ἐξ οὐρανοῦ τε· κἀνέμων ἀήματαεὐηλίως πνέοντʼ ἐπιστείχειν χθόνα·καρπόν τε γαίας καὶ βοτῶν ἐπίρρυτονἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνῳ,καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν.τῶν εὐσεβούντων δʼ ἐκφορωτέρα πέλοις.στέργω γάρ, ἀνδρὸς φιτυποίμενος δίκην,τὸ τῶν δικαίων τῶνδʼ ἀπένθητον γένος.τοιαῦτα σοὔστι. τῶν ἀρειφάτων δʼ ἐγὼπρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐτήνδʼ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν.δέξομαι Παλλάδος ξυνοικίαν,οὐδʼ ἀτιμάσω πόλιν,τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρης τεφρούριον θεῶν νέμει,ῥυσίβωμον Ἑλλάνων ἄγαλμα δαιμόνων·ᾇτʼ ἐγὼ κατεύχομαιθεσπίσασα πρευμενῶςἐπισσύτους βίου τύχας ὀνησίμουςγαίας ἐξαμβρῦσαιφαιδρὸν ἁλίου σέλας.τάδʼ ἐγὼ προφρόνως τοῖσδε πολίταιςπράσσω, μεγάλας καὶ δυσαρέστουςδαίμονας αὐτοῦ κατανασσαμένη.πάντα γὰρ αὗται τὰ κατʼ ἀνθρώπουςἔλαχον διέπειν.ὁ δὲ μὴ κύρσας βαρεῶν τούτωνοὐκ οἶδεν ὅθεν πληγαὶ βιότου.τὰ γὰρ ἐκ προτέρων ἀπλακήματά νινπρὸς τάσδʼ ἀπάγει, σιγῶν δʼ ὄλεθροςκαὶ μέγα φωνοῦντʼἐχθραῖς ὀργαῖς ἀμαθύνει.δενδροπήμων δὲ μὴ πνέοι βλάβα,τὰν ἐμὰν χάριν λέγω·φλογμός τʼ ὀμματοστερὴς φυτῶν, τὸμὴ περᾶν ὅρον τόπων,μηδʼ ἄκαρπος αἰανὴς ἐφερπέτω νόσος,μῆλά τʼ εὐθενοῦντα γᾶξὺν διπλοῖσιν ἐμβρύοιςτρέφοι χρόνῳ τεταγμένῳ· γόνος δʼ