ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον.Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασε,φράζειν Ὀρέστῃ τῷδε, τὸν πατρὸς φόνονπράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν;οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖνδιοσδότοις σκήπτροισι τιμαλφούμενον,καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοιςτόξοις ἑκηβόλοισιν, ὥστʼ Ἀμαζόνος,ἀλλʼ ὡς ἀκούσῃ, Παλλὰς οἵ τʼ ἐφήμενοιψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι.ἀπὸ στρατείας γάρ νιν ἠμποληκότατὰ πλεῖστʼ ἄμεινον εὔφροσιν δεδεγμένη,δροίτῃ περῶντι λουτρὰ κἀπὶ τέρματιφᾶρος περεσκήνωσεν, ἐν δʼ ἀτέρμονικόπτει πεδήσασʼ ἄνδρα δαιδάλῳ πέπλῳ.ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόροςτοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν.ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ λεώς,ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην.πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ·αὐτὸς δʼ ἔδησε πατέρα πρεσβύτην Κρόνον.πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις;ὑμᾶς δʼ ἀκούειν ταῦτʼ ἐγὼ μαρτύρομαι.ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν,πέδας μὲν ἂν λύσειεν, ἔστι τοῦδʼ ἄκοςκαὶ κάρτα πολλὴ μηχανὴ λυτήριος·ἀνδρὸς δʼ ἐπειδὰν αἷμʼ ἀνασπάσῃ κόνιςἅπαξ θανόντος, οὔτις ἔστʼ ἀνάστασις.τούτων ἐπῳδὰς οὐκ ἐποίησεν πατὴροὑμός, τὰ δʼ ἄλλα πάντʼ ἄνω τε καὶ κάτωστρέφων τίθησιν οὐδὲν ἀσθμαίνων μένει.πῶς γὰρ τὸ φεύγειν τοῦδʼ ὑπερδικεῖς ὅρα·τὸ μητρὸς αἷμʼ ὅμαιμον ἐκχέας πέδοιἔπειτʼ ἐν Ἄργει δώματʼ οἰκήσει πατρός;ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις;ποία δὲ χέρνιψ φρατέρων προσδέξεται;καὶ τοῦτο λέξω, καὶ μάθʼ ὡς ὀρθῶς ἐρῶ.οὔκ ἔστι μήτηρ ἡ κεκλημένου τέκνουτοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου.τίκτει δʼ ὁ θρῴσκων, ἡ δʼ ἅπερ ξένῳ ξένη