τὸ δὲ τῆς ὑπεναντιώσεως ταύτης καὶ μάλʼ εὔλογον. διὰ γὰρ τὰ προειρημένα τοῦτο συμβαίνει, καὶ ὅτι μὲν τὸ λυπούμενον ἢ ἐν φαύλῃ ὄντα ἕξει τὸν φίλον θεωρεῖν φεύγομεν ἁπλῶς, ὥσπερ καὶ ἡμᾶς αὐτούς, τὸ δʼ ὁρᾶν τὸν φίλον ἡδύ, ὥσπερ ἄλλο τι τῶν ἡδίστων, διὰ τὴν εἰρημένην αἰτίαν, καὶ μὴ κάμνοντα, εἰ αὐτός· ὥστε ὁπότερον ἂν τούτων ᾖ μᾶλλον ἡδύ, ποιεῖ τὴν ῥοπὴν τοῦ βούλεσθαι παρεῖναι ἢ μή. καὶ τοῦτο ἐπὶ τῶν χειρόνων συμβαίνει καὶ διὰ τὴν αὐτὴν αἰτίαν γίνεσθαι· μάλιστα γὰρ φιλοτιμοῦνται τοὺς φίλους μὴ πράττειν εὖ μηδʼ εἶναι ἀνάγκαι αὐτοῖς κακῶς. διὸ ἐνίοτε τοὺς ἐρωμένους συναποτιννύασι. μᾶλλον γὰρ τοῦ οἰκείου αἰσθάνεσθαι κακοῦ, ὥσπερ ἂν εἰ καὶ μεμνημένος ὅτι ποτὲ εὖ ἔπραττε μᾶλλον, ἢ εἰ ᾤετο ἀεὶ κακῶς πράττειν.