νικᾷ δʼ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ.ἐκβάλλεθʼ ὡς τάχιστα τευχέων πάλους,ὅσοις δικαστῶν τοῦτʼ ἐπέσταλται τέλος.ὦ Φοῖβʼ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται;ὦ Νὺξ μέλαινα μῆτερ, ἆρʼ ὁρᾷς τάδε;νῦν ἀγχόνης μοι τέρματʼ, ἢ φάος βλέπειν.ἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν.πεμπάζετʼ ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι,τὸ μὴ ʼδικεῖν σέβοντες ἐν διαιρέσει.γνώμης δʼ ἀπούσης πῆμα γίγνεται μέγα,βαλοῦσά τʼ οἶκον ψῆφος ὤρθωσεν μία.ἀνὴρ ὅδʼ ἐκπέφευγεν αἵματος δίκην·ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων.ὦ Παλλάς, ὦ σώσασα τοὺς ἐμοὺς δόμους.γαίας πατρῴας ἐστερημένον σύ τοικατῴκισάς με· καί τις Ἑλλήνων ἐρεῖ,Ἀργεῖος ἁνὴρ αὖθις ἔν τε χρήμασινοἰκεῖ πατρῴοις, Παλλάδος καὶ Λοξίουἕκατι, καὶ τοῦ πάντα κραίνοντος τρίτουσωτῆρος, ὃς πατρῷον αἰδεσθεὶς μόρονσῴζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν.ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷτὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνονὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους,μήτοι τινʼ ἄνδρα δεῦρο πρυμνήτην χθονὸςἐλθόντʼ ἐποίσειν εὖ κεκασμένον δόρυ.αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότετοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματαἀμηχάνοισι πράξομεν δυσπραξίαις,ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρουςτιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος·ὀρθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδοςτιμῶσιν αἰεὶ τήνδε συμμάχῳ δορί,αὐτοῖσιν ἡμεῖς ἐσμεν εὐμενέστεροι.καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς·πάλαισμʼ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις,σωτήριόν τε καὶ δορὸς νικηφόρον.ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμουςκαθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.ἐγὼ δʼ ἄτιμος ἁ τάλαινα βαρύκοτος