ποσαχῶς μὲν οὖν τὸ φιλεῖν λέγεται, καὶ ὅτι πᾶσαι αἱ φιλίαι ἀνάγονται πρὸς τὴν πρώτην, δῆλον ἐκ τῶν εἰρημένων· οἰκεῖον δὲ τῇ σκέψει θεωρῆσαι καὶ περὶ ὁμονοίας καὶ εὐνοίας. δοκεῖ γὰρ τοῖς μὲν εἶναι ταὐτά, τοῖς δʼ οὐκ ἄνευ ἀλλήλων. ἔστι δʼ ἡ εὔνοια τῆς φιλίας οὔτε πάμπαν ἕτερον οὔτε ταὐτόν. διῃρημένης γὰρ τῆς φιλίας κατὰ τρεῖς τρόπους, οὔτʼ ἐν τῇ χρησίμῃ οὔτʼ ἐν τῇ καθʼ ἡδονὴν ἐστίν. εἴτε γὰρ ὅτι χρήσιμον, βούλεται αὐτῷ τἀγαθά, οὐ διʼ ἐκεῖνον ἀλλὰ διʼ αὑτὸν βούλοιτʼ ἄν, δοκεῖ δὲ ὥσπερ καὶ ἡ εὔνοια οὐκ αὐτοῦ εὔνοια τοῦ εὐνοϊζομένου εἶναι, ἀλλὰ τοῦ ᾧ εὐνοεῖ· εἰ δὴ ἦν ἐν τῇ τοῦ ἡδέος φιλίᾳ, κἂν τοῖς ἀψύχοις εὐνόουν. ὥστε δῆλον ὅτι περὶ τὴν ἠθικὴν φιλίαν ἡ εὔνοια ἐστίν. ἀλλὰ τοῦ μὲν εὐνοοῦντος βούλεσθαι μόνον ἐστί, τοῦ δὲ φίλου καὶ πράττειν ἃ βούλεται. ἔστι γὰρ ἡ εὔνοια ἀρχὴ φιλίας· ὁ μὲν γὰρ φίλος πᾶς εὔνους, ὁ δʼ εὔνους οὐ πᾶς φίλος. ἀρχομένῳ γὰρ ἔοικεν ὁ εὐνοῶν μόνον, διὸ ἀρχὴ φιλίας, ἀλλʼ οὐ φιλία. δοκοῦσι γὰρ οἵ τε φίλοι ὁμονοεῖν καὶ οἱ ὁμονοοῦντες φίλοι εἶναι. ἔστι δʼ οὐ περὶ πάντα ἡ ὁμόνοια ἡ φιλική, ἀλλὰ περὶ τὰ πρακτὰ τοῖς ὁμονοοῦσι, καὶ ὅσα εἰς τὸ συζῆν συντείνει, οὔτε μόνον κατὰ διάνοιαν ἢ κατὰ ὄρεξιν (ἔστι γὰρ τἀναντία τὸ κινοῦν ἐπιθυμεῖν, ὥσπερ ἐν τῷ ἀκρατεῖ διαφωνεῖ τοῦτο), οὐ δεῖ κατὰ τὴν προαίρεσιν ὁμονοεῖν καὶ κατὰ τὴν ἐπιθυμίαν. ἐπὶ δὲ τῶν ἀγαθῶν ἡ ὁμόνοια· οἵ γε φαῦλοι ταῦτα προαιρούμενοι καὶ ἐπιθυμοῦντες βλάπτουσιν ἀλλήλους. ἔοικε δὲ καὶ ἡ ὁμονοία οὐχ ἁπλῶς λέγεσθαι, ὥσπερ οὐδʼ ἡ φιλία· ἀλλʼ ἣ μὲν πρώτη καὶ φύσει σπουδαία, διὸ οὐκ ἔστι τοὺς φαύλους ὁμονοεῖν, ἑτέρα δὲ καθʼ ἣν καὶ οἱ φαῦλοι ὁμονοοῦσιν, ὅταν τῶν αὐτῶν τὴν προαίρεσιν καὶ τὴν ἐπιθυμίαν ἔχωσιν. οὕτω δὲ δεῖ τῶν αὐτῶν ὀρέγεσθαι, ὥστε ἐνδέχεσθαι ἀμφοτέροις ὑπάρχειν οὗ ὀρέγονται. ἂν γὰρ τοιούτου ὀρέγωνται, ὃ μὴ ἐνδέχεται ἀμφοῖν, μαχοῦνται· οἱ ὁμονοοῦντες δʼ οὐ μαχοῦνται.ἔστι δʼ ἡ ὁμόνοια, ὅταν περὶ τοῦ ἄρχειν καὶ ἄρχεσθαι ἡ αὐτὴ προαίρεσις ᾖ, μὴ τοῦ ἑκάτερον, ἀλλὰ τοῦ τὸν αὐτόν. καὶ ἔστιν ἡ ὁμόνοια φιλία πολιτική.περὶ μὲν οὖν ὁμονοίας καὶ εὐνοίας εἰρήσθω τοσαῦτα· ἀπορεῖται δὲ διὰ τί μᾶλλον φιλοῦσιν οἱ ποιήσαντες εὖ τοὺς παθόντας ἢ οἱ παθόντες εὖ τοὺς ποιήσαντας. δοκεῖ δὲ δίκαιον εἶναι τοὐναντίον. τοῦτο δʼ ὑπολάβοι μὲν ἄν τις διὰ τὸ χρήσιμον καὶ τὸ αὐτῷ ὠφέλιμον συμβαίνειν· τῷ μὲν γὰρ ὀφείλεται, τὸν δʼ ἀποδοῦναι δεῖ. οὐκ ἔστι δὲ τοῦτο μόνον, ἀλλὰ καὶ φυσικόν. ἡ γὰρ ἐνέργεια αἱρετώτερον, τὸν αὐτὸν δὲ λόγον ἔχει τὸ ἔργον καὶ ἡ ἐνέργεια, ὁ δʼ εὖ παθὼν ὥσπερ ἔργον τοῦ εὖ ποιήσαντος. διὸ καὶ ἐν τοῖς ζῴοις ἡ περὶ τὰ τέκνα σπουδὴ ἐστί, καὶ τοῦ γεννῆσαι καὶ τὰ γεννώμενα σῴζειν. καὶ φιλοῦσι δὴ μᾶλλον οἱ πατέρες τὰ τέκνα (καὶ αἱ μητέρες τῶν πατέρων) ἢ φιλοῦνται· καὶ οὗτοι πάλιν τὰ αὑτῶν ἢ τοὺς γεννήσαντας, διὰ τὸ τὴν ἐνέργειαν εἶναι τὸ ἄριστον· καὶ αἱ μητέρες τῶν πατέρων, ὅτι μᾶλλον οἴονται αὑτῶν εἶναι ἔργον τὰ τέκνα· τὸ γὰρ ἔργον τῷ χαλεπῷ διορίζουσι, πλείω δὲ λυπεῖται περὶ τὴν γένεσιν μήτηρ.καὶ περὶ μὲν φιλίας τῆς πρὸς αὑτὸν καὶ τῆς ἐν πλείοσι διωρίσθω τὸν τρόπον τοῦτον· δοκεῖ δὲ τό τε δίκαιον εἶναι ἴσον τι καὶ ἡ φιλία ἐν ἰσότητι, εἰ μὴ μάτην λέγεται ἰσότης ἡ φιλότης. αἱ δὲ πολιτεῖαι πᾶσαι δικαίου τι εἶδος· κοινωνία γάρ, τὸ δὲ κοινὸν πᾶν διὰ τοῦ δικαίου συνέστηκεν, ὥστε ὅσα εἴδη φιλίας, καὶ δικαίου καὶ κοινωνίας, καὶ πάντα ταῦτα σύνορα ἀλλήλοις, καὶ ἐγγὺς ἔχει τὰς διαφοράς. ἐπεὶ δʼ ὁμοίως ἔχει ψυχὴ πρὸς σῶμα καὶ τεχνίτης πρὸς ὄργανον καὶ δεσπότης πρὸς δοῦλον, τούτων μὲν οὐκ ἔστι κοινωνία. οὐ γὰρ δύʼ ἐστίν, ἀλλὰ τὸ μὲν ἕν, τὸ δὲ τοῦ ἑνός οὐδέν. οὐδὲ διαιρετὸν τὸ ἀγαθὸν ἑκατέρῳ, ἀλλὰ τὸ ἀμφοτέρων τοῦ ἑνὸς οὗ ἕνεκα ἐστίν. τό τε γὰρ σῶμά ἐστιν ὄργανον σύμφυτον, καὶ τοῦ δεσπότου ὁ δοῦλος ὥσπερ μόριον καὶ ὄργανον ἀφαιρετόν, τὸ δʼ ὄργανον ὥσπερ δοῦλος ἄψυχος. αἱ δʼ ἄλλαι κοινωνίαι εἰσὶν ἢ μόριον τῶν τῆς πόλεως κοινωνιῶν, οἷον ἡ τῶν φρατέρων ἢ τῶν ὀργίων, ἢ αἱ χρηματιστικαὶ ἔτι πολιτεῖαι. αἱ δὲ πολιτεῖαι πᾶσαι ἐν οἰκείοις συνυπάρχουσι, καὶ αἱ ὀρθαὶ καὶ αἱ παρεκβάσεις (ἔστι γὰρ τὸ αὐτὸ ὥσπερ καὶ ἐπὶ τῶν ἁρμονιῶν καὶ τῶν ἐν ταῖς πολιτείαις)· βασιλικὴ μὲν ἡ τοῦ γεννήσαντος, ἀριστοκρατικὴ δʼ ἡ ἀνδρὸς καὶ γυναικός, πολιτεία δʼ ἡ τῶν ἀδελφῶν· παρέκβασις δὲ τούτων τυραννὶς ὀλιγαρχία δῆμος. καὶ τὰ δίκαια δὴ τοσαῦτα. ἐπεὶ δὲ τὸ ἴσον τὸ μὲν κατʼ ἀριθμὸν τὸ δὲ κατʼ ἀναλογίαν, καὶ τοῦ δικαίου εἴδη ἔσται καὶ τῆς φιλίας καὶ τῆς κοινωνίας. κατʼ ἀριθμὸν μὲν γὰρ ἡ δημοκρατικὴ κοινωνία καὶ ἡ ἑταιρικὴ φιλία, τῷ γὰρ αὐτῷ ὅρῳ μετρεῖται· κατʼ ἀναλογίαν δὲ ἡ ἀριστοκρατικὴ ἀρίστη καὶ βασιλική. οὐ γὰρ ταὐτὸν δίκαιον τῷ ὑπερέχοντι καὶ ὑπερεχομένῳ, ἀλλὰ τὸ ἀνάλογον. καὶ ἡ φιλία δὲ ὁμοίως πατρὸς καὶ παιδός, καὶ ἐν ταῖς κοινωνίαις ὁ αὐτὸς τρόπος.λέγονται δὲ φιλίαι συγγενικὴ ἑταιρικὴ κοινωνικὴ ἡ λεγομένη πολιτική. ἔστι μὲν συγγενικὴ πολλὰ ἔχουσα εἴδη, ἣ μὲν ὡς ἀδελφῶν, ἣ δʼ ὡς πατρὸς καὶ υἱῶν (καὶ γὰρ κατʼ ἀναλογίαν, οἷον ἡ πατρική, καὶ κατʼ ἀριθμόν, οἷον ἡ τῶν ἀδελφῶν· ἐγγὺς γὰρ αὕτη τῆς ἑταιρικῆς· ἐπιλαμβάνουσι γὰρ καὶ ἐνταῦθα πρέσβειον)· ἡ δὲ πολιτικὴ συνέστηκε μὲν κατὰ τὸ χρήσιμον καὶ μάλιστα. διὰ γὰρ τὸ μὴ αὐταρκεῖν δοκοῦσι συνελθεῖν, ἐπεὶ συνῆλθόν γʼ ἂν καὶ τοῦ συζῆν χάριν. μόνη δʼ ἡ πολιτικὴ καὶ ἡ παρʼ αὐτὴν παρέκβασις οὐ μόνον φιλίαι, ἀλλὰ καὶ ὡς φίλοι κοινωνοῦσιν· αἱ δʼ ἄλλαι καθʼ ὑπεροχήν. μάλιστα δὲ δίκαιον τὸ ἐν τῇ τῶν χρησίμων φιλίᾳ, διὰ τὸ τοῦτʼ εἶναι τὸ πολιτικὸν δίκαιον. ἄλλον γὰρ τρόπον συνῆλθον πρίων καὶ τέχνη, οὐχ ἕνεκα κοινοῦ τινος (οἷον γὰρ ὄργανον καὶ ψυχή) ἀλλὰ τοῦ χρωμένου ἕνεκεν. συμβαίνει δὲ καὶ τοῦτο ὄργανον ἐπιμελείας τυγχάνειν, ἧς δίκαιον πρὸς τὸ ἔργον· ἐκείνου γὰρ ἕνεκεν ἐστίν. καὶ τὸ τρυπάνῳ εἶναι διττόν, ὧν τὸ κυριώτερον ἡ ἐνέργεια, ἡ τρύπησις. καὶ ἐν τούτῳ τῷ εἴδει σῶμα καὶ δοῦλος, ὥσπερ εἴρηται πρότερον. τὸ δὴ ζητεῖν πῶς δεῖ τῷ φίλῳ ὁμιλεῖν, τὸ ζητεῖν δίκαιόν τι ἐστίν. καὶ γὰρ ὅλως τὸ δίκαιον ἅπαν πρὸς φίλον. τό τε γὰρ δίκαιόν τισι καὶ κοινωνοῖς, καὶ ὁ φίλος κοινωνός, ὃ μὲν γένους, ὃ δὲ βίου. ὁ γὰρ ἄνθρωπος οὐ μόνον πολιτικὸν ἀλλὰ καὶ οἰκονομικὸν ζῷον, καὶ οὐχ ὥσπερ τἆλλά ποτε συνδυάζεται καὶ τῷ τυχόντι καὶ θήλει καὶ ἄρρενι ἀλλʼ αἱ διὰ δύμον αὐλικόν, ἀλλὰ κοινωνικὸν ἄνθρωπος ζῷον πρὸς οὓς φύσει συγγένεια ἐστίν· καὶ κοινωνία τοίνυν καὶ δίκαιόν τι, καὶ εἰ μὴ πόλις εἴη· οἰκία δʼ ἐστί τις φιλία. δεσπότου μὲν οὖν καὶ δούλου ἥπερ καὶ τέχνης καὶ ὀργάνων καὶ ψυχῆς καὶ σώματος, αἱ δὲ τοιαῦται οὔτε φιλίαι οὔτε δικαιοσύναι, ἀλλʼ ἀνάλογον, ὥσπερ καὶ τὸ ὑγιεινὸν οὐ δίκαιον, ἀλλʼ ἀνάλογον· γυναικὸς δὲ καὶ ἀνδρὸς φιλία ὡς χρήσιμον καὶ κοινωνία·