Ἀθηναῖοι τὸ μὲν ἐξ ἀρχῆς ἐχρῶντο βασιλείᾳ. συνοικησάντος δὲ Ἴωνος αὐτοῖς τότε πρῶτον Ἴωνες ἐκλήθησαν. Πανδίων δὲ βασιλεύσας μετὰ Ἐρεχθέα διένειμε τὴν ἀρχὴν τοῖς υἱοῖς. καὶ διετέλουν οὗτοι στασίαζοντες.Ἀπόλλων πατρῷος ὁ Πύθιος. προσηγορία τίς ἐστι τοῦ θεοῦ, πολλῶν καὶ ἄλλων οὐσῶν. τὸν δὲ Ἀπόλλωνα κοινῶς πατρῷον τιμῶσιν Ἀθηναῖοι ἀπὸ Ἴωνος· τούτου γὰρ ‹συν›οἰκήσαντος τὴν Ἀττικήν, ὡς Ἀριστοτέλης φησί, τοὺς Ἀθηναίους Ἴωνας κληθῆναι, καὶ Ἀπόλλωνα Πατρῷον αὐτοῖς ὀνομασθῆναι.πατρῷον δὲ τιμῶσιν Ἀπόλλωνα Ἀθηναῖοι, ἐπεὶ Ἴων ὁ πολέμαρχος Ἀθηναίων ἐξ Ἀπόλλωνος καὶ Κρεούσης τῆς Ξούθου ‹γυναικὸς› ἐγένετο. Cf. Bekk. An. 291 = Schol. Plat. Euthydem. 302 C.