περὶ γὰρ τὴν διὰ τῆς ὄψεως ἡδονὴν τῶν καλῶν ἄνευ ἐπιθυμίας ἀφροδισίων, ἢ λύπην τῶν αἰσχρῶν, καὶ περὶ τὴν διὰ τῆς ἀκοῆς τῶν εὐαρμόστων ἢ ἀναρμόστων, ἔτι δὲ πρὸς τὰς διʼ ὀσφρήσεως, τάς τε ἀπὸ εὐωδίας καὶ τὰς ἀπὸ δυσωδίας, οὐκ ἔστιν ὁ σώφρων. οὐδὲ γὰρ ἀκόλαστος οὐδεὶς λέγεται τῷ πάσχειν ἢ μὴ πάσχειν. εἰ γοῦν τις ἢ καλὸν ἀνδριάντα θεώμενος ἢ ἵππον ἢ ἄνθρωπον, ἢ ἀκροώμενος ᾄδοντος, μὴ βούλοιτο μήτε ἐσθίειν μήτε πίνειν μήτε ἀφροδισιάζειν, ἀλλὰ τὰ μὲν καλὰ θεωρεῖν τῶν δʼ ᾀδόντων ἀκούειν, οὐκ ἂν δόξειεν ἀκόλαστος εἶναι, ὥσπερ οὐδʼ οἱ κηλούμενοι παρὰ ταῖς Σειρῆσιν. ἀλλὰ περὶ τὰ δύο τῶν αἰσθητῶν ταῦτα, περὶ ἅπερ καὶ τἆλλα θηρία μόνον τυγχάνει αἰσθητικῶς ἔχοντα, καὶ χαίροντα καὶ λυπούμενα, περὶ τὰ γευστὰ καὶ ἁπτά. περὶ δὲ τὰ τῶν ἄλλων αἰσθητῶν ἡδέα σχεδὸν ὁμοίως ἅπαντα φαίνεται ἀναισθήτως διακείμενα, οἷον περὶ εὐαρμοστίαν ἢ κάλλος. οὐθὲν γάρ, ὅ τι καὶ ἄξιον λόγου, φαίνεται πάσχοντα αὐτῇ τῇ θεωρίᾳ τῶν καλῶν ἢ τῇ ἀκροάσει τῶν εὐαρμόστων, εἰ μή τί που συμβέβηκε τερατῶδες· ἀλλʼ οὐδὲ πρὸς τὰ εὐώδη ἢ δυσώδη· καίτοι τάς γε αἰσθήσεις ὀξυτέρας ἔχουσι πάσας. ἀλλὰ καὶ τῶν ὀσμῶν ταύταις χαίρουσιν ὅσαι κατὰ συμβεβηκὸς εὐφραίνουσιν, ἀλλὰ μὴ καθʼ αὑτάς. λέγω δὲ μὴ καθʼ αὑτάς, αἷς ἢ ἐλπίζοντες χαίρομεν ἢ μεμνημένοι, οἷον ὄψων καὶ ποτῶν (διʼ ἑτέραν γὰρ ἡδονὴν ταύταις χαίρομεν, τὴν τοῦ φαγεῖν ἢ πιεῖν), καθʼ αὑτὰς δὲ οἷον αἱ τῶν ἀνθῶν εἰσίν. διὸ ἐμμελῶς ἔφη Στρατόνικος τὰς μὲν καλὸν ὄζειν τὰς δὲ ἡδύ. ἐπεὶ καὶ τῶν περὶ τὸ γευστὸν οὐ περὶ πᾶσαν ἡδονὴν ἐπτόηται τὰ θηρία, οὐδʼ ὅσων τῷ ἄκρῳ τῆς γλώττης ἡ αἴσθησις, ἀλλʼ ὅσων τῷ φάρυγγι, καὶ ἔοικεν ἁφῇ μᾶλλον ἢ γεύσει τὸ πάθος. διὸ οἱ ὀψοφάγοι οὐκ εὔχονται τὴν γλῶτταν ἔχειν μακρὰν ἀλλὰ τὸν φάρυγγα γεράνου, ὥσπερ Φιλόξενος ὁ Ἐρύξιδος. ὥστε περὶ τὰ ἁπτόμενα, ὡς ἁπλῶς εἰπεῖν, θετέον τὴν ἀκολασίαν. ὁμοίως δὲ καὶ ὁ ἀκόλαστος περὶ τὰς τοιαύτας ἐστίν.οἰνοφλυγία γὰρ καὶ γαστριμαργία καὶ λαγνεία καὶ ὀψοφαγία καὶ πάντα τὰ τοιαῦτα περὶ τὰς εἰρημένας ἐστὶν αἰσθήσεις, εἰς ἅπερ μόρια ἡ ἀκολασία διαιρεῖται. περὶ δὲ τὰς διʼ ὄψεως ἢ ἀκοῆς ἢ ὀσφρήσεως ἡδονὰς οὐθεὶς λέγεται ἀκόλαστος, ἐὰν ὑπερβάλλῃ, ἀλλʼ ἄνευ ὀνείδους τὰς ἁμαρτίας ψέγομεν ταύτας, καὶ ὅλως περὶ ὅσα μὴ λέγονται ἐγκρατεῖς· οἱ δʼ ἀκρατεῖς οὐκ εἰσὶν ἀκόλαστοι οὐδὲ σώφρονες. ἀναίσθητος μὲν οὖν, ἢ ὅπως δεῖ ὀνομάζειν, ὁ οὕτως ἔχων ὥστε καὶ ἐλλείπειν ὅσων ἀνάγκη κοινωνεῖν ὡς ἐπὶ τὸ πολὺ πάντας καὶ χαίρειν· ὁ δʼ ὑπερβάλλων ἀκόλαστος. πάντες γὰρ τούτοις φύσει τε χαίρουσι, καὶ ἐπιθυμίας λαμβάνουσι, καὶ οὐκ εἰσὶν οὐδὲ λέγονται ἀκόλαστοι (οὐ γὰρ ὑπερβάλλουσι τῷ χαίρειν μᾶλλον ἢ δεῖ τυγχάνοντες καὶ λυπεῖσθαι μᾶλλον ἢ δεῖ μὴ τυγχάνοντες), οὐδʼ ἀνάλγητοι (οὐ γὰρ ἐλλείπουσι τῷ χαίρειν ἢ λυπεῖσθαι, ἀλλὰ μᾶλλον ὑπερβάλλουσιν). ἐπεὶ δʼ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις περὶ αὐτά, δῆλον ὅτι καὶ μεσότης, καὶ βελτίστη αὕτη ἡ ἕξις, καὶ ἀμφοῖν ἐναντία. ὥστʼ εἰ σωφροσύνη ἡ βελτίστη ἕξις, περὶ ἃ ὁ ἀκόλαστος, ἡ περὶ τὰ ἡδέα τὰ εἰρημένα τῶν αἰσθητῶν μεσότης σωφροσύνη ἂν εἴη, μεσότης οὖσα ἀκολασίας καὶ ἀναισθησίας· ἡ δʼ ὑπερβολὴ ἀκολασία· ἡ δʼ ἔλλειψις ἤτοι ἀνώνυμος ἢ τοῖς εἰρημένοις ὀνόμασι προσαγορευομένη. ἀκριβέστερον δὲ περὶ τοῦ γένους τῶν ἡδονῶν ἔσται διαιρετέον ἐν τοῖς λεγομένοις ὕστερον περὶ ἐγκρατείας καὶ ἀκρασίας.τὸν αὐτὸν δὲ τρόπον ληπτέον καὶ περὶ πραότητος καὶ χαλεπότητος· καὶ γὰρ τὸν πρᾶον περὶ λύπην τὴν ἀπὸ θυμοῦ γιγνομένην ὁρῶμεν ὄντα, τῷ πρὸς ταύτην ἔχειν πώς. διεγράψαμεν δὲ καὶ ἀντεθήκαμεν τῷ ὀργίλῳ καὶ χαλεπῷ καὶ ἀγρίῳ (πάντα γὰρ τὰ τοιαῦτα τῆς αὐτῆς ἐστι διαθέσεως) τὸν ἀνδραποδώδη καὶ τὸν ἀνόητον. σχεδὸν γὰρ ταῦτα μάλιστα καλοῦσι τοὺς μηδʼ ἐφʼ ὅσοις δεῖ κινουμένους τὸν θυμόν, ἀλλὰ προπηλακιζομένους εὐχερῶς καὶ ταπεινοὺς πρὸς τὰς ὀλιγωρίας. ἔστι γὰρ ἀντικείμενον τῷ μὲν ταχὺ τὸ μόλις, τῷ δʼ ἠρέμα τὸ σφόδρα, τῷ δὲ πολὺν χρόνον τὸ ὀλίγον λυπεῖσθαι ταύτην τὴν λύπην ἣν καλοῦμεν θυμόν. ἐπεὶ δʼ ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων εἴπομεν, καὶ ἐνταῦθʼ ἐστὶν ὑπερβολὴ καὶ ἔλλειψις (ὁ μὲν γὰρ χαλεπὸς τοιοῦτος ἐστίν, ὁ καὶ θᾶττον καὶ μᾶλλον πάσχων καὶ πλείω χρόνον καὶ ὅτʼ οὐ δεῖ καὶ ὁποίοις οὐ δεῖ καὶ ἐπὶ πολλοῖς, ὁ δʼ ἀνδραποδώδης τοὐναντίον), δῆλον ὅτι ἔστι τις καὶ ὁ μέσος τῆς ἀνισότητος. ἐπεὶ οὖν ἡμαρτημέναι ἀμφότεραι αἱ ἕξεις ἐκεῖναι, φανερὸν ὅτι ἐπιεικὴς ἡ μέση τούτων ἕξις· οὔτε γὰρ προτερεῖ οὔθʼ ὑστερίζει οὔτε οἷς οὐ δεῖ ὀργίζεται οὔτε οἷς δεῖ οὐκ ὀργίζεται. ὥστʼ ἐπεὶ καὶ πραότης ἡ βελτίστη ἕξις περὶ ταῦτα τὰ πάθη ἐστίν, εἴη καὶ ἡ πραότης μεσότης τις, καὶ ὁ πρᾶος μέσος τοῦ χαλεποῦ καὶ τοῦ ἀνδραποδώδους.ἔστι δὲ καὶ ἡ μεγαλοψυχία καὶ ἡ μεγαλοπρέπεια καὶ ἡ ἐλευθεριότης μεσότητες. ἡ μὲν ἐλευθεριότης περὶ χρημάτων κτῆσιν καὶ ἀποβολήν. ὁ μὲν γὰρ κτήσει μὲν πάσῃ μᾶλλον χαίρων ἢ δεῖ, ἀποβολῇ δὲ πάσῃ λυπούμενος μᾶλλον ἢ δεῖ ἀνελεύθερος, ὁ δʼ ἀμφότερα ἧττον ἢ δεῖ ἄσωτος, ὁ δʼ ἄμφω ὡς δεῖ ἐλευθέριος. τοῦτο δὲ λέγω τὸ ὡς δεῖ, καὶ ἐπὶ τούτων καὶ ἐπὶ τῶν ἄλλων, τὸ ὡς ὁ λόγος ὁ ὀρθός. ἐπεὶ δʼ ἐκεῖνοι μέν εἰσιν ἐν ὑπερβολῇ καὶ ἐλλείψει, ὅπου δὲ ἔσχατα εἰσί, καὶ μέσον, καὶ τοῦτο βέλτιστον, ἓν δὲ περὶ ἕκαστον τῷ εἴδει τὸ βέλτιστον· ἀνάγκη καὶ τὴν ἐλευθεριότητα μεσότητα εἶναι ἀσωτίας καὶ ἀνελευθερίας περὶ χρημάτων κτῆσιν καὶ ἀποβολήν. διχῶς δὲ τὰ χρήματα λέγομεν καὶ τὴν χρηματιστικήν. ἣ μὲν γὰρ καθʼ αὑτὸ χρῆσις τοῦ κτήματος ἐστίν, οἷον ὑποδήματος ἢ ἱματίου, ἣ δὲ κατὰ συμβεβηκὸς μέν, οὐ μέντοι οὕτως ὡς ἂν εἴ τις σταθμῷ χρήσαιτο τῷ ὑποδήματι, ἀλλʼ οἷον ἡ πώλησις καὶ ἡ μίσθωσις· χρῆται γὰρ ὑποδήματι. ὁ δὲ φιλάργυρος ὁ περὶ τὸ νόμισμά ἐστιν ἐσπουδακώς, τὸ δὲ νόμισμα τῆς κτήσεως ἀντὶ τῆς κατὰ συμβεβηκὸς χρήσεως ἐστίν· ὁ δʼ ἀνελεύθερος ἂν εἴη καὶ ἄσωτος περὶ τὸν κατὰ συμβεβηκὸς τρόπον τοῦ χρηματισμοῦ, καὶ γὰρ ἐπὶ τοῦ κατὰ φύσιν χρηματισμοῦ τὴν αὔξησιν διώκει· ὁ δʼ ἄσωτος ἐλλείπει τῶν ἀναγκαίων· ὁ δʼ ἐλευθέριος τὴν περιουσίαν δίδωσιν. αὐτῶν δὲ τούτων εἴδη λέγονται διαφέροντα τῷ μᾶλλον καὶ ἧττον περὶ μόρια, οἷον ἀνελεύθερος φειδωλὸς καὶ κίμβιξ καὶ αἰσχροκερδής, φειδωλὸς μὲν ἐν τῷ μὴ προΐεσθαι, αἰσχροκερδὴς δʼ ἐν τῷ ὁτιοῦν προσίεσθαι, κίμβιξ δὲ ὁ σφόδρα περὶ μικρὰ διατεινόμενος, παραλογιστὴς δὲ καὶ ἀποστερητὴς ὁ ἄδικος κατʼ ἀνελευθερίαν. καὶ τοῦ ἀσώτου ὡσαύτως λαφύκτης μὲν ὁ ἐν τῷ ἀτάκτως ἀναλίσκειν, ἀλόγιστος δὲ ὁ ἐν τῷ μὴ ὑπομένειν τὴν ἀπὸ λογισμοῦ λύπην.