ψει κότος τις ἐργμάτων—πάντʼ ἐφήσω μόρον.πεύσεται δʼ ἄλλος ἄλλοθεν, προφω-νῶν τὰ τῶν πέλας κακά,λῆξιν ὑπόδοσίν τε μόχθων·ἄκεά τʼ οὐ βέβαια τλά-μων δέ τις μάταν παρηγορεῖ.μηδέ τις κικλῃσκέτωξυμφορᾷ τετυμμένος,τοῦτʼ ἔπος θροούμενος,ὦ δίκα,ὦ θρόνοι τʼ Ἐρινύων.ταῦτά τις τάχʼ ἂν πατὴρἢ τεκοῦσα νεοπαθὴςοἶκτον οἰκτίσαιτʼ, ἐπει-δὴ πίτνει δόμος δίκας.ἔσθʼ ὅπου τὸ δεινὸν εὖ,καὶ φρενῶν ἐπίσκοπονδεῖ μένειν καθήμενον.ξυμφέρεισωφρονεῖν ὑπὸ στένει.τίς δὲ μηδὲν ἐν δέεικαρδίαν ἂν ἀνατρέφωνἢ πόλις βροτός θʼ ὁμοί-ως ἔτʼ ἂν σέβοι δίκαν;μήτʼ ἀνάρχετον βίονμήτε δεσποτούμενοναἰνέσῃς.παντὶ μέσῳ τὸ κράτοςθεὸς ὤπασεν, ἄλλʼἄλλᾳ δʼ ἐφορεύει.ξύμμετρον δʼ ἔπος λέγω,δυσσεβίας μὲν ὕβριςτέκος ὡς ἐτύμως·ἐκ δʼ ὑγιεί-ας φρενῶν ὁ πάμφιλοςκαὶ πολύευκτος ὄλβος.ἐς τὸ πᾶν δέ σοι λέγω,βωμὸν αἴδεσαι Δίκας·μηδέ νιν