πολλῶν γὰρ τόδʼ ἐν βροτοῖς ἄκος.ἆρα φρονοῦσιν γλώσσης ἀγαθῆςὁδὸν εὑρίσκειν;ἐκ τῶν φοβερῶν τῶνδε προσώπωνμέγα κέρδος ὁρῶ τοῖσδε πολίταις·τάσδε γὰρ εὔφρονας εὔφρονες αἰεὶμέγα τιμῶντες καὶ γῆν καὶ πόλινὀρθοδίκαιονπρέψετε πάντως διάγοντες.χαίρετε χαίρετʼ ἐν αἰσιμίαισι πλούτου.χαίρετʼ ἀστικὸς λεώς,ἴκταρ ἥμενοι Διός,παρθένου φίλας φίλοισωφρονοῦντες ἐν χρόνῳ.Παλλάδος δʼ ὑπὸ πτεροῖςὄντας ἅζεται πατήρ.χαίρετε χὐμεῖς· προτέραν δʼ ἐμὲ χρὴστείχειν θαλάμους ἀποδείξουσανπρὸς φῶς ἱερὸν τῶνδε προπομπῶν.ἴτε καὶ σφαγίων τῶνδʼ ὑπὸ σεμνῶνκατὰ γῆς σύμεναι τὸ μὲν ἀτηρὸνχώρας κατέχειν, τὸ δὲ κερδαλέονπέμπειν πόλεως ἐπὶ νίκῃ.ὑμεῖς δʼ ἡγεῖσθε, πολισσοῦχοιπαῖδες Κραναοῦ, ταῖσδε μετοίκοις.εἴη δʼ ἀγαθῶνἀγαθὴ διάνοια πολίταις.χαίρετε, χαίρετε δʼ αὖθις, ἐπανδιπλάζω,πάντες οἱ κατὰ πτόλιν,δαίμονές τε καὶ βροτοί,Παλλάδος πόλιν νέμον-τες· μετοικίαν δʼ ἐμὴνεὖ σέβοντες οὔτι μέμ-ψεσθε συμφορὰς βίου.αἰνῶ τε μύθους τῶνδε τῶν κατευγμάτωνπέμψω τε φέγγει λαμπάδων σελασφόρωνεἰς τοὺς ἔνερθε καὶ κατὰ χθονὸς τόπουςξὺν προσπόλοισιν, αἵτε φρουροῦσιν βρέταςτοὐμὸν δικαίως. ὄμμα γὰρ πάσης χθονὸςΘησῇδος ἐξίκοιτʼ ἂν εὐκλεὴς λόχος