ἀπορήσειε δʼ ἄν τις, εἰ ἔστιν ἑκάστῳ φίλῳ χρήσασθαι καὶ ἐφʼ ᾧ πέφυκε καὶ ἄλλως, καὶ τοῦτο ἢ καθʼ αὑτὸ ἢ κατὰ συμβεβηκός, οἷον εἰ ὀφθαλμὸς ἰδεῖν ἢ καὶ ἄλλως παριδεῖν διαστρέψαντα, ὥστε δύο τὸ ἓν φανῆναι. αὗται μὲν δὴ ἄμφω ὅτι μὲν ὀφθαλμός· ὅτι ἦν δʼ ὀφθαλμῷ, ἄλλη δὲ κατὰ συμβεβηκός, οἷον εἰ ἦν ἀποδόσθαι ἢ φαγεῖν. ὁμοίως δὴ καὶ ἐπιστήμη· καὶ γὰρ ἀληθῶς καὶ ἁμαρτεῖν, οἷον ὅταν ἑκὼν μὴ ὀρθῶς γράψῃ, ὡς ἀγνοίᾳ δὴ νῦν χρῆσθαι, ὥσπερ μεταστρέψας τὴν χεῖρα· καὶ τῷ ποδί ποτε ὡς χειρὶ καὶ ταύτῃ ὡς ποδὶ χρῶνται αἱ ὀρχηστρίδες. εἰ δὴ πᾶσαι αἱ ἀρεταὶ ἐπιστῆμαι, εἴη ἂν καὶ τῇ δικαιοσύνῃ ὡς ἀδικίᾳ χρῆσθαι, ἀδικήσει ἄρα ἀπὸ δικαιοσύνης τὰ ἄδικα πράττων, ὥσπερ καὶ τὰ ἀγνοητικὰ ἀπὸ ἐπιστήμης· εἰ δὲ τοῦτʼ ἀδύνατον, φανερὸν ὅτι οὐκ ἂν εἶεν ἐπιστῆμαι αἱ ἀρεταί. οὐδʼ εἰ μὴ ἔστιν ἀγνοεῖν ἀπὸ ἐπιστήμης, ἀλλʼ ἁμαρτάνειν μόνον, καὶ τὰ αὐτὰ ἃ καὶ ἀπὸ ἀγνοίας ποιεῖν, οὔ τι ἀπὸ δικαιοσύνης γε ὡς ἀπὸ ἀδικίας πράξει· ἀλλʼ ἐπεὶ φρόνησις ἐπιστήμη καὶ ἀληθές τι, τὸ αὐτὸ ποιήσει κἀκείνῃ· ἐνδέχοιτο γὰρ ἂν ἀφρόνως ἀπὸ φρονήσεως, καὶ ἁμαρτάνειν ταὐτὰ ἅπερ ὁ ἄφρων. εἰ δὲ ἁπλῆ ἦν ἑκάστου χρεία ᾗ ἕκαστον, κἂν φρονίμως ἔπραττον οὕτω πράττοντες. ἐπὶ μὲν οὖν ταῖς ἄλλαις ἐπιστήμαις ἄλλη κυρία ποιεῖ τὴν στροφήν· αὐτῆς δὲ τῆς πασῶν κυρίας τίς; οὐ γὰρ ἔτι ἐπιστήμη γε ἢ νοῦς. ἀλλὰ μὴν οὐδʼ ἀρετή. χρῆται γὰρ αὐτῇ. ἡ γὰρ τοῦ ἄρχοντος ἀρετὴ τῇ τοῦ ἀρχομένου χρῆται. τίς οὖν ἐστίν; ἢ ὥσπερ λέγεται ἀκρασία κακία τοῦ ἀλόγου τῆς ψυχῆς, καὶ ὡς ἀκόλαστος ὁ ἀκρατὴς ἔχων νοῦν; ἀλλʼ εἰ δή, ἂν ἰσχυρὰ ᾖ ἡ ἐπιθυμία, στρέψει καὶ λογιεῖται τἀναντία ἡ σφι, δῆλον ὅτι, κἂν ἐν μὲν τούτῳ ἀρετή, ἐν δὲ τῷ λόγῳ ἄγνοια ᾖ, ἕτεραι μεταποιοῦνται. ὥστε ἔσται δικαιοσύνῃ τὸ δικαίως χρῆσθαι καὶ κακῶς καὶ φρονήσει ἀφρόνως· ὥστε καὶ τἀναντία.ἄτοπον γὰρ εἰ τὴν μὲν ἐν τῷ λογιστικῷ ἀρετὴν μοχθηρία ποτὲ ἐγγενομένη ἐν τῷ ἀλόγῳ στρέψει καὶ ποιήσει ἀγνοεῖν, ἡ δʼ ἀρετὴ ἐν τῷ ἀλόγῳ ἀγνοίας ἐνούσης οὐ στρέψει ταύτην, καὶ ποιήσει φρονίμως κρίνειν καὶ τὰ δέοντα, καὶ πάλιν ἡ φρόνησις ἡ ἐν τῷ λογιστικῷ τὴν ἐν τῷ ἀλόγῳ ἀκολασίαν σωφρόνως πράττειν· ὅπερ δοκεῖ ἡ ἐγκράτεια. ὥστʼ ἔσται καὶ ἡ ἀπὸ ἀγνοίας φρονίμως. ἔστι δὲ ταῦτα ἄτοπα, ἄλλως τε καὶ ἀπὸ ἀγνοίας χρῆσθαι φρονίμως, τοῦτο γὰρ ἐπὶ τῶν ἄλλων οὐδεμιᾶς ὁρῶμεν, ὥσπερ τὴν ἰατρικὴν ἢ γραμματικὴν οὐ στρέφει ἀκολασία. ἀλλʼ οὖν ὁ τὴν ἄγνοιαν, ἐὰν ᾖ ἐναντία, διὸ τὸ μὴ ἐνεῖναι τὴν ὑπεροχὴν ἀλλὰ τὴν ἀρετήν, ὅλως μᾶλλον εἶναι πρὸς τὴν κακίαν οὕτως ἔχουσαν. καὶ γὰρ ὁ ἄδικος πάντα ἃ ὁ δίκαιος δύναται, καὶ ὅλως ἔνεστιν ἐν τῇ δυνάμει ἡ ἀδυναμία. ὥστε δῆλον ὅτι ἅμα φρόνιμοι καὶ ἀγαθαὶ ἐκεῖναι αἱ ἄλλου ἕξεις, καὶ ὀρθῶς τὸ Σωκρατικόν, ὅτι οὐδὲν ἰσχυρότερον φρονήσεως. ἀλλʼ ὅτι ἐπιστήμην ἔφη, οὐκ ὀρθόν· ἀρετὴ γάρ ἐστι καὶ οὐκ ἐπιστήμη, ἀλλὰ γένος ἄλλο γνώςεως.ἐπεὶ δʼ οὐ μόνον ἡ φρόνησις ποιεῖ τὴν εὐπραγίαν καὶ ἀρετή, ἀλλὰ φαμὲν καὶ τοὺς εὐτυχεῖς εὖ πράττειν ὡς καὶ τῆς εὐτυχίας εὖ ποιούσης εὐπραγίαν καὶ τὰ αὐτὰ τῆς ἐπιστήμης, σκεπτέον ἆρʼ ἐστι φύσει ὃ μὲν εὐτυχὴς ὃ δʼ ἀτυχής, ἢ οὔ, καὶ πῶς ἔχει περὶ τούτων. ὅτι μὲν γάρ εἰσί τινες εὐτυχεῖς ὁρῶμεν. ἄφρονες γὰρ ὄντες κατορθοῦσι πολλά, ἐν οἷς ἡ τύχη κυρία· ἔτι δὲ καὶ ἐν οἷς τέχνη ἐστί, πολὺ μέντοι καὶ τύχης ἐνυπάρχει, οἷον ἐν στρατηγίᾳ καὶ κυβερνητικῇ. πότερον οὖν ἀπό τινος ἕξεως οὗτοί εἰσιν, ἢ οὐ τῷ αὐτοὶ ποιοί τινες εἶναι πρακτικοί εἰσι τῶν εὐτυχημάτων; νῦν μὲν γὰρ οὕτως οἴονται ὡς φύσει τινῶν ὄντων· ἡ δὲ φύσις ποιούς τινας ποιεῖ, καὶ εὐθὺς ἐκ γενετῆς διαφέρουσιν, ὥσπερ οἳ μὲν γλαυκοὶ οἳ δὲ μελανόμματοι τῷ τὸ δεῖν τοιονδὶ κατὰ τὸ εἶναι τοιονδὶ ἔχειν, οὕτω καὶ οἱ εὐτυχεῖς καὶ ἀτυχεῖς. ὅτι μὲν γὰρ οὐ φρονήσει κατορθοῦσι, δῆλον. οὐ γὰρ ἄλογος ἡ φρόνησις, ἀλλʼ ἔχει λόγον διὰ τί οὕτως πράττει, οἳ δʼ οὐκ ἂν ἔχοιεν εἰπεῖν διὰ τί κατορθοῦσι (τέχνη γὰρ ἂν ἦν)· ἔτι δὲ φανερὸν ὅτι ὄντες ἄφρονες, οὐχ ὅτι περὶ ἄλλα (τοῦτο μὲν γὰρ οὐθὲν ἄτοπον· οἷον Ἱπποκράτης γεωμετρικὸς ὤν, ἀλλὰ περὶ τὰ ἄλλα ἐδόκει βλὰξ καὶ ἄφρων εἶναι, καὶ πολὺ χρυσίον πλέων ἀπώλεσεν ὑπὸ τῶν ἐν Βυζαντίῳ πεντηκοστολόγων διʼ εὐήθειαν, ὡς λέγουσιν) ἀλλʼ ὅτι καὶ ἐν οἷς εὐτυχοῦσιν ἄφρονες. περὶ γὰρ ναυκληρίαν οὐχ οἱ δεινότατοι εὐτυχεῖς, ἀλλʼ ὥσπερ ἐν κύβων πτώσει ὃ μὲν οὐδέν, ἄλλος δὲ βάλλει πολὺ καθʼ ἣν φύσει ἐστὶν εὐτυχής, ἢ τῷ φιλεῖσθαι, ὥσπερ φασίν, ὑπὸ θεοῦ, καὶ ἔξωθέν τι εἶναι τὸ κατορθοῦν. οἷον πλοῖον κακῶς νεναυπηγημένον ἄμεινον πολλάκις δὲ πλεῖ, ἀλλʼ οὐ διʼ αὑτό, ἀλλʼ ὅτι ἔχει κυβερνήτην ἀγαθόν, ἀλλʼ οὗτος εὐτυχὴς τὸν δαίμονʼ ἔχει κυβερνήτην ἀγαθόν. ἀλλʼ ἄτοπον θεὸν ἢ δαίμονα φιλεῖν τὸν τοιοῦτον, ἀλλὰ μὴ τὸν βέλτιστον καὶ τὸν φρονιμώτατον.εἰ δὴ ἀνάγκη ἢ φύσει ἢ νόῳ ἢ ἐπιτροπίᾳ τινὶ κατορθοῦν, τὰ δὲ δύο μὴ ἐστί, φύσει ἂν εἶεν οἱ εὐτυχεῖς. ἀλλὰ μὴν ἥ γε φύσις αἰτία ἢ τοῦ ἀεὶ ὡσαύτως ἢ τοῦ ὡς ἐπὶ τὸ πολύ, ἡ δὲ τύχη τοὐναντίον. εἰ μὲν οὖν τὸ παραλόγως ἐπιτυγχάνειν τύχης δοκεῖ εἶναι, ἀλλʼ εἴπερ διὰ τύχην εὐτυχής, οὐκ ἂν τοιοῦτον εἶναι τὸ αἴτιον, οἷον ἀεὶ τοῦ αὐτοῦ ἢ ὡς ἐπὶ τὸ πολύ. ἔτι εἰ, ὅτι τοιοσδί, ἐπιτυγχάνει ἢ ἀποτυγχάνει, ὥσπερ, ὅτι ὁ γλαυκός, οὐκ ὀξὺ ὁρᾷ, οὐ τύχη αἰτία ἀλλὰ φύσις· οὐκ ἄρα ἐστὶν εὐτυχὴς ἀλλʼ οἷον εὐφυής. ὥστε τοῦτʼ ἂν εἴη λεκτέον, ὅτι οὓς λέγομεν εὐτυχεῖς, οὐ διὰ τύχην εἰσίν. οὐκ ἄρα εἰσὶν εὐτυχεῖς· τύχης γάρ, ὅσων αἰτία τύχη ἀγαθὴ ἀγαθῶν. εἰ δʼ οὕτως, πότερον οὐκ ἔσται τύχη ὅλως, ἢ ἔσται μέν, ἀλλʼ οὐκ αἰτία; ἀλλʼ ἀνάγκη καὶ εἶναι καὶ αἰτίαν εἶναι. ἔσται ἄρα καὶ ἀγαθῶν τισιν αἰτία ἢ κακῶν. εἰ δʼ ὅλως ἐξαιρετέον καὶ οὐδὲν ἀπὸ τύχης φατέον γίνεσθαι, ἀλλʼ ἡμεῖς ἄλλης οὔσης αἰτίας διὰ τὸ μὴ ὁρᾶν τύχην εἶναί φαμεν αἰτίαν (διὸ καὶ ὁριζόμενοι τὴν τύχην τιθέασιν αἰτίαν ἄλογον ἀνθρωπίνῳ λογισμῷ, ὡς οὔσης τινὸς φύσεως)· τοῦτο μὲν οὖν ἄλλο πρόβλημʼ ἂν εἴη, ἐπεὶ δὲ ὁρῶμέν τινας ἅπαξ εὐτυχήσαντας, διὰ τί οὐ καὶ πάλιν ἄν; ἀλλὰ διὰ τὸ ἀποκατορθῶσαι ἕν, καὶ πάλιν. τὸ γὰρ αὐτὸ τοῦτʼ αἴτιον. οὐκ ἄρα ἔσται τύχης τοῦτο, ἀλλʼ ὅταν τὸ αὐτὸ ἀποβαίνῃ, ἀπείρων καὶ ἀορίστων, ἔσται μὲν τὸ ἀγαθὸν ἢ κακόν, ἐπιστήμη δʼ οὐκ ἔσται αὐτοῦ ἢ διʼ ἀπειρίαν, ἐπεὶ ἐμάνθανον ἄν τινες εὐτυχεῖν, ἢ καὶ πᾶσαι ἂν αἱ ἐπιστῆμαι, ὥσπερ ἔφη Σωκράτης, εὐτυχίαι ἦσαν. τί οὖν κωλύει συμβῆναί τινι ἐφεξῆς τὰ τοιαῦτα πολλάκις, οὐχ ὅτι οὕτως δεῖ, ἀλλʼ οἷον ἂν εἴη τὸ κύβους ἀεὶ μακαρίαν βάλλειν; τί δὲ δή; ἆρʼ οὐκ ἔνεισιν ὁρμαὶ ἐν τῇ ψυχῇ αἱ μὲν ἀπὸ λογισμοῦ, αἱ δὲ ἀπὸ ὀρέξεως ἀλόγου, καὶ πρότεραι αὗται; εἰ γάρ ἐστι φύσει ἡ διʼ ἐπιθυμίαν ἡδέος καὶ ἡ ὄρεξις, φύσει γε ἐπὶ τὸ ἀγαθὸν βαδίζοι ἂν πᾶν.