πλουτόχθων ἑρμαίανδαιμόνων δόσιν τίοι.ἦ τάδʼ ἀκούετε, πόλεως φρούριον,οἷʼ ἐπικραίνει; μέγα γὰρ δύναταιπότνιʼ Ἐρινὺς παρά τʼ ἀθανάτοιςτοῖς θʼ ὑπὸ γαῖαν, περί τʼ ἀνθρώπωνφανερῶς τελέως διαπράσσουσιν,τοῖς μὲν ἀοιδάς, τοῖς δʼ αὖ δακρύωνβίον ἀμβλωπὸν παρέχουσαι.ἀνδροκμῆτας δʼ ἀώρ-ους ἀπεννέπω τύχας,νεανίδων τʼ ἐπηράτωνἀνδροτυχεῖς βιότουςδότε, κύριʼ ἔχοντες,θεαί τʼ ὦ Μοῖραιματροκασιγνῆται,δαίμονες ὀρθονόμοι,παντὶ δόμῳ μετάκοινοι,παντὶ χρόνῳ δʼ ἐπιβριθεῖςἐνδίκοις ὁμιλίαις,πάντᾳ τιμιώταται θεῶν.τάδε τοι χώρᾳ τἠμῇ προφρόνωςἐπικραινομένωνγάνυμαι· στέργω δʼ ὄμματα Πειθοῦς,ὅτι μοι γλῶσσαν καὶ στόμʼ ἐπωπᾷπρὸς τάσδʼ ἀγρίως ἀπανηναμένας·ἀλλʼ ἐκράτησε Ζεὺς ἀγοραῖος·νικᾷ δʼ ἀγαθῶνἔρις ἡμετέρα διὰ παντός.τὰν δʼ ἄπληστον κακῶνμήποτʼ ἐν πόλει στάσιντᾷδʼ ἐπεύχομαι βρέμειν.μηδὲ πιοῦσα κόνιςμέλαν αἷμα πολιτᾶνδιʼ ὀργὰν ποινᾶςἀντιφόνους ἄταςἁρπαλίσαι πόλεως.χάρματα δʼ ἀντιδιδοῖενκοινοφιλεῖ διανοίᾳ,καὶ στυγεῖν μιᾷ φρενί·