ἔσωσεν ἔρνος, οἷσι μὴ βλάψῃ θεός.τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου.πατὴρ μὲν ἂν γένοιτʼ ἄνευ μητρός· πέλαςμάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός,οὐδʼ ἐν σκότοισι νηδύος τεθραμμένη,ἀλλʼ οἷον ἔρνος οὔτις ἂν τέκοι θεός.ἐγὼ δέ, Παλλάς, τἄλλα θʼ ὡς ἐπίσταμαι,τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν,καὶ τόνδʼ ἔπεμψα σῶν δόμων ἐφέστιον,ὅπως γένοιτο πιστὸς εἰς τὸ πᾶν χρόνουκαὶ τόνδʼ ἐπικτήσαιο σύμμαχον, θεά,καὶ τοὺς ἔπειτα, καὶ τάδʼ αἰανῶς μένοιστέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους.ἤδη κελεύω τούσδʼ ἀπὸ γνώμης φέρεινψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων;ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος.μένω δʼ ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται.τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσʼ, ἄμομφος ὦ;ἠκούσαθʼ ὧν ἠκούσατʼ, ἐν δὲ καρδίᾳψῆφον φέροντες ὅρκον αἰδεῖσθε, ξένοι.κλύοιτʼ ἂν ἤδη θεσμόν, Ἀττικὸς λεώς,πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ.ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῷαἰεὶ δικαστῶν τοῦτο βουλευτήριον.πάγον δʼ Ἄρειον τόνδʼ, Ἀμαζόνων ἕδρανσκηνάς θʼ, ὅτʼ ἦλθον Θησέως κατὰ φθόνονστρατηλατοῦσαι, καὶ πόλιν νεόπτολιντήνδʼ ὑψίπυργον ἀντεπύργωσαν τότε,Ἄρει δʼ ἔθυον, ἔνθεν ἔστʼ ἐπώνυμοςπέτρα, πάγος τʼ Ἄρειος· ἐν δὲ τῷ σέβαςἀστῶν φόβος τε ξυγγενὴς τὸ μὴ ἀδικεῖνσχήσει τό τʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ὁμῶς,αὐτῶν πολιτῶν μὴ ʼπιχραινόντων νόμουςκακαῖς ἐπιρροαῖσι· βορβόρῳ δʼ ὕδωρλαμπρὸν μιαίνων οὔποθʼ εὑρήσεις ποτόν.τὸ μήτʼ ἄναρχον μήτε δεσποτούμενονἀστοῖς περιστέλλουσι βουλεύω σέβειν,καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν.τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν;τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας