πολλὰ ἐγκλήματα γίνεται ἐν ταῖς φιλίαις τοῖς μὴ κατʼ εὐθυωρίαν, καὶ τὸ δίκαιον ἰδεῖν οὐ ῥᾴδιον. χαλεπὸν γὰρ μετρῆσαι ἑνὶ τῷδε τὸ μὴ κατʼ εὐθυωρίαν, οἷον συμβαίνει ἐπὶ τῶν ἐρωτικῶν. ὃ μὲν γὰρ διώκει ὡς τὸν ἡδὺν ἐπὶ τὸ συζῆν, ὃ δʼ ἐκεῖνον ἐνίοτε ὡς χρήσιμον· ὅταν δὲ παύσηται τοῦ ἐρᾶν, ἄλλου γινομένου ἄλλος γίνεται, καὶ τότε λογίζονται παντί τινος, καὶ ὡς Πύθων καὶ Παμμένης διεφέροντο καὶ ὡς διδάσκαλος καὶ μαθητής (ἐπιστήμη γὰρ καὶ χρήματα οὐχ ἑνὶ μετρεῖται), καὶ ὡς Ἡρόδικος ὁ ἰατρὸς πρὸς τὸν ἀποδιδόντα μικρὸν τὸν μισθόν, καὶ ὡς ὁ κιθαρῳδὸς καὶ ὁ βασιλεύς. ὃ μὲν γὰρ ὡς ἡδεῖ, ὃ δʼ ὡς χρησίμῳ ὡμίλει· ὃ δʼ ἐπεὶ ἔδει ἀποδιδόναι, αὐτὸν αὑτὸν ὡς ἡδὺν ἐποίησεν, καὶ ἔφη, ὥσπερ ἐκεῖνον ᾄσαντα εὐφρᾶναι, οὕτω καὶ αὐτὸς ὑποσχόμενος ἐκείνῳ. ὅμως δὲ φανερὸν καὶ ἐνταῦθα πῶς γνωριστέον· ἑνὶ μὲν γὰρ μετρητέον καὶ ἐνταῦθʼ, ἀλλʼ οὐχ ὅρῳ, ἀλλὰ λόγῳ· τῷ ἀνάλογον γὰρ μετρητέον, ὥσπερ καὶ ἡ πολιτικὴ μετρεῖται κοινωνία. πῶς γὰρ κοινωνήσει γεωργῷ σκυτοτόμος, εἰ μὴ τῷ ἀνάλογον ἰσασθήσεται τὰ ἔργα; τοῖς δὲ μὴ κατʼ εὐθυωρίαν τὸ ἀνάλογον μέτρον, οἷον εἰ ὃ μὲν σοφίαν δοῦναι ἐγκαλεῖ, ὃ δʼ ἐκείνῳ ἀργύριον, τῇ σοφίᾳ πρὸς τὸ πλούσιον, εἶτα τί δοθὲν πρὸς ἑκάτερον. εἰ γὰρ ὃ μὲν τοῦ ἐλάττονος ἥμισυ ἔδωκεν, ὃ δὲ τοῦ μείζονος μὴ πολλοστὸν μέρος, δῆλον ὅτι οὗτος ἀδικεῖ. ἔστι δὲ κἀνταῦθα ἐν ἀρχῇ ἀμφισβήτησις, ἂν φῇ ὃ μὲν ὡς χρησίμους συνελθεῖν αὐτούς, ὃ δὲ μή, ἀλλʼ ὡς κατʼ ἄλλην τινὰ φιλίαν.περὶ δὲ τοῦ ἀγαθοῦ καὶ κατʼ ἀρετὴν φίλου, σκεπτέον πότερον δεῖ ἐκείνῳ τὰ χρήσιμα ὑπηρετεῖν καὶ βοηθεῖν ἢ τῷ ἀντιποιοῦντι καὶ δυναμένῳ. τοῦτο δὲ τὸ αὐτὸ πρόβλημα ἐστί, πότερον τὸν φίλον ἢ τὸν σπουδαῖον εὖ ποιητέον μᾶλλον. ἂν μὲν γὰρ ὁ φίλος καὶ σπουδαῖος, ἴσως οὐ λίαν χαλεπόν, ἂν μή τις τὸ μὲν αὐξήσῃ τὸ δὲ ταπεινώσῃ, φίλον μὲν σφόδρα ποιῶν, ἐπιεικῆ δὲ ἠρέμα· εἰ δὲ μή, πολλὰ προβλήματα γίνεται, οἷον εἰ ὃ μὲν ἦν, οὐκ ἔσται δέ, ὃ δὲ ἔσται, οὔπω δέ, ἢ ὃ μὲν ἐγένετο, ἔστι δʼ οὔ, ὃ δὲ ἔστιν, οὐκ ἦν δὲ οὐδὲ ἔσται, ἀλλʼ ἐκεῖνο ἐργωδέστερον. μὴ γάρ τι λέγει Εὐριπίδης, ποιήσας λόγων δίκαιον μισθὸν ἂν λόγους φέροις, ἔργον δʼ ἐκεῖνος ἔργον ὃς παρέσχετο. καὶ οὐ πάντα δεῖ τῷ πατρί, ἀλλʼ ἔστιν ἄλλʼ ἃ δεῖ τῇ μητρί· καίτοι βελτίων ὁ πατήρ. οὐδὲ γὰρ τῷ Διὶ πάντα θύεται, οὐδʼ ἔχει πάσας τὰς τιμὰς ἀλλὰ τινάς· ἴσως οὖν ἔστιν ἃ δεῖ τῷ χρησίμῳ, ἄλλα δὲ τῷ ἀγαθῷ. οἷον οὐχ εἰ σῖτον δίδωσι καὶ τὰ ἀναγκαῖα, καὶ συζῆν τούτῳ δεῖ· οὐδʼ ᾧ τοίνυν τὸ συζῆν, τούτῳ ἃ μὴ οὗτος δίδωσιν, ἀλλὰ χρήσιμος. ἀλλʼ οἳ τοῦτο ποιοῦντες τούτῳ πάντα τῷ ἐρωμένῳ διδόασιν οὐ δέον, οὐδενός εἰσιν ἄξιοι. καὶ οἱ ἐν τοῖς λόγοις ὅροι τῆς φιλίας πάντες μέν πώς εἰσι φιλίας, ἀλλʼ οὐ τῆς αὐτῆς. τῷ μὲν γὰρ χρησίμῳ τὸ βούλεσθαι τὰ κείνῳ ἀγαθὰ καὶ τῷ εὖ ποιήσαντι καὶ τῷ ὁποῖος δεῖ (οὐ γὰρ ἐπισημαίνει οὗτος ὁ ὁρισμὸς τῆς φιλίας), ἄλλῳ δὲ τὸ εἶναι καὶ ἄλλῳ τὸ συζῆν, τῷ δὲ καθʼ ἡδονὴν τὸ συναλγεῖν καὶ συγχαίρειν· πάντες δʼ οὗτοι οἱ ὅροι κατὰ φιλίαν μὲν λέγονται τινά, οὐ πρὸς μίαν δʼ οὐδείς. διὸ πολλοὶ εἰσί, καὶ ἕκαστος μιᾶς εἶναι δοκεῖ φιλίας, οὐκ ὤν, οἷον ἡ τοῦ εἶναι προαίρεσις. καὶ γὰρ ὁ καθʼ ὑπεροχὴν καὶ ποιήσας εὖ βούλεται τῷ ἔργῳ τῷ αὑτοῦ ὑπάρχειν, καὶ τῷ δόντι τὸ εἶναι δεῖ καὶ ἀνταποδιδόναι, ἀλλὰ συζῆν οὐ τούτῳ, ἀλλὰ τῷ ἡδεῖ. ἀδικοῦσιν οἱ φίλοι ἀλλήλους ἔνιοι· τὰ γὰρ πράγματα μᾶλλον, ἀλλʼ οὐ φιλοῦσι τὸν ἔχοντα·διὸ φιλεῖ κἀκείνους οἷον διότι ἡδὺς τὸν οἶνον εἵλετο, καὶ ὅτι χρήσιμος τὸν πλοῦτον εἵλετο· χρησιμώτερος γάρ. διὸ οὐ δεῖ ἀγανακτεῖν, ὥσπερ ἂν εἰ μᾶλλον εἵλετο ἀντὶ ἥττονος. οἳ δʼ ἐγκαλοῦσιν· ἐκεῖνον γὰρ νῦν ζητοῦσι τὸν ἀγαθόν, πρότερον ζητήσαντες τὸν ἡδὺν ἢ τὸν χρήσιμον.σκεπτέον δὲ καὶ περὶ αὐταρκείας καὶ φιλίας, πῶς ἔχουσι πρὸς τὰς ἀλλήλων δυνάμεις. ἀπορήσειε γὰρ ἄν τις πότερον, εἴ τις εἴη κατὰ πάντα αὐτάρκης, ἔσται τούτῳ φίλος. εἰ κατʼ ἔνδειαν ζητεῖται φίλος καὶ ἔσται ἀγαθὸς αὐταρκέστατος, εἰ ὁ μετʼ ἀρετῆς εὐδαίμων, τί ἂν δέοι φίλου; οὔτε γὰρ τῶν χρησίμων δεῖσθαι αὐτάρκους οὔτε τῶν εὐφρανούντων οὔτε τοῦ συζῆν· αὐτὸς γὰρ αὑτῷ ἱκανὸς συνεῖναι. μάλιστα δὲ τοῦτο φανερὸν ἐπὶ θεοῦ· δῆλον γὰρ ὡς οὐδενὸς προσδεόμενος οὐδὲ φίλου δεήσεται, οὐδʼ ἔσται αὐτῷ οὔτε μηθὲν δεσπότου. ὥστε καὶ ἄνθρωπος ὁ εὐδαιμονέστατος ἥκιστα δεήσεται φίλου, ἀλλʼ ἢ καθʼ ὅσον ἀδύνατον εἶναι αὐτάρκη. ἀνάγκη ἄρα ἐλαχίστους εἶναι φίλους τῷ ἄριστα ζῶντι, καὶ ἀεὶ ἐλάττους γίνεσθαι, καὶ μὴ σπουδάζειν ὅπως ὦσι φίλοι, ἀλλʼ ὀλιγωρεῖν μὴ μόνον τῶν χρησίμων, ἀλλὰ καὶ εἰς τὸ συζῆν αἱρετῶν. ἀλλὰ μὴν καὶ τότε φανερὸν ἂν εἶναι δόξειεν ὡς οὐ χρήσεως ἕνεκα ὁ φίλος οὐδʼ ὠφελείας, ἀλλὰ διʼ ἀρετὴν φίλος μόνος. ὅταν γὰρ μηθενὸς ἐνδεεῖς ὦμεν, τότε τοὺς συναπλαυσομένους ζητοῦσι πάντες, καὶ τοὺς εὖ πεισομένους μᾶλλον ἢ τοὺς ποιήσοντας. ἀμείνω δʼ ἔχομεν κρίσιν αὐτάρκεις ὄντες ἢ μετʼ ἐνδείας, ὅτε μάλιστα τῶν συζῆν ἀξίων δεόμεθα φίλων. περὶ δὲ τῆς ἀπορίας ταύτης σκεπτέον, μή ποτε τὸ μέν τι λέγεται καλῶς, τὸ δὲ λανθάνει διὰ τὴν παραβολήν. δῆλον δὲ λαβοῦσι τί τὸ ζῆν τὸ κατʼ ἐνέργειαν, καὶ ὡς τέλος. φανερὸν οὖν ὅτι τὸ αἰσθάνεσθαι καὶ τὸ γνωρίζειν, ὥστε καὶ τὸ συζῆν τὸ συναισθάνεσθαι καὶ τὸ συγγνωρίζειν ἐστίν. ἔστι δὲ τὸ αὑτοῦ αἰσθάνεσθαι καὶ τὸ αὑτὸν γνωρίζειν αἱρετώτατον ἑκάστῳ, καὶ διὰ τοῦτο τοῦ ζῆν πᾶσιν ἔμφυτος ἡ ὄρεξις· τὸ γὰρ ζῆν δεῖ τιθέναι γνῶσιν τινά. εἰ οὖν τις ἀποτέμοι καὶ ποιήσειε τὸ γινώσκειν αὐτὸ καθʼ αὑτὸ καὶ μὴ (ἀλλὰ τοῦτο μὲν λανθάνει, ὥσπερ ἐν τῷ λόγῳ γέγραπται, τῷ μέντοι πράγματι ἔστι μὴ λανθάνειν), οὐθὲν ἂν διαφέροι ἢ τὸ γινώσκειν ἄλλον ἀνθʼ αὑτοῦ·