θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών,ἐν ᾧ τις ἔσται δεινὸς εὐκλείας ἔρως·ἐνοικίου δʼ ὄρνιθος οὐ λέγω μάχηντοιαῦθʼ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ,εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένηνχώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης.ἐμὲ παθεῖν τάδε, φεῦ,ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν,φεῦ, ἀτίετον μύσος.πνέω τοι μένος ἅπαντά τε κότον.οἶ οἶ δᾶ, φεῦ.τίς μʼ ὑποδύεται, τίς ὀδύνα πλευράς;θυμὸν ἄιε, μᾶτερΝύξ· ἀπὸ γάρ με τι-μᾶν δαναιᾶν θεῶνδυσπάλαμοι παρʼ οὐδὲν ἦραν δόλοι.οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά,ὡς μήποτʼ εἴπῃς πρὸς νεωτέρας ἐμοῦθεὸς παλαιὰ καὶ πολισσούχων βροτῶνἄτιμος ἔρρειν τοῦδʼ ἀπόξενος πέδου.ἀλλʼ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας;γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον,σὺ δʼ οὖν μένοις ἄν· εἰ δὲ μὴ θέλεις μένειν,οὔ τἂν δικαίως τῇδʼ ἐπιρρέποις πόλειμῆνίν τινʼ ἢ κότον τινʼ ἢ βλάβην στρατῷ.ἔξεστι γάρ σοι τῆσδε γαμόρῳ χθονὸςεἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένῃ.ἄνασσʼ Ἀθάνα, τίνα με φὴς ἔχειν ἕδραν;πάσης ἀπήμονʼ οἰζύος· δέχου δὲ σύ.καὶ δὴ δέδεγμαι· τίς δέ μοι τιμὴ μένει;ὡς μή τινʼ οἶκον εὐθενεῖν ἄνευ σέθεν.σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον;τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν.καί μοι πρόπαντος ἐγγύην θήσῃ χρόνου;ἔξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ.θέλξειν μʼ ἔοικας καὶ μεθίσταμαι κότου.τοιγὰρ κατὰ χθόνʼ οὖσʼ ἐπικτήσῃ φίλους.τί οὖν μʼ ἄνωγας τῇδʼ ἐφυμνῆσαι χθονί;ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα,καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου