς σωματικὰς ἡδονὰς ποιεῖν καὶ ὁ σώφρων, ἀλλʼ ὃ μὲν ἔχων ὃ δʼ οὐκ ἔχων φαύλας ἐπιθυμίας, καὶ ὃ μὲν τοιοῦτος οἷος μὴ ἥδεσθαι παρὰ τὸν λόγον, ὃ δʼ οἷος ἥδεσθαι ἀλλὰ μὴ ἄγεσθαι. ὅμοιοι δὲ καὶ ὁ ἀκρατὴς καὶ ἀκόλαστος, ἕτεροι μὲν ὄντες, ἀμφότεροι δὲ τὰ σωματικὰ ἡδέα διώκουσιν, ἀλλʼ ὃ μὲν καὶ οἰόμενος δεῖν, ὃ δʼ οὐκ οἰόμενος.οὐδʼ ἅμα φρόνιμον καὶ ἀκρατῆ ἐνδέχεται εἶναι τὸν αὐτόν· ἅμα γὰρ φρόνιμος καὶ σπουδαῖος τὸ ἦθος δέδεικται ὤν. ἔτι οὐ τῷ εἰδέναι μόνον φρόνιμος ἀλλὰ καὶ τῷ πρακτικός· ὁ δʼ ἀκρατὴς οὐ πρακτικός —τὸν δὲ δεινὸν οὐδὲν κωλύει ἀκρατῆ εἶναι· διὸ καὶ δοκοῦσιν ἐνίοτε φρόνιμοι μὲν εἶναί τινες ἀκρατεῖς δέ, διὰ τὸ τὴν δεινότητα διαφέρειν τῆς φρονήσεως τὸν εἰρημένον τρόπον ἐν τοῖς πρώτοις λόγοις, καὶ κατὰ μὲν τὸν λόγον ἐγγὺς εἶναι, διαφέρειν δὲ κατὰ τὴν προαίρεσιν—οὐδὲ δὴ ὡς ὁ εἰδὼς καὶ θεωρῶν, ἀλλʼ ὡς ὁ καθεύδων ἢ οἰνωμένος. καὶ ἑκὼν μέν (τρόπον γάρ τινα εἰδὼς καὶ ὃ ποιεῖ καὶ οὗ ἕνεκα), πονηρὸς δʼ οὔ· ἡ γὰρ προαίρεσις ἐπιεικής· ὥσθʼ ἡμιπόνηρος. καὶ οὐκ ἄδικος· οὐ γὰρ ἐπίβουλος· ὃ μὲν γὰρ αὐτῶν οὐκ ἐμμενετικὸς οἷς ἂν βουλεύσηται, ὃ δὲ μελαγχολικὸς οὐδὲ βουλευτικὸς ὅλως. καὶ ἔοικε δὴ ὁ ἀκρατὴς πόλει ἣ ψηφίζεται μὲν ἅπαντα τὰ δέοντα καὶ νόμους ἔχει σπουδαίους, χρῆται δὲ οὐδέν, ὥσπερ Ἀναξανδρίδης ἔσκωψεν ἡ πόλις ἐβούλεθʼ, ᾗ νόμων οὐδὲν μέλει· ὁ δὲ πονηρὸς χρωμένῃ μὲν τοῖς νόμοις, πονηροῖς δὲ χρωμένῃ. ἔστι δʼ ἀκρασία καὶ ἐγκράτεια περὶ τὸ ὑπερβάλλον τῆς τῶν πολλῶν ἕξεως· ὃ μὲν γὰρ ἐμμένει μᾶλλον ὃ δʼ ἧττον τῆς τῶν πλείστων δυνάμεως. εὐιατοτέρα δὲ τῶν ἀκρασιῶν, ἣν οἱ μελαγχολικοὶ ἀκρατεύονται, τῶν βουλευομένων μὲν μὴ ἐμμενόντων δέ, καὶ οἱ διʼ ἐθισμοῦ ἀκρατεῖς τῶν φυσικῶν· ῥᾷον γὰρ ἔθος μετακινῆσαι φύσεως· διὰ γὰρ τοῦτο καὶ τὸ ἔθος χαλεπόν, ὅτι τῇ φύσει ἔοικεν, ὥσπερ καὶ Εὔηνος λέγει φημὶ πολυχρόνιον μελέτην ἔμεναι, φίλε, καὶ δή ταύτην ἀνθρώποισι τελευτῶσαν φύσιν εἶναι. τί μὲν οὖν ἐστὶν ἐγκράτεια καὶ τί ἀκρασία καὶ τί καρτερία καὶ τί μαλακία, καὶ πῶς ἔχουσιν αἱ ἕξεις αὗται πρὸς ἀλλήλας, εἴρηται.περὶ δὲ ἡδονῆς καὶ λύπης θεωρῆσαι τοῦ τὴν πολιτικὴν φιλοσοφοῦντος· οὗτος γὰρ τοῦ τέλους ἀρχιτέκτων, πρὸς ὃ βλέποντες ἕκαστον τὸ μὲν κακὸν τὸ δʼ ἀγαθὸν ἁπλῶς λέγομεν. ἔτι δὲ καὶ τῶν ἀναγκαίων ἐπισκέψασθαι περὶ αὐτῶν· τήν τε γὰρ ἀρετὴν καὶ τὴν κακίαν τὴν ἠθικὴν περὶ λύπας καὶ ἡδονὰς ἔθεμεν, καὶ τὴν εὐδαιμονίαν οἱ πλεῖστοι μεθʼ ἡδονῆς εἶναί φασιν· διὸ καὶ τὸν μακάριον ὠνομάκασιν ἀπὸ τοῦ χαίρειν. τοῖς μὲν οὖν δοκεῖ οὐδεμία ἡδονὴ εἶναι ἀγαθόν, οὔτε καθʼ αὑτὸ οὔτε κατὰ συμβεβηκός· οὐ γὰρ εἶναι ταὐτὸ τὸ ἀγαθὸν καὶ ἡδονήν· τοῖς δʼ ἔνιαι μὲν εἶναι, αἱ δὲ πολλαὶ φαῦλαι. ἔτι δὲ τούτων τρίτον, εἰ καὶ πᾶσαι ἀγαθόν, ὅμως μὴ ἐνδέχεσθαι εἶναι τὸ ἄριστον ἡδονήν. ὅλως μὲν οὖν οὐκ ἀγαθόν, ὅτι πᾶσα ἡδονὴ γένεσίς ἐστιν εἰς φύσιν αἰσθητή, οὐδεμία δὲ γένεσις συγγενὴς τοῖς τέλεσιν, οἷον οὐδεμία οἰκοδόμησις οἰκίᾳ. ἔτι ὁ σώφρων φεύγει τὰς ἡδονάς. ἔτι ὁ φρόνιμος τὸ ἄλυπον διώκει, οὐ τὸ ἡδύ. ἔτι ἐμπόδιον τῷ φρονεῖν αἱ ἡδοναί, καὶ ὅσῳ μᾶλλον χαίρει, μᾶλλον, οἷον τῇ τῶν ἀφροδισίων· οὐδένα γὰρ ἂν δύνασθαι νοῆσαί τι ἐν αὐτῇ. ἔτι τέχνη οὐδεμία ἡδονῆς· καίτοι πᾶν ἀγαθὸν τέχνης ἔργον. ἔτι παιδία καὶ θηρία διώκει τὰς ἡδονάς. τοῦ δὲ μὴ πάσας σπουδαίας, ὅτι εἰσὶ καὶ αἰσχραὶ καὶ ὀνειδιζόμεναι, καὶ ὅτι βλαβεραί· νοσώδη γὰρ ἔνια τῶν ἡδέων. ὅτι δʼ οὐ τἄριστον ἡδονή, ὅτι οὐ τέλος ἀλλὰ γένεσις. τὰ μὲν οὖν λεγόμενα σχεδὸν ταῦτʼ ἐστίν.