ὅπως τʼ ἐπίστᾳ τήνδε κύρωσον δίκην.ὑμῶν ὁ μῦθος, εἰσάγω δὲ τὴν δίκην·ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγωνγένοιτʼ ἂν ὀρθῶς πράγματος διδάσκαλος.πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως.ἔπος δʼ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείςτὴν μητέρʼ εἰπὲ πρῶτον εἰ κατέκτονας.ἔκτεινα· τούτου δʼ οὔτις ἄρνησις πέλει.ἓν μὲν τόδʼ ἤδη τῶν τριῶν παλαισμάτων.οὐ κειμένῳ πω τόνδε κομπάζεις λόγον.εἰπεῖν γε μέντοι δεῖ σʼ ὅπως κατέκτανες.λέγω· ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών.πρὸς τοῦ δʼ ἐπείσθης καὶ τίνος βουλεύμασιν;τοῖς τοῦδε θεσφάτοισι· μαρτυρεῖ δέ μοι.ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν;καὶ δεῦρό γʼ ἀεὶ τὴν τύχην οὐ μέμφομαι.ἀλλʼ εἴ σε μάρψει ψῆφος, ἄλλʼ ἐρεῖς τάχα.πέποιθʼ. ἀρωγὰς δʼ ἐκ τάφου πέμψει πατήρ.νεκροῖσί νυν πέπισθι μητέρα κτανών.δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτοιν.πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε.ἀνδροκτονοῦσα πατέρʼ ἐμὸν κατέκτανεν.τοιγὰρ σὺ μὲν ζῇς, ἡ δʼ ἐλευθέρα φόνῳ.τί δʼ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ;οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν.ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι;πῶς γάρ σʼ ἔθρεψʼ ἂν ἐντός, ὦ μιαιφόνε,ζώνης; ἀπεύχῃ μητρὸς αἷμα φίλτατον;ἤδη σὺ μαρτύρησον· ἐξηγοῦ δέ μοι,Ἄπολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον.δρᾶσαι γὰρ ὥσπερ ἐστὶν οὐκ ἀρνούμεθα.ἀλλʼ εἰ δίκαιον εἴτε μὴ τῇ σῇ φρενὶδοκεῖ τόδʼ αἷμα, κρῖνον, ὡς τούτοις φράσω.λέξω πρὸς ὑμᾶς τόνδʼ Ἀθηναίας μέγανθεσμὸν δικαίως,—μάντις ὢν δʼ οὐ ψεύσομαι.οὐπώποτʼ εἶπον μαντικοῖσιν ἐν θρόνοις,οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι,ὃ μὴ κελεύσαι Ζεὺς Ὀλυμπίων πατήρ.τὸ μὲν δίκαιον τοῦθʼ ὅσον σθένει μαθεῖν,βουλῇ πιφαύσκω δʼ ὔμμʼ ἐπισπέσθαι πατρός·