ἐν γᾷ τᾷδε, φεῦ,ἰὸν ἰὸν ἀντιπενθῆμεθεῖσα καρδίας, σταλαγμὸν χθονὶἄφορον· ἐκ δὲ τοῦλειχὴν ἄφυλλος, ἄτεκνος,ἰὼ δίκα, πέδον ἐπισύμενοςβροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.στενάζω· τί ῥέξω;γελῶμαι πολίταις.δύσοισθʼ ἅπαθον.ἰὼ μεγάλα τοὶ κόραι δυστυχεῖςΝυκτὸς ἀτιμοπενθεῖς.ἐμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν.οὐ γὰρ νενίκησθʼ, ἀλλʼ ἰσόψηφος δίκηἐξῆλθʼ ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν·ἀλλʼ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν,αὐτός θʼ ὁ χρήσας αὐτὸς ἦν ὁ μαρτυρῶν,ὡς ταῦτʼ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν.ὑμεῖς δὲ μὴ θυμοῦσθε μηδὲ τῇδε γῇβαρὺν κότον σκήψητε, μηδʼ ἀκαρπίαντεύξητʼ, ἀφεῖσαι δαιμόνων σταλάγματα,βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους.ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαιἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸςλιπαροθρόνοισιν ἡμένας ἐπʼ ἐσχάραιςἕξειν ὑπʼ ἀστῶν τῶνδε τιμαλφουμένας.ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμουςκαθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.ἐγὼ δʼ ἄτιμος ἁ τάλαινα βαρύκοτοςἐν γᾷ τᾷδε, φεῦ,ἰὸν ἰὸν ἀντιπενθῆμεθεῖσα καρδίας, σταλαγμὸν χθονὶἄφορον· ἐκ δὲ τοῦλειχὴν ἄφυλλος, ἄτεκνος,ἰὼ δίκα, πέδον ἐπισύμενοςβροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.στενάζω· τί ῥέξω;γελῶμαι πολίταις·δύσοισθʼ ἅπαθον.ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς