δῆλον δʼ ὅτι ὥσπερ ἐπὶ τῆς ἐπιστήμης αἱ πρόσφατοι θεωρίαι καὶ μαθήσεις αἰσθηταὶ μάλιστα τῷ ἡδεῖ, οὕτω καὶ αἱ τῶν συνήθων ἀναγνωρίσεις, καὶ ὁ λόγος ὁ αὐτὸς ἐπʼ ἀμφοῖν. φύσει γοῦν τὸ ἁπλῶς ἀγαθὸν ἡδὺ ἁπλῶς, καὶ οἷς ἀγαθόν, τούτοις ἡδύ. διὸ εὐθὺς τὰ ὅμοια ἀλλήλοις χαίρει, καὶ ἀνθρώπῳ ἥδιστον ἄνθρωπος. ὥστʼ ἐπεὶ καὶ ἀτελεῖ, δῆλον ὅτι καὶ τελειωθέντι· ὁ δὲ σπουδαῖος τέλειος. εἰ δὲ τὸ κατʼ ἐνέργειαν φιλεῖν μεθʼ ἡδονῆς ἀντιπροαίρεσις τῆς ἀλλήλων γνωρίσεως, δῆλον ὅτι καὶ ὅλως ἡ φιλία ἡ πρώτη ἀντιπροαίρεσις τῶν ἁπλῶς ἀγαθῶν καὶ ἡδέων, ὅτι ἀγαθὰ καὶ ἡδέα. ἔστι δʼ αὕτη ἡ φιλία ἕξις ἀφʼ ἧς ἡ τοιαύτη προαίρεσις. τὸ γὰρ ἔργον αὐτῆς ἐνέργεια, αὕτη δʼ οὐκ ἔξω, ἀλλʼ ἐν αὐτῷ τῷ φιλοῦντι, δυνάμεως δὲ πάσης ἔξω· ἢ γὰρ ἐν ἑτέρῳ ἢ ᾗ ἕτερον. διὸ τὸ φιλεῖν χαίρειν, ἀλλʼ οὐ τὸ φιλεῖσθαι ἐστίν. τὸ μὲν γὰρ φιλεῖσθαι φιλητοῦ ἐνέργεια, τὸ δὲ καὶ φιλίας, καὶ τὸ μὲν ἐν ἐμψύχῳ, τὸ δὲ καὶ ἐν ἀψύχῳ· φιλεῖται γὰρ καὶ τὰ ἄψυχα. ἐπεὶ δὲ τὸ φιλεῖν τὸ κατʼ ἐνέργειαν τὸ φιλούμενον ὅ ἐστὶ χρῆσθαι ᾗ φιλούμενον, ὁ δὲ φίλος φιλούμενον τῷ φίλῳ ᾗ φίλος, ἀλλὰ μὴ ᾗ μουσικὸς ἢ ᾗ ἰατρικός· ἡδονὴ τοίνυν ἡ ἀπʼ αὐτοῦ, ᾗ αὐτός, αὕτη φιλική. αὐτὸν γὰρ φιλεῖ, οὐχ ὅτι ἄλλος. ὥστʼ ἂν μὴ χαίρῃ ᾗ ἀγαθός, οὐχ ἡ πρώτη φιλία. οὐδὲ δεῖ ἐμποδίζειν οὐθὲν τῶν συμβεβηκότων μᾶλλον ἢ τὸ ἀγαθὸν εὐφραίνειν. τί γὰρ σφόδρα δυσώδης λείπεται; ἀγαπᾶται γὰρ τῷ εὐνοεῖν, συζῇ δὲ μή. αὕτη μὲν οὖν ἡ πρώτη φιλία, ἣν πάντες ὁμολογοῦσιν· αἱ δʼ ἄλλαι διʼ αὐτὴν καὶ δοκοῦσι καὶ ἀμφισβητοῦνται. βέβαιον γάρ τι δοκεῖ ἡ φιλία· μόνη δʼ αὕτη βέβαιος. τὸ γὰρ κεκριμένον βέβαιον, τὰ δὲ μὴ ταχὺ γινόμενα μηδὲ ῥᾳδίως οὐ ποιεῖ τὴν κρίσιν ὀρθήν. οὐκ ἔστι δʼ ἄνευ πίστεως φιλία βέβαιος· ἡ δὲ πίστις οὐκ ἄνευ χρόνου. δεῖ γὰρ πεῖραν λαβεῖν, ὥσπερ λέγει καὶ Θέογνις· οὐ γὰρ ἂν εἰδείης ἀνδρὸς νόον οὐδὲ γυναικός, πρὶν πειραθείης ὥσπερ ὑποζυγίου.οὐδʼ ἄνευ χρόνου φίλος, ἀλλὰ βούλονται φίλοι, καὶ μάλιστα λανθάνει ἡ τοιαύτη ἕξις ὡς φιλία. ὅταν γὰρ προθύμως ἔχωσι φίλοι εἶναι, διὰ τὸ πάνθʼ ὑπηρετεῖν τὰ φιλικὰ ἀλλήλοις, οἴονται οὐ βούλεσθαι φίλοι, ἀλλʼ εἶναι φίλοι. τὸ δʼ ὥσπερ ἐπὶ τῶν ἄλλων συμβαίνει καὶ ἐπὶ τῆς φιλίας· οὐ γὰρ εἰ βούλονται ὑγιαίνειν, ὑγιαίνουσιν, ὥστʼ οὐδʼ εἰ φίλοι βούλονται, ἤδη καὶ φίλοι εἰσίν. σημεῖον δέ· εὐδιάβλητοι γὰρ οἱ διακείμενοι ἄνευ πείρας τοῦτον τὸν τρόπον· περὶ ὧν μὲν γὰρ πεῖραν δεδώκασιν ἀλλήλοις, οὐκ εὐδιάβλητοι, περὶ ὧν δὲ μή, πεισθεῖεν ἂν ὅταν σύμβολα λέγωσιν οἱ διαβάλλοντες. ἅμα δὲ φανερὸν ὅτι οὐδʼ ἐν τοῖς φαύλοις αὕτη ἡ φιλία· ἄπιστος γὰρ ὁ φαῦλος καὶ κακοήθης πρὸς πάντας· αὑτῷ γὰρ μετρεῖ τοὺς ἄλλους. διὸ εὐεξαπατητότεροί εἰσιν οἱ ἀγαθοί, ἂν μὴ διὰ πεῖραν ἀπιστῶσιν. οἱ δὲ φαῦλοι αἱροῦνται τὰ φύσει ἀγαθὰ ἀντὶ τοῦ φίλου, καὶ οὐθεὶς φιλεῖ μᾶλλον ἄνθρωπον ἢ πράγματα. ὥστʼ οὐ φίλοι. οὐ γὰρ γίνεται οὕτω κοινὰ τὰ φίλων· προσνέμεται γὰρ ὁ φίλος τοῖς πράγμασιν, οὐ τὰ πράγματα τοῖς φίλοις. οὐ γίνεται ἄρʼ ἡ φιλία ἡ πρώτη ἐν πολλοῖς, ὅτι χαλεπὸν πολλῶν πεῖραν λαβεῖν· ἑκάστῳ γὰρ ἂν ἔδει συζῆσαι. οὐδὲ δὴ αἱρετέον ὁμοίως περὶ ἱματίου καὶ φίλου· καίτοι ἐν πᾶσι δοκεῖ τοῦ νοῦν ἔχοντος δυοῖν τὸ βέλτιον αἱρεῖσθαι, καὶ εἰ μὲν τῷ χείρονι πάλαι ἐχρῆτο, τῷ βελτίονι δὲ μηδέπω, τοῦθʼ αἱρετέον, ἀλλʼ οὐκ ἀντὶ τοῦ πάλαι φίλου τὸν ἀγνῶτα εἰ βελτίων· οὐ γάρ ἐστιν ἄνευ πείρας οὐδὲ μιᾶς ἡμέρας ὁ φίλος, ἀλλὰ χρόνου δεῖ. διὸ εἰς παροιμίαν ἐλήλυθεν ὁ μέδιμνος τῶν ἁλῶν· ἅμα δὲ δεῖ μὴ μόνον ἁπλῶς ἀγαθὸν εἶναι, ἀλλὰ καὶ σοί, εἰ δὴ φίλος ἔσται σοὶ φίλος. ἀγαθὸς μὲν γὰρ ἁπλῶς ἐστι τῷ ἀγαθὸς εἶναι, φίλος δὲ τῷ ἄλλῳ ἀγαθός, ἁπλῶς δʼ ἀγαθὸς καὶ φίλος, ὅταν συμφωνήσῃ ταῦτʼ ἄμφω, ὥστε ὅ ἐστιν ἁπλῶς ἀγαθόν, τὸ τούτου ἄλλῳ, εἰ καὶ μὴ ἁπλῶς μὲν σπουδαίῳ, ἄλλῳ δʼ ἀγαθός, ὅτι χρήσιμος.τὸ δὲ πολλοῖς ἅμα εἶναι φίλον καὶ τὸ φιλεῖν κωλύει· οὐ γὰρ οἷόν τε ἅμα πρὸς πολλοὺς ἐνεργεῖν. ἐκ δὴ τούτων φανερὸν ὅτι ὀρθῶς λέγεται ὅτι ἡ φιλία τῶν βεβαίων, ὥσπερ ἡ εὐδαιμονία τῶν αὐτάρκων. καὶ ὀρθῶς εἴρηται ἡ γὰρ φύσις βέβαιον, οὐ τὰ χρήματα. πολὺ δὲ κάλλιον εἰπεῖν ὅτι ἡ ἀρετὴ τῆς φύσεως, καὶ ὅτι χρόνος λέγεται δεικνύναι τὸν φιλούμενον, καὶ αἱ ἀτυχίαι μᾶλλον τῶν εὐτυχιῶν. τότε γὰρ δῆλον ὅτι κοινὰ τὰ τῶν φίλων (οὗτοι γὰρ μόνοι ἀντὶ τῶν φύσει ἀγαθῶν καὶ φύσει κακῶν, περὶ ἃ αἱ εὐτυχίαι καὶ αἱ δυστυχίαι, αἱροῦνται μᾶλλον ἄνθρωπον ἢ τούτων τὰ μὲν εἶναι τὰ δὲ μὴ εἶναι)· ἡ δʼ ἀτυχία δηλοῖ τοὺς μὴ ὄντως ὄντας φίλους, ἀλλὰ διὰ τὸ χρήσιμον τυχόντας. ὁ δὲ χρόνος δηλοῖ ἀμφοτέρους· οὐδὲ γὰρ ὁ χρήσιμος ταχὺ δῆλος, ἀλλʼ ὁ ἡδὺς μᾶλλον. πλὴν οὐδʼ ὁ ἁπλῶς ἡδὺς ταχύ. ὅμοιοι γὰρ οἱ ἄνθρωποι τοῖς οἴνοις καὶ ἐδέσμασιν· ἐκείνων τε γὰρ τὸ μὲν ἡδὺ ταχὺ δηλοῖ, πλείω δὲ χρόνον γινόμενον ἀηδὲς καὶ οὐ γλυκύ, καὶ ἐπὶ τῶν ἀνθρώπων ὁμοίως. ἔστι γὰρ καὶ τὸ ἁπλῶς ἡδὺ τῷ τέλει ὁριστέον καὶ τῷ χρόνῳ. ὁμολογήσαιεν δʼ ἂν καὶ οἱ πολλοί, ὅτι ἐκ τῶν ἀποβαινόντων μόνον, ἀλλʼ ὥσπερ ἐπὶ τοῦ πόματος καλοῦσι γλύκιον· τοῦτο γὰρ διὰ τὸ ἀποβαῖνον οὐχ ἡδύ, ἀλλὰ διὰ τὸ μὴ συνεχές, ἀλλὰ τὸ πρῶτον ἐξαπατᾷ. ἡ μὲν οὖν πρώτη φιλία, καὶ διʼ ἣν αἱ ἄλλαι λέγονται, ἡ κατʼ ἀρετὴν ἐστί, καὶ διʼ ἡδονὴν τὴν ἀρετῆς, ὥσπερ εἴρηται πρότερον· αἱ δʼ ἄλλαι ἐγγίνονται φιλίαι καὶ ἐν παισὶ καὶ θηρίοις καὶ τοῖς φαύλοις. ὅθεν λέγεται, ἥλιξ ἥλικα τέρπει καὶ κακὸς κακῷ δὲ συντέτηκεν ἡδονῇ. ἐνδέχεται γὰρ καὶ ἡδεῖς ἀλλήλοις εἶναι τοὺς φαύλους, οὐχ ᾗ φαῦλοι ἢ μηδέτεροι, ἀλλʼ οἷον ᾠδικοὶ ἄμφω, ἢ ὃ μὲν φιλῳδὸς ὁ δʼ ᾠδικὸς ἐστίν, καὶ ᾗ πάντες ἔχουσιν ἀγαθὸν καὶ ταύτῃ συναρμόττουσιν ἀλλήλοις· ἔτι χρήσιμοι ἂν εἶεν ἀλλήλοις καὶ ὠφέλιμοι, οὐχ ἁπλῶς ἀλλὰ πρὸς τὴν προαίρεσιν, ἢ ᾗ οὐδέτεροι. ἐνδέχεται δὲ καὶ τὸν ἐπιεικῆ φαύλῳ εἶναι φίλον.