πατρὸς δὲ καὶ υἱοῦ ἡ αὐτὴ ἥπερ θεοῦ πρὸς ἄνθρωπον καὶ τοῦ εὖ ποιήσαντος πρὸς τὸν παθόντα καὶ ὅλως τοῦ φύσει ἄρχοντος πρὸς τὸν φύσει ἀρχόμενον· ἣ δὲ τῶν ἀδελφῶν πρὸς ἀλλήλους ἑταιρικὴ μάλιστα ἡ κατʼ ἰσότητα. οὐ γάρ τι νόθος τῷδʼ ἀπεδείχθην· ἀμφοῖν δὲ πατὴρ αὑτὸς ἐκλήθη Ζεὺς ἐμὸς ἄρχων. ταῦτα γὰρ ὡς τὸ ἴσον ζητούντων λέγεται. διὸ ἐν οἰκίᾳ πρῶτον ἀρχαὶ καὶ πηγαὶ φιλίας καὶ πολιτείας καὶ δικαίου. ἐπεὶ δὲ φιλίαι τρεῖς, κατʼ ἀρετήν, κατὰ τὸ χρήσιμον, κατὰ τὸ ἡδύ, τούτων δὲ ἑκάστης δύο διαφοραί (ἣ μὲν γὰρ καθʼ ὑπεροχὴν ἣ δὲ κατʼ ἰσότητά ἐστιν ἑκάστη αὐτῶν, τὸ δὲ δίκαιον τὸ περὶ αὐτὰς ἐκ τῶν ἀμφισβητησάντων δῆλον), ἐν μὲν τῇ καθʼ ὑπεροχὴν ἀξιοῦται τὸ ἀνάλογον, ἀλλʼ οὐχ ὡσαύτως, ἀλλʼ ὁ μὲν ὑπερέχων ἀνεστραμμένως τὸ ἀνάλογον, ὡς αὐτὸς πρὸς τὸν ἐλάττω, οὕτω τὸ παρὰ τοῦ ἐλάττονος γινόμενον πρὸς τὸ παρʼ αὐτοῦ, διακείμενος ὥσπερ ἄρχων πρὸς ἀρχόμενον· εἰ δὲ μὴ τοῦτο, ἀλλὰ τὸ ἴσον κατʼ ἀριθμὸν ἀξιοῖ. καὶ γὰρ δὴ καὶ ἐπὶ τῶν ἄλλων κοινωνιῶν οὕτω συμβαίνει. ὁτὲ μὲν γὰρ ἀριθμῷ τοῦ ἴσου μετέχουσιν, ὁτὲ δὲ λόγῳ. εἰ μὲν γὰρ ἴσον ἀριθμῷ εἰσήνεγκον ἀργύριον, ἴσον καὶ τῷ ἴσῳ ἀριθμῷ διαλαμβάνουσιν, εἰ δὲ μὴ ἴσον, ἀνάλογον. ὁ δʼ ὑπερεχόμενος τοὐναντίον στρέφει τὸ ἀνάλογον, καὶ κατὰ διάμετρον συζεύγνυσιν. δόξειε δʼ ἂν οὕτως ἐλαττοῦσθαι ὁ ὑπερέχων καὶ λειτουργία ἡ φιλία καὶ ἡ κοινωνία. δεῖ ἄρα τινὶ ἑτέρῳ ἀνισάσαι καὶ ποιῆσαι ἀνάλογον. τοῦτο δʼ ἐστὶν ἡ τιμή, ὅπερ καὶ τῷ ἄρχοντι φύσει καὶ θεῷ πρὸς τὸ ἀρχόμενον. δεῖ δὲ ἰσασθῆναι τὸ κέρδος πρὸς τὴν τιμήν. ἡ δὲ κατʼ ἴσα φιλία ἐστὶν ἡ πολιτική. ἡ δὲ πολιτική ἐστι μὲν κατὰ τὸ χρήσιμον, καὶ ὥσπερ αἱ πόλεις ἀλλήλαις φίλαι, οὕτω καὶ οἱ πολῖται, καὶ ὁμοίως οὐκέτι γιγνώσκουσιν Ἀθηναῖοι Μεγαρῆας καὶ οἱ πολῖται, ὅταν μὴ χρήσιμοι ἀλλήλοις, ἀλλʼ ἐκ χειρὸς εἰς χεῖρα ἡ φιλία·ἔστι δὲ ἐνταῦθα καὶ ἄρχον καὶ ἀρχόμενον οὔτε τὸ φυσικὸν οὔτε τὸ βασιλικόν, ἀλλὰ τὸ ἐν τῷ μέρει, οὐδὲ τούτου ἕνεκα ὅπως εὖ ποιῇ ὁ θεός, ἀλλʼ ἵνα ἴσον ᾖ τοῦ ἀγαθοῦ καὶ τῆς λειτουργίας. κατʼ ἰσότητα δὴ βούλεται εἶναι ἡ πολιτικὴ φιλία. ἔστι δὲ τῆς χρησίμου φιλίας εἴδη δύο, ἣ μὲν νομικὴ ἣ δʼ ἠθική. βλέπει δʼ ἡ μὲν πολιτικὴ εἰς τὸ ἴσον καὶ εἰς τὸ πρᾶγμα, ὥσπερ οἱ πωλοῦντες καὶ οἱ ὠνούμενοι. διὸ εἴρηται μισθὸς ἀνδρὶ φίλῳ. ὅταν μὲν οὖν καθʼ ὁμολογίαν ᾖ ἡ πολιτικὴ αὕτη φιλία, καὶ νομική· ὅταν δʼ ἐπιτρέπωσιν αὐτοῖς, ἠθικὴ βούλεται εἶναι φιλία καὶ ἑταιρική. διὸ μάλιστα ἔγκλημα ἐν ταύτῃ τῇ φιλίᾳ· αἴτιον δʼ ὅτι παρὰ φύσιν. ἕτεραι γὰρ φιλίαι ἡ κατὰ τὸ χρήσιμον καὶ ἡ κατὰ τὴν ἀρετήν· οἳ δʼ ἀμφότερα βούλονται ἅμα ἔχειν, καὶ ὁμιλοῦσι μὲν τοῦ χρησίμου ἕνεκα, ἠθικὴν δὲ ποιοῦσιν ὡς ἐπιεικεῖς, διὸ ὡς πιστεύοντες οὐ νομικὴν ποιοῦσιν. ὅλως μὲν γὰρ ἐν τῇ χρησίμῃ τῶν τριῶν πλεῖστα ἐγκλήματα (ἡ μὲν γὰρ ἀρετὴ ἀνέγκλητον, οἱ δʼ ἡδεῖς ἔχοντες καὶ δόντες ἀπαλλάττονται· οἱ δὲ χρήσιμοι οὐκ εὐθὺς διαλύονται, ἂν μὴ νομικῶς καὶ ἑταιρικῶς προσφέρωνται)· ὅμως δὲ τῆς χρησίμου ἡ νομικὴ ἀνέγκλητος. ἔστι δʼ ἡ μὲν νομικὴ διάλυσις πρὸς νόμισμα (μετρεῖται γὰρ τούτῳ τὸ ἴσον), ἡ δʼ ἠθικὴ ἑκούσιος. διὸ ἐνιαχοῦ νόμος ἐστὶ τοῖς οὕτως ὁμιλοῦσι φιλικῶς μὴ εἶναι δίκας τῶν ἑκουσίων συναλλαγμάτων, ὀρθῶς· τοῖς γὰρ ἀγαθοῖς οὐ πέφυκε δίκαιον εἶναι, οἳ δʼ ὡς ἀγαθοὶ καὶ πιστοὶ συναλλάττουσιν. ἔστι δὲ ἐν ταύτῃ τῇ φιλίᾳ τὰ ἐγκλήματα ἀμφιβάλλοντα αὐτοῖς ἀμφότερα, πῶς ἑκάτερος ἐγκαλεῖ, ὅταν ἠθικῶς ἀλλὰ μὴ νομικῶς πιστεύσωσιν. καὶ ἔχει δὴ ἀπορίαν ποτέρως δεῖ κρίνειν τὸ δίκαιον, πότερα πρὸς τὸ πρᾶγμα βλέποντα τὸ ὑπηρετηθὲν, πόσον, ἢ ποῖον ἦν τῷ πεπονθότι. ἐνδέχεται γὰρ ὅπερ λέγει Θέογνις· σοὶ μὲν τοῦτο, θεά, σμικρόν, ἐμοὶ δὲ μέγα. ἐνδέχεται δὲ καὶ τοὐναντίον γενέσθαι, ὥσπερ ἐν τῷ λόγῳ, σοὶ μὲν παιδιὰν τοῦτʼ εἶναι, ἐμοὶ δὲ θάνατον.ἐντεῦθεν δʼ εἴρηται τὰ ἐγκλήματα. ὃ μὲν γὰρ ἀξιοῖ ἀντιπαθεῖν ὡς μέγα ὑπηρετήσας, ὅτι δεομένῳ ἐποίησιν, ἤ τι ἄλλο τοιοῦτο, λέγων πρὸς τὴν ἐκείνου ὠφέλειαν πόσον ἠδύνατο, ἀλλʼ οὐ τί ἦν αὐτῷ· ὃ δὲ τοὐναντίον ὅσον ἐκείνῳ, ἀλλʼ οὐχ ὅσον αὐτῷ. ὁτὲ δὲ καὶ μεταλαμβάνων καὶ ἀμφιβάλλει. ὃ μὲν γὰρ ὅσον αὐτῷ μικρὸν ἀπέβη, ὃ δʼ ὅσον αὐτῷ μέγα ἐδύνατο, οἷον εἰ κινδυνεύσας δραχμῆς ἄξιον ὠφέλησεν, ὃ μὲν τὸ τοῦ κινδύνου μέγεθος ὃ δὲ τὸ τοῦ ἀργυρίου, ὥσπερ ἐν τῇ τῶν νομισμάτων ἀποδόσει. καὶ γὰρ ἐνταῦθα περὶ τούτων ἡ ἀμφισβήτησις· ὃ μὲν γὰρ ἀξιοῖ πῶς τότʼ ἦν, ὃ δὲ πῶς νῦν, ἂν μὴ διείπωνται. ἡ μὲν οὖν πολιτικὴ βλέπει εἰς τὴν ὁμολογίαν καὶ εἰς τὸ πρᾶγμα, ἡ δʼ ἠθικὴ εἰς τὴν προαίρεσιν. ὥστε καὶ δίκαιον τοῦτο μᾶλλον ἐστί, καὶ δικαιοσύνη φιλική. αἴτιον δὲ τοῦ μάχεσθαι, διότι καλλίων μὲν ἡ ἠθικὴ φιλία, ἀναγκαιοτέρα δὲ ἡ χρησίμη. οἳ δʼ ἄρχονται μὲν ὡς οἱ ἠθικοὶ φίλοι καὶ διʼ ἀρετὴν ὄντες· ὅταν δʼ ἄντικρυς ᾖ τι τῶν ἰδίων, δῆλοι γίνονται ὅτι ἕτεροι ἦσαν. ἐκ περιουσίας γὰρ διώκουσιν οἱ πολλοὶ τὰ καλόν· διὸ καὶ τὴν καλλίω φιλίαν. ὥστε φανερὸν πῶς διαιρετέον περὶ τούτων. εἰ μὲν γὰρ ἠθικοὶ φίλοι, εἰς τὴν προαίρεσιν βλεπτέον εἰ ἴση, καὶ οὐθὲν ἄλλο ἀξιωτέον θατέρῳ παρὰ θατέρου· εἰ δʼ ὡς χρήσιμοι καὶ πολιτικοί, ὡς ἂν ἐλυσιτέλει ὁμολογοῦσιν· ἂν δʼ ὃ μὲν φῇ ὧδε ὃ δὲ ἐκείνως, οὐ καλὸν μὲν ἀντιποιῆσαι, δέον τοὺς καλοὺς λέγειν λόγους, ὁμοίως δὲ καὶ ἐπὶ θατέρου, ἀλλʼ ἐπεὶ οὐ διείποντο ὡς ἠθικῶς, δεῖ κρίνειν τίνα, μηδʼ ὑποκρινόμενον μηδέτερον αὐτῶν ἐξαπατᾶν. ὥστε δεῖ στέργειν αὐτὸν τὴν τύχην. ὅτι δʼ ἐστὶν ἡ ἠθικὴ κατὰ προαίρεσιν, δῆλον, ἐπεὶ κἂν εἰ μεγάλα παθὼν μὴ ἀποδῴη διʼ ἀδυναμίαν, ἀλλʼ ὡς ἠδύνατο, καλῶς· καὶ ὁ θεὸς ἀνέχεται κατὰ δύναμιν λαμβάνων τὰς θυσίας. ἀλλὰ τῷ πωλοῦντι οὐχ ἱκανῶς ἕξει, ἂν μὴ φήσῃ δύνασθαι πλέον δοῦναι, οὐδὲ τῷ δανείσαντι.