Νυκτὸς ἀτιμοπενθεῖς.οὐκ ἔστʼ ἄτιμοι, μηδʼ ὑπερθύμως ἄγανθεαὶ βροτῶν κτίσητε δύσκηλον χθόνα.κἀγὼ πέποιθα Ζηνί, καὶ τί δεῖ λέγειν;καὶ κλῇδας οἶδα δώματος μόνη θεῶν,ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος·ἀλλʼ οὐδὲν αὐτοῦ δεῖ· σὺ δʼ εὐπιθὴς ἐμοὶγλώσσης ματαίας μὴ ʼκβάλῃς ἔπη χθονί,καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶςκοίμα κελαινοῦ κύματος πικρὸν μένοςὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί·πολλῆς δὲ χώρας τῆσδʼ ἔτʼ ἀκροθίνιαθύη πρὸ παίδων καὶ γαμηλίου τέλουςἔχουσʼ ἐς αἰεὶ τόνδʼ ἐπαινέσεις λόγον.ἐμὲ παθεῖν τάδε, φεῦ,ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν,φεῦ, ἀτίετον μύσος.πνέω τοι μένος ἅπαντά τε κότον.οἶ οἶ δᾶ, φεῦ.τίς μʼ ὑποδύεται, τίς ὀδύνα πλευράς ;θυμὸν ἄιε, μᾶτερΝύξ· ἀπὸ γάρ με τι-μᾶν δαναιᾶν θεῶνδυσπάλαμοι παρʼ οὐδὲν ἦραν δόλοι.ὀργὰς ξυνοίσω σοι· γεραιτέρα γὰρ εἶ.καὶ τῷ μὲν εἶ σὺ κάρτʼ ἐμοῦ σοφωτέρα·φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς.ὑμεῖς δʼ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόναγῆς τῆσδʼ ἐρασθήσεσθε· προυννέπω τάδε.οὑπιρρέων γὰρ τιμιώτερος χρόνοςἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίανἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέωςτεύξῃ παρʼ ἀνδρῶν καὶ γυναικείων στόλων,ὅσων παρʼ ἄλλων οὔποτʼ ἂν σχέθοις βροτῶν.σὺ δʼ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃςμήθʼ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβαςνέων, ἀοίνοις ἐμμανεῖς θυμώμασιν,μήτʼ, ἐξελοῦσʼ ὡς καρδίαν ἀλεκτόρων,ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρηἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν.