ἐπεὶ δʼ αἱ διανοητικαὶ μετὰ λόγου, αἱ μὲν τοιαῦται τοῦ λόγον ἔχοντος, ὃ ἐπιτακτικόν ἐστι τῆς ψυχῆς ᾗ λόγον ἔχει, αἱ δʼ ἠθικαὶ τοῦ ἀλόγου μέν, ἀκολουθητικοῦ δὲ κατὰ φύσιν τῷ λόγον ἔχοντι· οὐ γὰρ λέγομεν ποῖός τις τὸ ἦθος, ὅτι σοφὸς ἢ δεινός, ἀλλʼ ὅτι πρᾶος ἢ θρασύς. μετὰ ταῦτα σκεπτέον πρῶτον περὶ ἀρετῆς ἠθικῆς, τί ἐστι, καὶ ποῖα μόρια αὐτῆς (εἰς τοῦτο γὰρ ἀνῆκται), καὶ γίνεται διὰ τίνων. δεῖ δὴ ζητεῖν ὥσπερ ἐν τοῖς ἄλλοις ἔχοντές τι ζητοῦσι πάντες, ὥστε ἀεὶ διὰ τῶν ἀληθῶς μὲν λεγομένων οὐ σαφῶς δὲ πειρᾶσθαι λαβεῖν καὶ τὸ ἀληθῶς καὶ σαφῶς. νῦν γὰρ ὁμοίως ἔχομεν ὥσπερ ἂν εἰ καὶ ὑγίειαν, ὅτι ἡ ἀρίστη διάθεσις τοῦ σώματος, καὶ Κορίσκος ὁ τῶν ἐν τῇ ἀγορᾷ μελάντατος· τί μὲν γὰρ ἑκάτερον τούτων οὐκ ἴσμεν, πρὸς μέντοι τὸ εἰδέναι τί ἑκάτερον αὐτῆς πρὸ ἔργου τὸ οὕτως ἔχειν.—ὑποκείσθω δὴ πρῶτον ἡ βελτίστη διάθεσις ὑπὸ τῶν βελτίστων γίγνεσθαι, καὶ πράττεσθαι ἄριστα περὶ ἕκαστον ἀπὸ τῆς ἑκάστου ἀρετῆς, οἷον πόνοι τε ἄριστοι καὶ τροφὴ ἀφʼ ὧν γίνεται εὐεξία, καὶ ἀπὸ τῆς εὐεξίας πονοῦσιν ἄριστα· ἔτι πᾶσαν διάθεσιν ὑπὸ τῶν αὐτῶν γίγνεσθαι καὶ φθείρεσθαι πὼς προσφερομένων, ὥσπερ ὑγίεια ὑπὸ τροφῆς καὶ πόνων καὶ ὥρας. ταῦτα δὲ δῆλα ἐκ τῆς ἐπαγωγῆς. καὶ ἡ ἀρετὴ ἄρα ἡ τοιαύτη διάθεσις ἐστίν, ἣ γίνεταί τε ὑπὸ τῶν ἀρίστων περὶ ψυχὴν κινήσεων καὶ ἀφʼ ἧς πράττεται τὰ ἄριστα τῆς ψυχῆς ἔργα καὶ πάθη, καὶ ὑπὸ τῶν αὐτῶν πὼς μὲν γίνεται, πὼς δὲ φθείρεται, καὶ πρὸς ταὐτὰ ἡ χρῆσις αὐτῆς ὑφʼ ὧν καὶ αὔξεται καὶ φθείρεται, πρὸς ἃ βέλτιστα διατίθησιν. σημεῖον δʼ ὅτι περὶ ἡδέα καὶ λυπηρὰ καὶ ἡ ἀρετὴ καὶ ἡ κακία· αἱ γὰρ κολάσεις ἰατρεῖαι οὖσαι καὶ γινόμεναι διὰ τῶν ἐναντίων, καθάπερ ἐπὶ τῶν ἄλλων, διὰ τούτων εἰσίν.ὅτι μὲν τοίνυν ἡ ἠθικὴ ἀρετὴ περὶ ἡδέα καὶ λυπηρά ἐστι, δῆλον· ἐπεὶ δʼ ἐστὶ τὸ ἦθος, ὥσπερ καὶ τὸ ὄνομα σημαίνει ὅτι ἀπὸ ἔθους ἔχει τὴν ἐπίδοσιν, ἐθίζεται δὲ τὸ ὑπʼ ἀγωγῆς μὴ ἐμφύτου τῷ πολλάκις κινεῖσθαι πώς, οὕτως ἤδη τὸ ἐνεργητικόν, ὃ ἐν τοῖς ἀψύχοις οὐχ ὁρῶμεν (οὐδὲ γὰρ ἂν μυριάκις ῥίψῃς ἄνω τὸν λίθον, οὐδέποτε ποιήσει τοῦτο μὴ βίᾳ), διὸ ἔστω τὸ ἦθος τοῦτο ψυχῆς κατὰ ἐπιτακτικὸν λόγον τοῦ ἀλόγου μέν, δυναμένου δʼ ἀκολουθεῖν τῷ λόγῳ ποιότης. λεκτέον δὴ κατὰ τί τῆς ψυχῆς ποιότης τὰ ἤθη. ἔστι δὲ κατά τε τὰς δυνάμεις τῶν παθημάτων, καθʼ ἃς ὡς παθητικοὶ λέγονται, καὶ κατὰ τὰς ἕξεις, καθʼ ἃς πρὸς τὰ πάθη ταῦτα λέγονται τῷ πάσχειν πως ἢ ἀπαθεῖς εἶναι. μετὰ ταῦτα ἡ διαίρεσις ἐν τοῖς ἀπηλλαγμένοις τῶν παθημάτων καὶ τῶν δυνάμεων καὶ τῶν ἕξεων. λέγω δὲ πάθη μὲν τὰ τοιαῦτα, θυμὸν φόβον αἰδῶ ἐπιθυμίαν, ὅλως οἷς ἕπεται ὡς ἐπὶ τὸ πολὺ ἡ αἰσθητικὴ ἡδονὴ ἢ λύπη καθʼ αὑτά. καὶ κατὰ μὲν ταῦτα οὐκ ἔστι ποιότης, ἀλλὰ πάσχει, κατὰ δὲ τὰς δυνάμεις ποιότης. λέγω δὲ τὰς δυνάμεις καθʼ ἃς λέγονται κατὰ τὰ πάθη οἱ ἐνεργοῦντες, οἷον ὀργίλος ἀνάλγητος ἐρωτικὸς αἰσχυντηλὸς ἀναίσχυντος. ἕξεις δέ εἰσιν ὅσαι αἴτιαί εἰσι τοῦ ταῦτα ἢ κατὰ λόγον ὑπάρχειν ἢ ἐναντίως, οἷον ἀνδρεία σωφροσύνη δειλία ἀκολασία.διωρισμένων δὲ τούτων, ληπτέον ὅτι ἐν ἅπαντι συνεχεῖ καὶ διαιρετῷ ἐστιν ὑπεροχὴ καὶ ἔλλειψις καὶ μέσον, καὶ ταῦτα ἢ πρὸς ἄλληλα ἢ πρὸς ἡμᾶς, οἷον ἐν γυμναστικῇ, ἐν ἰατρικῇ, ἐν οἰκοδομικῇ, ἐν κυβερνητικῇ, καὶ ἐν ὁποιᾳοῦν πράξει, καὶ ἐπιστημονικῇ καὶ ἀνεπιστημονικῇ, καὶ τεχνικῇ καὶ ἀτέχνῳ. ἡ μὲν γὰρ κίνησις συνεχές, ἡ δὲ πρᾶξις κίνησις. ἐν πᾶσι δὲ τὸ μέσον τὸ πρὸς ἡμᾶς βέλτιστον· τοῦτο γάρ ἐστιν ὡς ἡ ἐπιστήμη κελεύει καὶ ὁ λόγος. πανταχοῦ δὲ τοῦτο καὶ ποιεῖ τὴν βελτίστην ἕξιν. καὶ τοῦτο δῆλον διὰ τῆς ἐπαγωγῆς καὶ τοῦ λόγου. τὰ γὰρ ἐναντία φθείρει ἄλληλα· τὰ δʼ ἄκρα καὶ ἀλλήλοις καὶ τῷ μέσῳ ἐναντία. τὸ γὰρ μέσον ἑκάτερον πρὸς ἑκάτερον ἐστίν, οἷον τὸ ἴσον τοῦ μὲν ἐλάττονος μεῖζον, τοῦ μείζονος δὲ ἔλαττον. ὥστʼ ἀνάγκη τὴν ἠθικὴν ἀρετὴν περὶ μέσʼ ἄττα εἶναι καὶ μεσότητα τινά. ληπτέον ἄρα ἡ ποία μεσότης ἀρετή, καὶ περὶ ποῖα μέσα. εἰλήφθω δὴ παραδείγματος χάριν, καὶ θεωρείσθω ἕκαστον ἐκ τῆς ὑπογραφῆς. ὀργιλότης ἀναλγησία πραότης. θρασύτης δειλία ἀνδρεία. ἀναισχυντία κατάπληξις αἰδώς. ἀκολασία ἀναισθησία σωφροσύνη. φθόνος ἀνώνυμον νέμεσις. κέρδος ζημία δίκαιον. ἀσωτία ἀνελευθερία ἐλευθεριότης. ἀλαζονεία εἰρωνεία ἀλήθεια. κολακεία ἀπέχθεια φιλία. ἀρέσκεια αὐθάδεια σεμνότης. τρυφερότης κακοπάθεια καρτερία. χαυνότης μικροψυχία μεγαλοψυχία. δαπανηρία μικροπρέπεια μεγαλοπρέπεια. πανουργία εὐήθεια φρόνησις. τὰ μὲν πάθη ταῦτα καὶ τοιαῦτα συμβαίνει ταῖς ψυχαῖς, πάντα δὲ λέγεται τὰ μὲν τῷ ὑπερβάλλειν τὰ δὲ τῷ ἐλλείπειν. ὀργίλος μὲν γάρ ἐστιν ὁ μᾶλλον ἢ δεῖ ὀργιζόμενος καὶ θᾶττον καὶ πλείοσιν ἢ οἷς δεῖ, ἀνάλγητος δὲ ὁ ἐλλείπων καὶ οἷς καὶ ὅτε καὶ ὥς· καὶ θρασὺς μὲν ὁ μήτε ἃ χρὴ φοβούμενος μήθʼ ὅτε μήθʼ ὥς, δειλὸς δὲ ὁ καὶ ἃ μὴ δεῖ καὶ ὅτʼ οὐ δεῖ καὶ ὡς οὐ δεῖ·ὁμοίως δὲ καὶ ὁ ἀκόλαστος καὶ ὁ ἐπιθυμητικὸς καὶ ὁ ὑπερβάλλων πᾶσιν ὅσοις ἐνδέχεται, ἀναίσθητος δὲ ὁ ἐλλείπων καὶ μηδʼ ὅσον βέλτιον καὶ κατὰ τὴν φύσιν ἐπιθυμῶν, ἀλλʼ ἀπαθὴς ὥσπερ λίθος· κερδαλέος δὲ ὁ πανταχόθεν πλεονεκτικός, ζημιώδης δὲ ὁ μηδαμόθεν, ἀλλʼ ὀλιγαχόθεν· ἀλαζὼν δὲ ὁ πλείω τῶν ὑπαρχόντων προσποιούμενος, εἴρων δὲ ὁ ἐλάττω· καὶ κόλαξ μὲν ὁ πλείω συνεπαινῶν ἢ καλῶς ἔχει, ἀπεχθητικὸς δὲ ὁ ἐλάττω· καὶ τὸ μὲν λίαν πρὸς ἡδονὴν ἀρέσκεια, τὸ δʼ ὀλίγα καὶ μόγις εὐθάδεια· ἔτι δʼ ὁ μὲν μηδεμίαν ὑπομένων λύπην, μηδʼ εἰ βέλτιον, τρυφερός, ὁ δὲ πᾶσαν ὁμοίως ὡς μὲν ἁπλῶς εἰπεῖν ἀνώνυμος, μεταφορᾷ δὲ λέγεται σκληρὸς καὶ ταλαίπωρος καὶ κακοπαθητικός· χαῦνος δʼ ὁ μειζόνων ἀξιῶν αὑτόν, μικρόψυχος δʼ ὁ ἐλαττόνων· ἔτι δʼ ἄσωτος ὁ πρὸς ἅπασαν δαπάνην ὑπερβάλλων, ἀνελεύθερος δὲ ὁ πρὸς ἅπασαν ἐλλείπων· ὁμοίως δὲ καὶ ὁ μικροπρεπὴς καὶ ὁ σαλάκων, ὁ μὲν γὰρ ὑπερβάλλει τὸ πρέπον, ὁ δʼ ἐλλείπει τοῦ πρέποντος· καὶ ὁ μὲν πανοῦργος πάντως καὶ πάντοθεν πλεονεκτικός, ὁ δʼ εὐήθης οὐδʼ ὅθεν δεῖ· φθονερὸς δὲ τῷ λυπεῖσθαι ἐπὶ πλείοσιν εὐπραγίαις ἢ δεῖ (καὶ γὰρ οἱ ἄξιοι εὖ πράττειν λυποῦσι τοὺς φθονεροὺς εὖ πράττοντες), ὁ δʼ ἐναντίος ἀνωνυμώτερος, ἔστι δʼ ὁ ὑπερβάλλων ἐπὶ τῷ μὴ λυπεῖσθαι μηδʼ ἐπὶ τοῖς ἀναξίοις εὖ πράττουσιν, ἀλλʼ εὐχερὴς ὥσπερ οἱ γαστρίμαργοι πρὸς τροφήν, ὃ δὲ δυσχερὴς κατὰ τὸν φθόνον ἐστίν.— τὸ δὲ πρὸς ἕκαστον μὴ κατὰ συμβεβηκὸς οὕτως ἔχειν περίεργον διορίζειν· οὐδεμία γὰρ ἐπιστήμη, οὔτε θεωρητικὴ οὔτε ποιητική, οὔτε λέγει οὔτε πράττει τοῦτο προσδιορίζουσα, ἀλλὰ τοῦτʼ ἐστι πρὸς τὰς συκοφαντίας τῶν τεχνῶν τὰς λογικάς. ἁπλῶς μὲν οὖν διωρίσθω τὸν τρόπον τοῦτον, ἀκριβέστερον δʼ, ὅταν περὶ τῶν ἕξεων λέγωμεν τῶν ἀντικειμένων. αὐτῶν δὲ τούτων τῶν παθημάτων εἴδη κατονομάζεται τῷ διαφέρειν κατὰ τὴν ὑπερβολὴν ἢ χρόνου ἢ τοῦ μᾶλλον ἢ πρός τι τῶν ποιούντων τὰ πάθη.