τούτοις δὲ ἡδέα τὰ κατὰ τὰς ἕξεις· ταῦτα δʼ ἐστὶ τὰ ἀγαθὰ καὶ τὰ καλά. ἐπεὶ οὖν τὰ ἀγαθὰ πλεοναχῶς (τὸ μὲν γὰρ τῷ τοιόνδʼ εἶναι λέγομεν ἀγαθόν, τὸ δὲ τῷ ὠφέλιμον καὶ χρήσιμον), ἔτι δὲ τὸ ἡδὺ τὸ μὲν ἁπλῶς καὶ ἀγαθὸν ἁπλῶς, τὸ δὲ τινὶ καὶ φαινόμενον ἀγαθόν· ὥσπερ καὶ ἐπὶ τῶν ἀψύχων διʼ ἕκαστον τούτων ἐνδέχεται ἡμᾶς αἱρεῖσθαί τι καὶ φιλεῖν, οὕτω καὶ ἄνθρωπον. τὸν μὲν γὰρ τῷ τοιόνδε καὶ διʼ ἀρετήν, τὸν δʼ ὅτι ὠφέλιμος καὶ χρήσιμος, τὸν δʼ ὅτι ἡδὺς καὶ διʼ ἡδονήν. φίλος δὴ γίνεται ὅταν φιλούμενος ἀντιφιλῇ, καὶ τοῦτο μὴ λανθάνῃ πως αὐτούς. ἀνάγκη ἄρα τρία φιλίας εἴδη εἶναι, καὶ μήτε καθʼ ἓν ἁπάσας μηδʼ ὡς εἴδη ἑνὸς γένους, μήτε πάμπαν λέγεσθαι ὁμωνύμως. πρὸς μίαν γάρ τινα λέγονται καὶ πρώτην, ὥσπερ τὸ ἰατρικόν. καὶ γὰρ ψυχὴν ἰατρικὴν καὶ σῶμα λέγομεν καὶ ὄργανον καὶ ἔργον, ἀλλὰ κυρίως τὸ πρῶτον. πρῶτον δʼ οὗ λόγος ἐν ἡμῖν ὑπάρχει. οἷον ὄργανον ἰατρικὸν, ᾧ ἂν ὁ ἰατρὸς χρήσαιτο· ἐν δὲ τῷ τοῦ ἰατροῦ λόγῳ οὐκ ἔστιν ὁ τοῦ ὀργάνου. ζητεῖται μὲν οὖν πανταχοῦ τὸ πρῶτον· διὰ δὲ τὸ καθόλου εἶναι τὸ πρῶτον λαμβάνουσιν καὶ πρῶτον καθόλου, τοῦτο δʼ ἐστὶ ψεῦδος. ὥστε καὶ περὶ τῆς φιλίας οὐ δύνανται πάντʼ ἀποδιδόναι τὰ φαινόμενα. οὐ γὰρ ἐφαρμόττοντος ἑνὸς λόγου οὐκ οἴονται τὰς ἄλλας φιλίας εἶναι· αἳ δʼ εἰσὶ μέν, ἀλλʼ οὐχ ὁμοίως εἰσίν· οἳ δʼ ὅταν ἡ πρώτη μὴ ἐφαρμόττῃ, ὡς οὖσαν καθόλου ἄν, εἴπερ ἦν πρώτη, οὐδʼ εἶναι φιλίας τὰς ἄλλας φασίν· ἔστι δὲ πολλὰ εἴδη φιλίας. τῶν γὰρ ῥηθέντων ἦν ἤδη, ἐπειδὴ διώρισται τριχῶς λέγεσθαι τὴν φιλίαν. ἣ μὲν γὰρ διώρισται διʼ ἀρετήν, ἣ δὲ διὰ τὸ χρήσιμον, ἣ δὲ διὰ τὸ ἡδύ. τούτων ἡ μὲν διὰ τὸ χρήσιμόν ἐστιν ἡ διὰ τῶν πλείστων φιλία (διὰ γὰρ τὸ χρήσιμοι εἶναι φιλοῦσιν ἀλλήλους, καὶ μέχρι τούτου, ὥσπερ ἡ παροιμία Γλαῦκʼ ἐπίκουρος ἀνὴρ τὸν σοφὸν φίλον ἔσκε μάχηται, οὐκέτι γιγνώσκουσιν Ἀθηναῖοι Μεγαρῆας, ) ἡ δὲ διʼ ἡδονὴν τῶν νέων (τούτου γὰρ αἴσθησιν ἔχουσιν·διὸ εὐμετάβολος φιλία ἡ τῶν νέων· μεταβαλλόντων γὰρ τὰ ἤθη κατὰ τὰς ἡλικίας μεταβάλλει καὶ τὸ ἡδύ), ἡ δὲ κατʼ ἀρετὴν τῶν βελτίστων. φανερὸν δʼ ἐκ τούτων ὅτι ἡ πρώτη φιλία ἡ τῶν ἀγαθῶν ἐστιν ἀντιφιλία καὶ ἀντιπροαίρεσις πρὸς ἀλλήλους. φίλον μὲν γὰρ τὸ φιλούμενον τῷ φιλοῦντι, φίλος δὲ τῷ φιλουμένῳ καὶ ἀντιφιλῶν. αὕτη μὲν οὖν ἐν ἀνθρώποις μόνον ὑπάρχει φιλία (μόνον γὰρ αἰσθάνεται προαιρέσεως)· αἱ δʼ ἄλλαι καὶ ἐν τοῖς θηρίοις, καὶ τὸ χρήσιμον ἐπὶ μικρόν τι φαίνεται ἐνυπάρχον καὶ πρὸς ἄνθρωπον τοῖς ἡμέροις καὶ πρὸς ἄλληλα, οἷον τὸν τροχίλον φησὶν Ἡρόδοτος τῷ κροκοδείλῳ, καὶ ὡς οἱ μάντεις τὰς συνεδρείας καὶ διεδρείας λέγουσιν. καὶ οἱ φαῦλοι ἂν εἶεν φίλοι ἀλλήλοις καὶ διὰ τὸ χρήσιμον καὶ διὰ τὸ ἡδύ. οἳ δʼ ὅτι ἡ πρώτη οὐχ ὑπάρχει αὐτοῖς, οὔ φασι φίλους εἶναι· ἀδικήσει γὰρ ὅ γε φαῦλος τὸν φαῦλον, οἱ δʼ ἀδικούμενοι οὐ φιλοῦσι σφᾶς αὐτούς. οἳ δὲ φιλοῦσι μέν, ἀλλʼ οὐ τὴν πρώτην φιλίαν, ἐπεὶ τάς γε ἑτέρας οὐθὲν κωλύει. διʼ ἡδονὴν γὰρ ὑπομένουσιν ἀλλήλους βλαπτόμενοι, ὡς ἂν ὦσιν ἀκρατεῖς· οὐ δοκοῦσι δʼ οὐδʼ οἱ διʼ ἡδονὴν φιλοῦντες ἀλλήλους φίλοι εἶναι, ὅταν κατʼ ἀκρίβειαν ζητῶσιν, ὅτι οὐχ ἡ πρώτη. ἐκείνη μὲν γὰρ βέβαιος, αὕτη δὲ ἀβέβαιος. ἣ δʼ ἐστὶ μέν, ὥσπερ εἴρηται, φιλία, οὐκ ἐκείνη δέ, ἀλλʼ ἀπʼ ἐκείνης. τὸ μὲν οὖν ἐκείνως μόνον λέγειν τὸν φίλον βιάζεσθαι τὰ φαινόμενα ἐστί, καὶ παράδοξα λέγειν ἀναγκαῖον· καθʼ ἕνα δὲ λόγον πάσας ἀδύνατον. λείπεται τοίνυν οὕτως, ὅτι ἔστι μὲν ὡς μόνη ἡ πρώτη φιλία, ἔστι δὲ ὡς πᾶσαι, οὔτε ὡς ὁμώνυμοι καὶ ὡς ἔτυχον ἔχουσαι πρὸς ἑαυτάς, οὔτε καθʼ ἓν εἶδος, ἀλλὰ μᾶλλον πρὸς ἕν. ἐπεὶ δʼ ἁπλῶς ἀγαθὸν καὶ ἁπλῶς ἡδὺ τὸ αὐτὸ καὶ ἅμα, ἂν μή τι ἐμποδίζῃ, ὁ δʼ ἀληθινὸς φίλος καὶ ἁπλῶς ὁ πρῶτος ἐστίν, ἔστι δὲ τοιοῦτος ὁ διʼ αὑτὸν αὐτὸς αἱρετός (ἀνάγκη δʼ εἶναι τοιοῦτον·ὡς γὰρ βούλεταί τις διʼ αὑτὸν εἶναι τἀγαθά, ἀνάγκη καὶ αὐτὸν αἱρεῖσθαι εἶναι), ὁ δʼ ἀληθινὸς φίλος καὶ ἡδύς ἐστιν ἁπλῶς· διὸ δοκεῖ καὶ ὁ ὁπωσοῦν φίλος ἡδύς. ἔτι δὲ διοριστέον περὶ τούτου μᾶλλον· ἔχει ἐπίστασιν, πότερον γὰρ τὸ αὐτῷ ἀγαθὸν ἢ τὸ ἁπλῶς ἀγαθὸν φίλον, καὶ πότερον τὸ κατʼ ἐνέργειαν φιλεῖν μεθʼ ἡδονῆς, ὥστε καὶ τὸ φιλητὸν ἡδύ, ἢ οὔ. ἄμφω γὰρ εἰς ταὐτὸ συνακτέον· τά τε γὰρ μὴ ἁπλῶς ἀγαθὰ ἀλλὰ κακὰ ἁπλῶς τύχῃ φευκτά· καὶ τὸ μὴ αὐτῷ ἀγαθὸν οὐθὲν πρὸς αὐτόν, ἀλλὰ τοῦτʼ ἐστιν ὃ ζητεῖται, τὰ ἁπλῶς ἀγαθὰ οὕτως εἶναι ἀγαθά. ἔστι γὰρ αἱρετὸν μὲν τὸ ἁπλῶς ἀγαθόν, αὐτῷ δὲ τὸ αὑτῷ ἀγαθόν· ἃ δεῖ συμφωνῆσαι. καὶ τοῦτο ἡ ἀρετὴ ποιεῖ· καὶ ἡ πολιτικὴ ἐπὶ τούτῳ, ὅπως οἷς μήπω ἐστὶ γένηται. εὐθέτως δὲ καὶ πρὸ ὁδοῦ ἄνθρωπος ὤν (φύσει γὰρ αὐτῷ ἀγαθὰ τὰ ἁπλῶς ἀγαθά), ὁμοίως δὲ καὶ ἀνὴρ ἀντὶ γυναικὸς καὶ εὐφυὴς ἀφυοῦς, διὰ τοῦ ἡδέος δὲ ἡ ὁδός· ἀνάγκη εἶναι τὰ καλὰ ἡδέα. ὅταν δὲ τοῦτο διαφωνῇ, οὔπω σπουδαῖον τελέως· ἐνδέχεται γὰρ ἐγγενέσθαι ἀκρασίαν· τῷ γὰρ διαφωνεῖν τἀγαθὸν τῷ ἡδεῖ ἐν τοῖς πάθεσιν ἀκρασία ἐστίν. ὥστʼ ἐπειδὴ ἡ πρώτη φιλία κατʼ ἀρετήν, ἔσονται καὶ αὐτοὶ ἁπλῶς ἀγαθοί. τοῦτο δʼ οὐχ ὅτι χρήσιμοι, ἀλλʼ ἄλλον τρόπον· διχῶς γὰρ ἔχει τὸ τῳδὶ ἀγαθὸν καὶ ἁπλῶς ἀγαθόν. καὶ ὁμοίως ὥσπερ ἐπὶ τοῦ ὠφελίμου, καὶ ἐπὶ τῶν ἕξεων. ἄλλο γὰρ τὸ ἁπλῶς ὠφέλιμον καὶ τὸ καλὸν τοιοῦτον γυμνάζεσθαι πρὸς τὸ φαρμακεύεσθαι. ὥστε καὶ ἡ ἕξις ἡ ἀνθρώπου ἀρετή. ἔστω γὰρ ὁ ἄνθρωπος τῶν φύσει σπουδαίων· ἡ γὰρ τοῦ φύσει σπουδαίου ἀρετὴ ἁπλῶς ἀγαθόν, ἡ δὲ τοῦ μὴ ἐκείνῳ. ὁμοίως δὴ ἔχει καὶ τὸ ἡδύ. ἐνταῦθα γὰρ ἐπιστατέον, καὶ σκεπτέον πότερόν ἐστιν ἄνευ ἡδονῆς φιλία, καὶ τί διαφέρει, καὶ ἐν ποτέρῳ ποτʼ ἐστὶ τὸ φιλεῖν, καὶ πότερον ὅτι ἀγαθός, κἂν εἰ μὴ ἡδύς, ἀλλʼ οὐ διὰ τοῦτο, διχῶς δὴ λεγομένου τοῦ φιλεῖν, πότερον ὅτι ἀγαθὸν τὸ κατʼ ἐνέργειαν οὐκ ἄνευ ἡδονῆς φαίνεται.