ἀλλʼ ἐπὶ μόναις ταῖς τοιαύταις φαινομέναις ἔσεσθαι λύπαις φόβος γίνεται, ὅσων ἡ φύσις ἀναιρετικὴ τοῦ ζῆν. διὸ καὶ σφόδρα τινὲς ὄντες μαλακοὶ περὶ ἔνια ἀνδρεῖοι εἰσί, καὶ ἔνιοι σκληροὶ καὶ καρτερικοὶ καὶ δειλοί. καὶ δὴ καὶ δοκεῖ σχεδὸν ἴδιον τῆς ἀνδρείας εἶναι τὸ περὶ τὸν θάνατον καὶ τὴν περὶ τούτου λύπην ἔχειν πώς. εἰ γάρ τις εἴη τοιοῦτος οἷος πρὸς ἀλέας καὶ ψύχη καὶ τὰς τοιαύτας λύπας ὑπομενετικός, ὡς ὁ λόγος, ἀκινδύνους οὔσας, πρὸς δὲ τὸν θάνατον καὶ μαλακὸς καὶ περίφοβος, μὴ διʼ ἄλλο τι πάθος ἀλλὰ διʼ αὐτὴν τὴν φθοράν, ἄλλος δὲ πρὸς μὲν ἐκείνας μαλακός, πρὸς δὲ τὸν θάνατον ἀπαθής· ἐκεῖνος μὲν ἂν εἶναι δόξειε δειλός, οὗτος δʼ ἀνδρεῖος. καὶ γὰρ κίνδυνος ἐπὶ τοῖς τοιούτοις λέγεται μόνοις τῶν φοβερῶν, ὅταν πλησίον ᾖ τὸ τῆς τοιαύτης φθορᾶς ποιητικόν. φαίνεται δὲ κίνδυνος, ὅταν πλησίον φαίνηται. τὰ μὲν οὖν φοβερά, περὶ ὅσα φαμὲν εἶναι τὸν ἀνδρεῖον, εἴρηται δὴ ὅτι τὰ φαινόμενα ποιητικὰ λύπης τῆς φθαρτικῆς· ταῦτα μέντοι πλησίον τε φαινόμενα καὶ μὴ πόρρω, καὶ τοσαῦτα τῷ μεγέθει ὄντα ἢ φαινόμενα ὥστʼ εἶναι σύμμετρα πρὸς ἄνθρωπον. ἔνια γὰρ ἀνάγκη παντὶ φαίνεσθαι ἀνθρώπῳ φοβερὰ καὶ διαταράττειν. οὐθὲν γὰρ κωλύει, ὥσπερ θερμὰ καὶ ψυχρά, καὶ τῶν ἄλλων δυνάμεων ἐνίας ὑπὲρ ἡμᾶς εἶναι καὶ τὰς τοῦ ἀνθρωπίνου σώματος ἕξεις· οὕτω καὶ τῶν περὶ τὴν ψυχὴν παθημάτων. οἱ μὲν οὖν δειλοὶ καὶ θρασεῖς ἐπιψεύδονται διὰ τὰς ἕξεις· τῷ μὲν γὰρ δειλῷ τά τε μὴ φοβερὰ δοκεῖ φοβερὰ εἶναι καὶ τὰ ἠρέμα σφόδρα, τῷ δὲ θρασεῖ τὸ ἐναντίον τά τε φοβερὰ θαρραλέα καὶ τὰ σφόδρα ἠρέμα, τῷ δʼ ἀνδρείῳ τἀληθῆ μάλιστα. διόπερ οὔτʼ εἴ τις ὑπομένοι τὰ φοβερὰ διʼ ἄγνοιαν, ἀνδρεῖος, οἷον εἴ τις τοὺς κεραυνοὺς ὑπομένοι φερομένους διὰ μανίαν, οὔτʼ εἰ γιγνώσκων ὅσος ὁ κίνδυνος, διὰ θυμόν, οἷον οἱ Κελτοὶ πρὸς τὰ κύματα ὅπλα ἀπαντῶσι λαβόντες, καὶ ὅλως ἡ βαρβαρικὴ ἀνδρεία μετὰ θυμοῦ ἐστίν.ἔνιοι δὲ καὶ διʼ ἄλλας ἡδονὰς ὑπομένουσιν. καὶ γὰρ ὁ θυμὸς ἡδονὴν ἔχει τινά· μετʼ ἐλπίδος γάρ ἐστι τιμωρίας. ἀλλʼ ὅμως οὔτʼ εἰ διὰ ταύτην οὔτʼ εἰ διʼ ἄλλην ἡδονὴν ὑπομένει τις τὸν θάνατον ἢ φυγὴν μειζόνων λυπῶν, οὐδεὶς δικαίως ἂν ἀνδρεῖος λέγοιτο τούτων. εἰ γὰρ ἦν ἡδὺ τὸ ἀποθνήσκειν, πολλάκις ἂν διʼ ἀκρασίαν ἀπέθνησκον οἱ ἀκόλαστοι, ὥσπερ καὶ νῦν αὐτοῦ μὲν τοῦ ἀποθνήσκειν οὐκ ὄντος ἡδέος, τῶν ποιητικῶν δʼ αὐτοῦ, πολλοὶ διʼ ἀκρασίαν περιπίπτουσιν εἰδότες, ὧν οὐθεὶς ἂν ἀνδρεῖος εἶναι δόξειεν, εἰ καὶ πάνυ ἑτοίμως ἀποθνήσκειν. οὔτʼ εἰ φεύγοντες τὸ πονεῖν, ὅπερ πολλοὶ ποιοῦσιν, οὐδὲ τῶν τοιούτων οὐδεὶς ἀνδρεῖος, καθάπερ καὶ Ἀγάθων φησὶ φαῦλοι βροτῶν γὰρ τοῦ πονεῖν ἡσσώμενοι, θανεῖν ἐρῶσιν. ὥσπερ καὶ τὸν Χείρωνα μυθολογοῦσιν οἱ ποιηταὶ διὰ τὴν ἀπὸ τοῦ ἕλκους ὀδύνην εὔξασθαι ἀποθανεῖν ἀθάνατον ὄντα. παραπλησίως δὲ τούτοις καὶ ὅσοι διʼ ἐμπειρίαν ὑπομένουσι τοὺς κινδύνους, ὅνπερ τρόπον σχεδὸν οἱ πλεῖστοι τῶν στρατιωτικῶν ἀνθρώπων ὑπομένουσιν. αὐτὸ γὰρ τοὐναντίον ἔχει ἢ ὡς ᾤετο Σωκράτης, ἐπιστήμην οἰόμενος εἶναι τὴν ἀνδρείαν. οὔτε γὰρ διὰ τὸ εἰδέναι τὰ φοβερὰ θαρροῦσιν οἱ ἐπὶ τοὺς ἱστοὺς ἀναβαίνειν ἐπιστάμενοι, ἀλλʼ ὅτι ἴσασι τὰς βοηθείας τῶν δεινῶν· οὔτε διʼ ὃ θαρραλεώτερον ἀγωνίζονται, τοῦτο ἀνδρεία. καὶ γὰρ ἂν ἡ ἰσχὺς καὶ ὁ πλοῦτος κατὰ Θέογνιν ἀνδρεία εἶεν· πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος. φανερῶς δʼ ἔνιοι δειλοὶ ὄντες ὅμως ὑπομένουσι διʼ ἐμπειρίαν· τοῦτο δέ, ὅτι οὐκ οἴονται κίνδυνον εἶναι· ἴσασι γὰρ τὰς βοηθείας. σημεῖον δέ· ὅταν γὰρ μὴ ἔχειν οἴωνται βοήθειαν, ἀλλʼ ἤδη πλησίον ᾖ τὸ δεινόν, οὐχ ὑπομένουσιν. ἀλλὰ πάντων τῶν τοιούτων ἀνδρείων οἱ διὰ τὴν αἰδῶ ὑπομένοντες μάλιστα φανεῖεν ἂν ἀνδρεῖοι, καθάπερ καὶ Ὅμηρος τὸν Ἕκτορά φησιν ὑπομεῖναι τὸν κίνδυνον τὸν πρὸς τὸν Ἀχιλλέα· Ἕκτορα δʼ αἰδὼς εἷλε· καὶ Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει. καὶ ἐστὶν ἡ πολιτικὴ ἀνδρεία αὕτη.ἡ δʼ ἀληθὴς οὔτε αὕτη οὔτʼ ἐκείνων οὐδεμία, ἀλλὰ ὁμοία μέν, ὥσπερ καὶ ἡ τῶν θηρίων, ἃ διὰ τὸν θυμὸν ὁμόσε τῇ πληγῇ φέρεται. οὔτε γὰρ ὅτι ἀδοξήσει, δεῖ μένειν φοβουμένους, οὔτε διʼ ὀργήν, οὔτε διὰ τὸ μὴ νομίζειν ἀποθανεῖσθαι, ἢ διὰ τὸ δυνάμεις ἔχειν φυλακτικάς· οὐδὲ γὰρ οἰήσεται οὕτω γε φοβερὸν εἶναι οὐθέν. ἀλλʼ ἐπειδὴ πᾶσα ἀρετὴ προαιρετική (τοῦτο δὲ πῶς λέγομεν, εἴρηται πρότερον, ὅτι ἕνεκά τινος πάντα αἱρεῖσθαι ποιεῖ, καὶ τοῦτό ἐστι τὸ οὗ ἕνεκα, τὸ καλόν), δῆλον ὅτι καὶ ἡ ἀνδρεία ἀρετή τις οὖσα ἕνεκά τινος ποιήσει τὰ φοβερὰ ὑπομένειν, ὥστʼ οὔτε διʼ ἄγνοιαν (ὀρθῶς γὰρ μᾶλλον ποιεῖ κρίνειν) οὔτε διʼ ἡδονήν, ἀλλʼ ὅτι καλόν, ἐπεί, ἄν γε μὴ καλὸν ᾖ ἀλλὰ μανικόν, οὐχ ὑπομένει· αἰσχρὸν γάρ.περὶ ποῖα μὲν οὖν ἐστιν ἡ ἀνδρεία μεσότης καὶ τίνων καὶ διὰ τί, καὶ τὰ φοβερὰ τίνα δύναμιν ἔχει, σχεδὸν εἴρηται κατὰ τὴν παροῦσαν ἔφοδον ἱκανῶς· περὶ δὲ σωφροσύνης καὶ ἀκολασίας μετὰ ταῦτα διελέσθαι πειρατέον. λέγεται δʼ ὁ ἀκόλαστος πολλαχῶς. ὅ τε γὰρ μὴ κεκολασμένος πως μηδʼ ἰατρευμένος, ὥσπερ ἄτμητος ὁ μὴ τετμημένος, καὶ τούτων ὃ μὲν δυνατός, ὃ δʼ ἀδύνατος· ἄτμητον γὰρ τό τε μὴ δυνάμενον τμηθῆναι καὶ τὸ δυνατὸν μὲν μὴ τετμημένον δέ. τὸν αὐτὸν δὲ τρόπον καὶ τὸ ἀκόλαστον. καὶ γὰρ τὸ μὴ πεφυκὸς δέχεσθαι κόλασιν, καὶ τὸ πεφυκὸς μὲν μὴ κεκολασμένον δὲ περὶ ἁμαρτίας, περὶ ἃς ὀρθοπραγεῖ ὁ σώφρων, ὥσπερ οἱ παῖδες· κατὰ ταύτην γὰρ ἀκόλαστοι λέγονται τὴν ἀκοκασίαν. ἔτι δʼ ἄλλον τρόπον οἱ δυσίατοι καὶ οἱ ἀνίατοι πάμπαν διὰ κολάσεως. πλεοναχῶς δὲ λεγομένης τῆς ἀκολασίας, ὅτι μὲν περὶ ἡδονάς τινας καὶ λύπας εἰσί, φανερόν, καὶ ὅτι ἐν τῷ περὶ ταύτας διακεῖσθαί πως καὶ ἀλλήλων διαφέρουσι καὶ τῶν ἄλλων· διεγράψαμεν δὲ πρότερον πῶς τὴν ἀκολασίαν ὀνομάζοντες μεταφέρομεν. τοὺς δὲ ἀκινήτως ἔχοντας διʼ ἀναισθησίαν πρὸς τὰς αὐτὰς ἡδονὰς οἳ μὲν καλοῦσιν ἀναισθήτους, οἳ δὲ ἄλλοις ὀνόμασι τοιούτους προσαγορεύουσιν. ἔστι δʼ οὐ πάνυ γνώριμον τὸ πάθος οὐδʼ ἐπιπόλαιον διὰ τὸ πάντας ἐπὶ θάτερον ἁμαρτάνειν μᾶλλον καὶ πᾶσιν εἶναι σύμφυτον τὴν τῶν τοιούτων ἡδέων ἧτταν καὶ αἴσθησιν. μάλιστα δʼ εἰσὶ τοιοῦτοι, οἵους οἱ κωμῳδοδιδάσκαλοι παράγουσιν ἀγροίκους, οἳ οὐδὲ τὰ μέτρια καὶ τὰ ἀναγκαῖα πλησιάζουσι τοῖς ἡδέσιν. ἐπεὶ δʼ ὁ σώφρων ἐστὶ περὶ ἡδονάς, ἀνάγκη καὶ περὶ ἐπιθυμίας τινὰς αὐτὸν εἶναι. δεῖ δὴ λαβεῖν περὶ τίνας. οὐ γὰρ περὶ πάσας οὐδὲ περὶ ἅπαντα τὰ ἡδέα ὁ σώφρων σώφρων ἐστίν, ἀλλὰ τῇ μὲν δόξῃ περὶ δύο τῶν αἰσθητῶν, περί τε τὸ γευστὸν καὶ τὸ ἁπτόν, τῇ δʼ ἀληθείᾳ περὶ τὸ ἁπτόν·