ἔρυμά τε χώρας καὶ πόλεως σωτήριονἔχοιτʼ ἄν, οἷον οὔτις ἀνθρώπων ἔχει,οὔτʼ ἐν Σκύθῃσιν οὔτε Πέλοπος ἐν τόποις.κερδῶν ἄθικτον τοῦτο βουλευτήριον,αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι.ταύτην μὲν ἐξέτεινʼ ἐμοῖς παραίνεσινἀστοῖσιν εἰς τὸ λοιπόν· ὀρθοῦσθαι δὲ χρὴκαὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκηναἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος.καὶ μὴν βαρεῖαν τήνδʼ ὁμιλίαν χθονὸςξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι.κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸςταρβεῖν κελεύω μηδʼ ἀκαρπώτους κτίσαι.ἀλλʼ αἱματηρὰ πράγματʼ οὐ λαχὼν σέβεις,μαντεῖα δʼ οὐκέθʼ ἁγνὰ μαντεύσῃ νέμων.ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτωνπρωτοκτόνοισι προστροπαῖς Ἰξίονος;λέγεις· ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκηςβαρεῖα χώρᾳ τῇδʼ ὁμιλήσω πάλιν.ἀλλʼ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροιςθεοῖς ἄτιμος εἶ σύ· νικήσω δʼ ἐγώ.τοιαῦτʼ ἔδρασας καὶ Φέρητος ἐν δόμοις·Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς.οὔκουν δίκαιον τὸν σέβοντʼ εὐεργετεῖν,ἄλλως τε πάντως χὤτε δεόμενος τύχοι;σύ τοι παλαιὰς διανομὰς καταφθίσαςοἴνῳ παρηπάτησας ἀρχαίας θεάς.σύ τοι τάχʼ οὐκ ἔχουσα τῆς δίκης τέλοςἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν.ἐπεὶ καθιππάζῃ με πρεσβῦτιν νέος,δίκης γενέσθαι τῆσδʼ ἐπήκοος μένω,ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει.ἐμὸν τόδʼ ἔργον, λοισθίαν κρῖναι δίκην.ψῆφον δʼ Ὀρέστῃ τήνδʼ ἐγὼ προσθήσομαι.μήτηρ γὰρ οὔτις ἐστὶν ἥ μʼ ἐγείνατο,τὸ δʼ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν,ἅπαντι θυμῷ, κάρτα δʼ εἰμὶ τοῦ πατρός.οὕτω γυναικὸς οὐ προτιμήσω μόρονἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον.