κέρδος ἰδὼν ἀθέῳποδὶ λὰξ ἀτίσῃς·ποινὰ γὰρ ἐπέσται.κύριον μένει τέλος.πρὸς τάδε τις τοκέωνσέβας εὖ προτίωνκαὶ ξενοτί-μους δόμων ἐπιστροφὰςαἰδόμενός τις ἔστω.ἑκὼν δʼ ἀνάγκας ἄτερ δίκαιος ὢνοὐκ ἄνολβος ἔσται·πανώλεθρος δʼ οὔποτʼ ἂν γένοιτο.τὸν ἀντίτολμον δέ φαμι παρβάτανἄγοντα πολλὰ παντόφυρτʼ ἄνευ δίκαςβιαίως ξὺν χρόνῳ καθήσεινλαῖφος, ὅταν λάβῃ πόνοςθραυομένας κεραίας.καλεῖ δʼ ἀκούοντας οὐδὲν ἐν μέσᾳδυσπαλεῖ τε δίνᾳ·γελᾷ δὲ δαίμων ἐπʼ ἀνδρὶ θερμῷ,τὸν οὔποτʼ αὐχοῦντʼ ἰδὼν ἀμαχάνοιςδύαις λαπαδνὸν οὐδʼ ὑπερθέοντʼ ἄκραν·διʼ αἰῶνος δὲ τὸν πρὶν ὄλβονἕρματι προσβαλὼν δίκαςὤλετʼ ἄκλαυτος, αἶστος.κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ,ἥ τʼ οὖν διάτορος Τυρσηνικὴσάλπιγξ, βροτείου πνεύματος πληρουμένη,ὑπέρτονον γήρυμα φαινέτω στρατῷ.πληρουμένου γὰρ τοῦδε βουλευτηρίουσιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺςπόλιν τε πᾶσαν εἰς τὸν αἰανῆ χρόνονκαὶ τούσδʼ ὅπως ἂν εὖ καταγνωσθῇ δίκη.ἄναξ Ἄπολλον, ὧν ἔχεις αὐτὸς κράτει.τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε.καὶ μαρτυρήσων ἦλθον—ἔστι γὰρ νόμῳἱκέτης ὅδʼ ἁνὴρ καὶ δόμων ἐφέστιοςἐμῶν, φόνου δὲ τοῦδʼ ἐγὼ καθάρσιος—καὶ ξυνδικήσων αὐτός· αἰτίαν δʼ ἔχωτῆς τοῦδε μητρὸς τοῦ φόνου. σὺ δʼ εἴσαγε