καὶ γὰρ χρήσιμος ἂν εἴη πρὸς τὴν προαίρεσιν, ὁ μὲν φαῦλος πρὸς τὴν ὑπάρχουσαν τῷ σπουδαίῳ, ὃ δὲ τῷ μὲν ἀκρατεῖ πρὸς τὴν ὑπάρχουσαν, τῷ δὲ φαύλῳ πρὸς τὴν κατὰ φύσιν· καὶ βουλήσεται τὰ ἀγαθά, ἁπλῶς μὲν τὰ ἁπλῶς, τὰ δʼ ἐκείνῳ ἐξ ὑποθέσεως, ᾗ πενία συμφέρει ἢ νόσος, καὶ ταῦτα τῶν ἁπλῶς ἀγαθῶν ἕνεκα, ὥσπερ καὶ αὐτὸ τὸ φάρμακον πιεῖν· οὐ γὰρ βούλεται, ἀλλὰ τοῦδʼ ἕνεκα βούλεται. ἔτι καθʼ οὓς τρόπους καὶ ἀλλήλοις οἱ μὴ σπουδαῖοι εἶεν ἂν φίλοι. εἴη γὰρ ἂν ἡδὺς οὐχ ᾗ φαῦλος, ἀλλʼ ᾗ τῶν κοινῶν τινος μετέχει, οἷον εἰ μουσικός. ἔτι ᾗ ἔνι τι πᾶσιν ἐπιεικές· διὸ ἔνιοι ὁμιλητικοὶ εἶεν ἂν καὶ σπουδαίῳ. ἢ ᾗ προσαρμόττουσιν ἑκάστῳ· ἔχουσι γάρ τι πάντες τοῦ ἀγαθοῦ.τρία μὲν οὖν εἴδη ταῦτα φιλίας· ἐν πᾶσι δὲ τούτοις κατʼ ἰσότητά πως λέγεται ἡ φιλία. καὶ γὰρ οἱ κατʼ ἀρετὴν φίλοι ἐν ἰσότητί πώς εἰσιν ἀρετῆς φίλοι ἀλλήλοις. ἄλλη δὲ διαφορὰ τούτων ἡ καθʼ ὑπερβολήν, ὥσπερ θεοῦ ἀρετὴ πρὸς ἄνθρωπον. τοῦτο γὰρ ἕτερον εἶδος φιλίας, καὶ ὅλως ἄρχοντος καὶ ἀρχομένου, καθάπερ καὶ τὸ δίκαιον ἕτερον· κατʼ ἀναλογίαν γὰρ ἴσον, κατʼ ἀριθμὸν δʼ οὐκ ἴσον. ἐν τούτῳ τῷ γένει πατὴρ πρὸς υἱὸν καὶ ὁ εὐεργέτης πρὸς τὸν εὐεργετηθέντα. αὐτῶν δὲ τούτων διαφοραὶ εἰσίν· ἄλλη πατρὸς πρὸς υἱὸν καὶ ἀνδρὸς πρὸς γυναῖκα, αὕτη μὲν ὡς ἄρχοντος καὶ ἀρχομένου, ἣ δὲ εὐεργέτου πρὸς εὐεργετηθέντα. ἐν ταύταις δὲ ἢ οὐκ ἔνεστιν ἢ οὐχ ὁμοίως τὸ ἀντιφιλεῖσθαι. γελοῖον γάρ, εἴ τις ἐγκαλοίη τῷ θεῷ, ὅτι οὐχ ὁμοίως τὸ ἀντιφιλεῖσθαι ὡς φιλεῖται, ἢ τῷ ἄρχοντι καὶ ἀρχομένῳ. φιλεῖσθαι γάρ, οὐ φιλεῖν, τοῦ ἄρχοντος, ἢ φιλεῖν ἄλλον τρόπον. καὶ ἡδονὴ διαφέρει οὐδὲν ἥ τε τοῦ αὐτάρκους ἐπὶ τῷ αὑτοῦ κτήματι ἢ παιδί, καὶ τοῦ ἐνδεοῦς ἐπὶ τῷ γινομένῳ. ὡς δʼ αὕτως καὶ ἐπὶ τῶν διὰ τὴν χρῆσιν φίλων καὶ ἐπὶ τῶν διʼ ἡδονὴν οἳ μὲν κατʼ ἰσότητα εἰσίν, οἳ δὲ καθʼ ὑπεροχήν. διὸ καὶ οἱ ἐκείνως οἰόμενοι ἐγκαλοῦσιν, ἐὰν μὴ ὁμοίως χρήσιμοι καὶ εὖ ποιῶσιν, καὶ ἐπὶ τῆς ἡδονῆς. δῆλον δʼ ἐν τοῖς ἐρωτικοῖς· τοῦτο γὰρ αἴτιον τοῦ μάχεσθαι ἀλλήλοις πολλάκις. ἀγνοεῖ γὰρ ὁ ἐρῶν ὅτι οὐχ ὁ αὐτὸς λόγος αὐτοῖς ἐπὶ τὴν προθυμίαν. διὸ εὑρηκέναι νεῖκος ὁ ἐρώμενος· τοιαῦτʼ ἂν οὐκ ἐρῶν λέγοι. οἳ δὲ νομίζουσι τὸν αὐτὸν εἶναι λόγον.ὥσπερ οὖν εἴρηται, τριῶν ὄντων εἰδῶν φιλίας, κατʼ ἀρετὴν κατὰ τὸ χρήσιμον καὶ κατὰ τὸ ἡδύ, αὗται πάλιν διῄρηνται εἰς δύο· αἳ μὲν γὰρ κατὰ τὸ ἴσον αἳ δὲ καθʼ ὑπεροχὴν εἰσίν. φιλίαι μὲν οὖν ἀμφότεραι, φίλοι δʼ οἱ κατὰ τὴν ἰσότητα· ἄτοπον γὰρ ἂν εἴη εἰ ἀνὴρ παιδίῳ φίλος, φιλεῖ δέ γε καὶ φιλεῖται. ἐνιαχοῦ δὲ φιλεῖσθαι μὲν δεῖ τὸν ὑπερέχοντα, ἐὰν δὲ φιλῇ, ὀνειδίζεται ὡς ἀνάξιον φιλῶν. τῇ γὰρ ἀξίᾳ τῶν φίλων μετρεῖται καί τινι ἴσῳ. τὰ μὲν οὖν διʼ ἡλικίας ἔλλειψιν ἀνάξια ὁμοίως φιλεῖσθαι, τὰ δὲ κατʼ ἀρετὴν ἢ γένος ἢ κατὰ ἄλλην τοιαύτην ὑπεροχήν. ἀεὶ δὲ τὸν ὑπερέχοντα ἢ ἧττον ἢ μὴ φιλεῖν ἀξιοῦν, καὶ ἐν τῷ χρησίμῳ καὶ ἐν τῷ ἡδεῖ καὶ κατʼ ἀρετήν. ἐν μὲν οὖν ταῖς μικραῖς ὑπεροχαῖς εἰκότως γίνονται ἀμφισβητήσεις (τὸ γὰρ μικρὸν ἐνιαχοῦ οὐδὲν ἰσχύει, ὥσπερ ἐν ξύλου σταθμῷ, ἀλλʼ ἐν χρυσίῳ· ἀλλὰ τὸ μικρὸν κακῶς κρίνουσιν· φαίνεται γὰρ τὸ μὲν οἰκεῖον ἀγαθὸν διὰ τὸ ἐγγὺς μέγα, τὸ δʼ ἀλλότριον διὰ τὸ πόρρω μικρόν)· ὅταν δὲ ὑπερβολὴ ᾖ, οὐδʼ αὐτοὶ ἐπιζητοῦσιν ὡς δεῖ ἢ ἀντιφιλεῖσθαι ἢ ὁμοίως ἀντιφιλεῖσθαι, οἷον εἴ τις ἀξιοῖ τὸν θεόν. φανερὸν δὴ ὅτι φίλοι μέν, ὅταν ἐν τῷ ἴσῳ, τὸ ἀντιφιλεῖν δʼ ἔστιν ἄνευ τοῦ φίλους εἶναι. δῆλον δὲ καὶ διὰ τί ζητοῦσι μᾶλλον οἱ ἄνθρωποι τὴν καθʼ ὑπεροχὴν φιλίαν τῆς κατʼ ἰσότητα· ἅμα γὰρ ὑπάρχει οὕτως αὐτοῖς τό τε φιλεῖσθαι καὶ ἡ ὑπεροχή. διὸ ὁ κόλαξ παρʼ ἐνίοις ἐντιμότερος τοῦ φίλου· ἄμφω γὰρ φαίνεσθαι ποιεῖ ὑπάρχειν τῷ κολακευομένῳ. μάλιστα δʼ οἱ φιλότιμοι τοιοῦτοι· τὸ γὰρ θαυμάζεσθαι ἐν ὑπεροχῇ. φύσει δὲ γίνονται οἳ μὲν φιλητικοὶ οἳ δὲ φιλότιμοι. φιλητικὸς δὲ ὁ τῷ φιλεῖν χαίρων μᾶλλον ἢ τῷ φιλεῖσθαι· ἐκεῖνος δὲ φιλότιμος μᾶλλον. ὁ μὲν οὖν χαίρων τῷ θαυμάζεσθαι καὶ φιλεῖσθαι τῆς ὑπεροχῆς φίλος· ὁ δὲ τῇ ἐν τῷ φιλεῖν ἡδονῇ ὁ φιλητικός. ἔνεστι γὰρ ἀνάγκη ἐνεργοῦντα· τὸ μὲν γὰρ φιλεῖσθαι συμβεβηκός· ἔστι γὰρ λανθάνειν φιλούμενον, φιλοῦντα δʼ οὔ.ἔστι δὲ καὶ κατὰ τὴν φιλίαν τὸ φιλεῖν μᾶλλον ἢ τὸ φιλεῖσθαι, τὸ δὲ φιλεῖσθαι κατὰ τὸ φιλητόν. σημεῖον δέ· ἕλοιτʼ ἂν ὁ φίλος μᾶλλον, εἰ μὴ ἐνδέχοιτʼ ἄμφω, γιγνώσκειν ἢ γιγνώσκεσθαι, οἷον ἐν ταῖς ὑποβολαῖς αἱ γυναῖκες ποιοῦσι, καὶ ἡ Ἀνδρομάχη ἡ Ἀντιφῶντος. καὶ γὰρ ἔοικε τὸ μὲν ἐθέλειν γινώσκεσθαι αὑτοῦ ἕνεκα, καὶ τοῦ πάσχειν τι ἀγαθὸν ἀλλὰ μὴ ποιεῖν, τὸ δὲ γινώσκειν τοῦ ποιεῖν καὶ τοῦ φιλεῖν ἕνεκα. διὸ καὶ τοὺς ἐμμένοντας τῷ φιλεῖν πρὸς τοὺς τεθνεῶτας ἐπαινοῦμεν· γινώσκουσι γάρ, ἀλλʼ οὐ γινώσκονται.ὅτι μὲν οὖν πλείονες τρόποι φιλίας, καὶ πόσοι τρόποι, ὅτι τρεῖς, καὶ ὅτι τὸ φιλεῖσθαι καὶ ἀντιφιλεῖσθαι καὶ οἱ φί λοι διαφέρουσιν, οἵ τε κατʼ ἰσότητα καὶ οἱ καθʼ ὑπεροχήν, εἴρηται· ἐπεὶ δὲ τὸ φίλον λέγεται καὶ καθόλου μᾶλλον, ὥσπερ καὶ κατʼ ἀρχὰς ἐλέχθη, ὑπὸ τῶν ἔξωθεν συμπαραλαμβανόντων (οἳ μὲν γὰρ τὸ ὅμοιόν φασιν εἶναι φίλον, οἳ δὲ τὸ ἐναντίον), λεκτέον καὶ περὶ τούτων πῶς εἰσι πρὸς τὰς εἰρημένας φιλίας. ἀνάγεται δὲ τὸ μὲν ὅμοιον καὶ εἰς τὸ ἡδὺ καὶ εἰς τὸ ἀγαθόν. τό τε γὰρ ἀγαθὸν ἁπλοῦν, τὸ δὲ κακὸν πολύμορφον· καὶ ὁ ἀγαθὸς μὲν ὅμοιος ἀεὶ καὶ οὐ μεταβάλλεται τὸ ἦθος, ὁ δὲ φαῦλος καὶ ὁ ἄφρων οὐθὲν ἔοικεν ἕωθεν καὶ ἑσπέρας. διὸ ἐὰν μὴ συμβάλλωσιν οἱ φαῦλοι, οὐ φίλοι ἑαυτοῖς, ἀλλὰ διίστανται· ἡ δʼ οὐ βέβαιος φιλία οὐ φιλία. ὥστε οὕτως μὲν τὸ ὅμοιον φίλον, ὅτι τὸ ἀγαθὸν ὅμοιον, ἔστι δὲ ὡς καὶ κατὰ τὸ ἡδύ· τοῖς γὰρ ὁμοίοις ταὔθʼ ἡδέα, καὶ ἕκαστον δὲ φύσει αὐτὸ αὑτῷ ἡδύ. διὸ καὶ φωναὶ καὶ αἱ ἕξεις καὶ συνημερεύσεις τοῖς ὁμογενέσιν ἥδισται ἀλλήλοις, καὶ τοῖς ἄλλοις ζῴοις· καὶ ταύτῃ ἐνδέχεται καὶ τοὺς φαύλους ἀλλήλους φιλεῖν. κακὸς κακῷ δὲ συντέτηκεν ἡδονῇ. τὸ δʼ ἐναντίον τῷ ἐναντίῳ φίλον ὡς τὸ χρήσιμον· αὐτὸ γὰρ αὑτῷ τὸ ὅμοιον ἄχρηστον. διὸ δεσπότης δούλου δεῖται καὶ δοῦλος δεσπότου, καὶ γυνὴ καὶ ἀνὴρ ἀλλήλων, καὶ ἡδὺ καὶ ἐπιθυμητὸν τὸ ἐναντίον ὡς χρήσιμον, καὶ οὐχ ὡς ἐν τέλει ἀλλʼ ὡς πρὸς τὸ τέλος. ὅταν γὰρ τύχῃ οὗ ἐπιθυμεῖ, ἐν τῷ τέλει μὲν ἐστίν, οὐκ ὀρέγεται δὲ τοῦ ἐναντίου, οἷον τὸ θερμὸν τοῦ ψυχροῦ καὶ τὸ ξηρὸν τοῦ ὑγροῦ. ἔστι δέ πως καὶ ἡ τοῦ ἐναντίου φιλία τοῦ ἀγαθοῦ. ὀρέγεται γὰρ ἀλλήλων διὰ τὸ μέσον· ὡς σύμβολα γὰρ ὀρέγεται ἀλλήλων διὰ τὸ οὕτω γίνεσθαι ἐξ ἀμφοῖν ἓν μέσον. ἔτι κατὰ συμβεβηκός ἐστι τοῦ ἐναντίου, καθʼ αὑτὸ δὲ τῆς μεσότητος. ὀρέγονται γὰρ οὐκ ἀλλήλων τἀναντία, ἀλλὰ τοῦ μέσου.